← 阿特纳奥斯

学者们的宴会

§2.30-2.32

奢华卧具名匠与三足案考

本节论述了华丽卧具及其名匠、波斯国王赐予希腊使者的优待与铺盖陈设,以及喜剧诗人与诸学者著作中关于“三足案”称谓及使用的考证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.30

‘νῦν δὲ τὴν τῶν στρωμάτων σύνθεσιν περιβολῇ χωρίζουσι καὶ ὑποβολῇ,’ φησὶ Πλάτων ὁ φιλόσοφος (). ὁ δ’ ὁμώνυμος αὐτῷ ποιητής φησι ()· "κἆτ’ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις κἀν φοινικίσι Σαρδιακαῖσιν κοσμησάμενοι κατάκεινται." ἤκμασε δ’ ἡ τῶν ποικίλων ὑφή, μάλιστα ἐντέχνων περὶ αὐτὰ γενομένων Ἀκεσᾶ καὶ Ἑλικῶνος τῶν Κυπρίων. ὑφάνται δ’ ἦσαν ἔνδοξοι· καὶ ἦν Ἑλικὼν υἱὸς Ἀκεσᾶ, ὥς φησιν Ἱερώνυμος (). ἐν Πυθοῖ γοῦν ἐπί τινος ἔργου ἐπιγέγραπται· "τεῦξ’ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ πότνια θεσπεσίην Παλλὰς ἔπνευσε χάριν." τοιοῦτος ἦν καὶ Παθυμίας ὁ Αἰγύπτιος. — "ὡς ἐγὼ σκιρτῶ πάλαι ὅπου ῥοδόπνοα στρώματ’ ἔστι, λούμενος μύροις ψακαστοῖς," φησὶν Ἔφιππος (). Ἀριστοφάνης ()· "ὅστις ἐν ἡδυόσμοις στρώμασι παννυχίζων τὴν δέσποιναν ἐρείδεις." Σώφρων δὲ () ‘στρουθωτὰ ἑλίγματά φησιν ἐντετιμημένα.’ Ὅμηρος δὲ ὁ θαυμασιώτατος τῶν στρωμάτων τὰ μὲν κατώτερα λῖτα εἶναι φάσκει () ἤτοι λευκὰ καὶ μὴ βεβαμμένα ἢ πεποικιλμένα, τὰ δὲ περιστρώματα () ‘ῥήγεα καλά, πορφύρεα.’

“而如今,人们将卧具的组合区分为覆盖之物与铺垫之物,”哲学家柏拉图说。与他同名的诗人则说: “随后,在象牙足的床榻上,在染成紫色的卧具上, 并在萨狄斯的茜红织物上,盛装横卧。” 绣花织物的编织技艺盛极一时,尤其是因为塞浦路斯人阿刻萨斯与赫利孔在这一技艺上精湛绝伦。他们是著名的织工;正如耶罗尼穆斯所言,赫利孔是阿刻萨斯的儿子。至少在皮托,某件作品上便刻有铭文: “萨拉米斯人阿刻萨斯之子赫利孔制作了此物,其双手之中, 尊贵的帕拉斯为其注入了神圣的恩宠。” 埃及人帕图米亚斯亦是如此之人。—— “在散发着玫瑰香气的卧具所在之处,沐浴在洒下的香油之中, 我长久以来是多么雀跃欢欣,”埃菲普斯说。阿里斯托芬说: “在芬芳的卧具上 整夜流连, 紧紧压着女主人的人啊。” 索弗隆则称“饰有雀鸟纹样的珍贵包布”。最令人赞叹的荷马则称,卧具中居下者为平布,即白色且未经染色或刺绣者,而居上覆盖之物则是“优美的紫色毯子”。

§2.31

" πρῶτοι δὲ Πέρσαι, ὥς φησιν Ἡρακλείδης" (), καὶ τοὺς λεγομένους στρώτας ἐφεῦρον, ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειαν. τὸν οὖν Τιμαγόραν ἢ τὸν ἐκ Γόρτυνος, ὥς φησι Φαινίας ὁ περιπατητικός (), Ἔντιμον,1 ὃς ζήλῳ Θεμιστοκλέους ἀνέβη ὡς βασιλέα, τιμῶν Ἀρταξέρξης σκηνήν τε ἔδωκεν αὐτῷ διαφέρουσαν τὸ κάλλος καὶ τὸ μέγεθος καὶ κλίνην ἀργυρόποδα, ἔπεμψε δὲ καὶ στρώματα πολυτελῆ καὶ τὸν ὑποστρώσοντα, φάσκων οὐκ ἐπίστασθαι τοὺς Ἕλληνας ὑποστρωννύειν. καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκαλεῖτο ὁ Κρὴς οὗτος, τὸν βασιλέα ψυχαγωγήσας· ὅπερ οὐδενὶ πρότερον τῶν Ἑλλήνων ἐγένετο, ἀλλ’ οὐδ’ ὕστερον. αὕτη γὰρ ἡ τιμὴ τοῖς συγγενέσι διεφυλάττετο. Τιμαγόρᾳ μὲν γὰρ τῷ Ἀθηναίῳ τῷ προσκυνήσαντι βασιλέα καὶ μάλιστα τιμηθέντι τοῦτο οὐχ ὑπῆρξε· τῶν δὲ παρατιθεμένων βασιλεῖ τούτῳ τινὰ ἀπὸ τῆς τραπέζης ἀπέστελλε. Ἀνταλκίδᾳ δὲ τῷ Λάκωνι τὸν αὑτοῦ στέφανον εἰς μύρον βάψας ἔπεμψε. τῷ δ’ Ἐντίμῳ τοιαῦτα πολλὰ ἐποίει καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκάλει. ἐφ’ ᾧ οἱ Πέρσαι χαλεπῶς ἔφερον ὡς τῆς τε τιμῆς δημευομένης καὶ στρατείας ἐπὶ τὴν Ἑλλάδα πάλιν ἐσομένης.2 ἔπεμψε δὲ καὶ κλίνην αὐτῷ ἀργυρόποδα καὶ στρωμνὴν καὶ σκηνὴν οὐρανοφόρον ἀνθινὴν καὶ θρόνον ἀργυροῦν καὶ ἐπίχρυσον σκιάδειον καὶ φιάλας λιθοκολλήτους χρυσᾶς εἴκοσι, ἀργυρᾶς δὲ μεγάλας ἑκατὸν καὶ κρατῆρας ἀργυροῦς καὶ παιδίσκας ἑκατὸν καὶ παῖδας ἑκατὸν χρυσοῦς τε ἑξακισχιλίους χωρὶς τῶν εἰς τὰ ἐπιτήδεια καθ’ ἡμέραν διδομένων.

正如赫拉克利德斯所言,波斯人亦最先发明了所谓的铺床人,以便铺设的卧具兼具整饬与柔软的触感。因此,阿尔塔薛西斯为了尊崇蒂马戈拉斯,或者依漫步学派的费尼亚斯所说是戈尔廷的恩提穆斯——此人效仿地米斯托克利前往朝见国王——赐给他一顶美观与宏大皆超群绝伦的帐篷和一张银足卧榻,更派遣人员送去奢华的卧具与铺床人,声称希腊人不懂得如何铺床。这位克里特人因博得国王欢心,被邀参加王室亲族的早餐;此事此前未曾发生在任何希腊人身上,此后亦未曾有之,因为这项荣耀原本唯独为亲族保留。因为即便是向国王行俯伏之礼并备受殊荣的雅典人蒂马戈拉斯,亦未得享此遇;国王不过是从自己案前陈设的食物中分送若干给他。至于对拉科尼亚人安塔尔基达斯,国王则将自己的花冠浸入香油中送给他。然而对恩提穆斯,他不仅屡施此类恩遇,更召他参加亲族的早餐。波斯人为此深感恼怒,认为这种殊荣遭到了贬损,且对希腊的远征势必将再度发生。他还赠予他一张银足卧榻、铺盖、一顶带有花卉天顶的帐篷、一把银椅、一把镀金阳伞、二十只镶嵌宝石的金杯、一百只大银杯、若干银调酒缸、一百名年轻女奴、一百名年轻男奴,以及六千枚金币,此外还不包括每日供应的日用给养。

§2.32

τράπεζαι ἐλεφαντόποδες τῶν ἐπιθημάτων ἐκ τῆς καλουμένης σφενδάμνου πεποιημένων. Κρατῖνος ()· "γαυριῶσαι δ’ ἀναμένουσιν ὧδ’ ἐπηγλαισμέναι μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι. εἰπόντος τινὸς κυνικοῦ τρίποδα τὴν τράπεζαν" δυσχεραίνει ὁ παρὰ τῷ σοφιστῇ Οὐλπιανὸς καὶ λέγει· ‘τήμερον ἐγὼ ‘πράγματα ἕξω ἐξ ἀπραξίας.’ πόθεν γὰρ τούτῳ ὁ τρίπους; εἰ μὴ τὴν Διογένους βακτηρίαν σὺν καὶ τὼ πόδε ἀριθμῶν οὗτος τρίποδα προσηγόρευσε, πάντων τραπέζας καλούντων τὰς παραθέσεις ταύτας.’ ὅτι Ἡσίοδος ἐν Κήυκος γάμῳ () — κἂν γὰρ γραμματικῶν παῖδες ἀποξενῶσι τοῦ ποιητοῦ τὰ ἔπη ταῦτα, ἀλλ’ ἐμοὶ δοκεῖ ἀρχαῖα εἶναι — τρίποδας τὰς τραπέζας φησί. καὶ Ξενοφῶν δ’ ὁ μουσικώτατος ἐν ζʹ Ἀναβάσεως γράφει ()· ‘τρίποδες εἰσηνέχθησαν πᾶσιν· οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων.’ καὶ ἐπάγει· ‘μάλιστα δ’ αἱ τράπεζαι κατὰ τοὺς ξένους ἀεὶ ἐτίθεντο.’ Ἀντιφάνης ()· "ἐπεὶ δ’ ὁ τρίπους ἤρθη κατὰ χειρῶν τ’ εἴχομεν." Εὔβουλος () "τρίποδες οὗτοι πέντε σοι καὶ πέντε — Β. πεντηκοστολόγος γενήσομαι. " Ἐπίχαρμος ()· "τί δὲ τόδ’ ἐστί; Β. δηλαδὴ τρίπους. Α. τί μὰν ἔχει πόδας τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ’ ἐστὶν οἶμαι τετράπους. Β. ἐστὶ δ’ ὄνομ’ αὐτῷ τρίπους, τέτοράς γε μὰν ἔχει πόδας. Α. Οἰδίπους τοίνυν ποτ’ ἦν,3 αἴνιγμά τοι νοεῖς." Ἀριστοφάνης ()· "τράπεζαν ἡμῖν εἴσφερε τρεῖς πόδας ἔχουσαν, τέσσαρας δὲ μὴ ᾽χέτω. Β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;"

象牙足的餐桌,其案面由所谓的枫木制成。克拉提诺斯说: “傲然伫立,如此盛装以待的, 乃是明丽的少女们,三足枫木案。” 当某位犬儒学派的人把餐桌称为三足案时,哲人〔书中〕的乌尔庇阿努斯心生不悦并说道:“今天我将‘因无事而自寻烦恼’。此人究竟从何得来三足案一词?除非他是将第欧根尼的拐杖与其双足合算在一起才称之为三足案,而众人皆将这些陈设物称为餐桌。” 赫西俄德在《刻宇克斯的婚礼》中——即使文法学家的后学们将这些诗句从该诗人的名下剔除,但在我看来它们确实古老——称餐桌为三足案。极富文采的色诺芬在《远征记》卷七中亦写道:“三足案被搬到众人面前;这些桌案约有二十张,盛满了切好的肉块。”并接着写道:“而餐桌总是尤其陈设在宾客的面前。” 安提法内斯说: “当三足案被撤去,我们已净手之时。” 尤布卢斯说: “给你这五张三足案, 再加上五张——乙:我将成为关税征收官。” 埃庇卡摩斯说: “这是何物?——乙:显而易见是三足案。——甲:那它为何有 四只脚?这绝非三足案,依我看分明是四足的! ——乙:可它的名字就叫三足案,虽说它确实有四只脚。 ——甲:那么它曾经定是俄狄浦斯了;你心里想的原是个谜语啊。” 阿里斯托芬说: “给我们搬来一张 带有三只脚的餐桌,可别带四只脚! ——乙:我究竟从何处能弄到一张三足案呢?”

语法注3 条
  1. 2.31τὸν οὖν Τιμαγόραν ἢ τὸν ἐκ Γόρτυνος, ὥς φησι Φαινίας ὁ περιπατητικός, Ἔντιμον

    句首的宾格短语(τὸν οὖν Τιμαγόραν ἢ ... Ἔντιμον)跨越随后的关系从句(ὃς ζήλῳ...),充当后置分词 τιμῶν(主语为 Ἀρταξέρξης)的直接宾语。主句的主动词为 ἔδωκεν。这种离隔结构(hyperbaton)将受封赏的主题人物置于句首以作强调。

  2. 2.31ὡς τῆς τε τιμῆς δημευομένης καὶ στρατείας ἐπὶ τὴν Ἑλλάδα πάλιν ἐσομένης

    由连词 ὡς 引导的独立属格结构,表达主句主语(οἱ Πέρσαι)的主观见解、推断或担忧(“因认为……/借口……”)。

  3. 2.32Οἰδίπους τοίνυν ποτ’ ἦν

    结合前文 τρίπους(三足)与 τετράπους(四足)的对比,戏谑地借用了俄狄浦斯(Οἰδίπους)之名。俄狄浦斯因解开斯芬克斯关于“四足、两足、三足”的谜题而闻名;此处戏称若一物有四足却被唤作“三足”,定是那谜语中变化足数的俄狄浦斯。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.30-2.32