- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.26-2.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
探讨了水、蜂蜜等液体的滋养功效及德谟克利特等人的逸话,并引证喜剧诗人之作罗列饮食词汇及宴席床榻室的称谓。
ὅτι δὲ τὸ ὕδωρ ὁμολογουμένως ἐστὶ τρόφιμον δῆλον ἐκ τοῦ τρέφεσθαί τινα ἐξ αὐτοῦ μόνου τῶν ζῴων, ὥσπερ τοὺς τέττιγας. πολλὰ δὲ καὶ τῶν ἄλλων ὑγρῶν ἐστι τρόφιμα, οἷον γάλα, πτισάνη, οἶνος. τὰ γοῦν ὑποτίτθια γάλακτι διαρκεῖται. καὶ πολλὰ δὲ ἔθνη γαλακτοποτοῦντα ζῇ. Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ’ ἑκάστην ἡμέραν, ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν1 κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῷ πλησίον παρατεθῆναι, καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα, τῇ ἀπὸ τοῦ μέλιτος ἀναφορᾷ μόνῃ χρώμενον, καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δημόκριτος ἀεὶ τῷ μέλιτι· καὶ πρὸς τὸν πυθόμενον πῶς ἂν ὑγιῶς τις διάγοι ἔφη, εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δ’ ἐκτὸς ἐλαίῳ. καὶ τῶν Πυθαγορικῶν δὲ τροφὴ ἦν ἄρτος μετὰ μέλιτος, ὥς φησιν Ἀριστόξενος (), τοὺς προσφερομένους αὐτὰ ἀεὶ ἐπ’ ἀρίστῳ λέγων ἀνόσους διατελεῖν. Λύκος δὲ πολυχρονίους φησὶν () εἶναι τοὺς Κυρνίους (οἰκοῦσι δ’ οὗτοι περὶ Σαρδόνα) διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι· πλεῖστον δὲ τοῦτο γίνεται παρ’ αὐτοῖς.
水无可争议地具有滋养作用,这一点从某些动物——例如蝉——仅靠水为生即可明见。许多其他液体亦具滋养作用,如乳汁、大麦饮与葡萄酒。事实上,吃奶的婴儿仅靠乳汁便得以存活。许多民族亦过着饮乳的生活。关于阿布德拉的德谟克利特,有传说讲到他因年老而决意结束生命,每日减少食物;当泰斯摩丰节的日子来临,家中的女眷请求他不要在盛大节日期间死去,以便她们能够欢度节日,他答应了请求,吩咐将一罐蜂蜜放在身旁,此后凭借蜂蜜所散发的蒸气单独度日,支撑了足够的天数,而在节日过后蜂蜜被移走时死去。德谟克利特向来喜爱蜂蜜;当有人向他请教如何生活才能保持健康时,他说,若内部用蜂蜜浸润,外部用油涂抹即可。毕达哥拉斯学派之人的食物亦是伴有蜂蜜的面包,正如阿里斯托克塞诺斯所说,他称凡是在早餐时恒常食用这些食物的人,便终生不染疾病。吕克斯说,屈尔诺斯人(他们居住在撒丁岛附近)因长年食用蜂蜜而长寿;而这种蜂蜜在他们那里出产极丰。
ὅρα τὸ ‘ἀνατιθεμένων πάντων τὴν ζήτησιν’2 ἤτοι ἀναβαλλομένων. ὅτι τὸ ἄνηστις ἡ νῆστις πλεονασμῷ τοῦ ᾱ, ὡς στάχυς ἄσταχυς, παρὰ Κρατίνῳ κεῖται ()· "οὐ γάρ τοι σύ γε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις." τὸ δὲ ὀξύπεινος παρὰ Διφίλῳ ()· "τέρπομαι γυμνοὺς ὁρῶν τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ πάντ’ εἰδέναι σπεύδοντας." καὶ Ἀντιφάνης ()· "ἓν νόσημα τοῦτ’ ἔχει· ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν λέγει κομιδῇ τὸν ἄνδρα." καὶ Εὔβουλος ()· "Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ· ὃ δ’ ὀξύπεινος. τὸν δὲ μουσικώτατον κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα· οὗ ῥᾷστ’ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι. "
请注意“众人皆延期探究”这一说法,即延期之意。 至于“anēstis”(空腹),乃是“nēstis”赘加首字α而成,犹如“astachys”之于“stachys”(麦穗)。此字见于克拉提诺斯的作品中: “你决不是头一个未受邀请便空着肚子 奔赴宴席之人。” 而“oxypeinos”(易饿者、骤感饥饿者)见于狄菲卢斯: “我乐于见到那些骤感饥饿的人 赤条条地、总是在适当时机之前 急于探知一切。” 安提法内斯亦云: “他就只有这一个毛病: 因为他总是极易饥饿。——乙:他说的这人 完全是个色萨利人。” 尤布卢斯亦云: “他命令泽托斯前往忒拜纯净的土地上 居住;因为据看来,那里的 面包卖得更便宜; 而他又极易饥饿。他命令极通音律的安菲翁 前往著名的雅典; 在那里,凯克洛普斯的子孙们最易忍饥挨饿, 啜吸清风,以希望充饥。”
" ὁ δὲ μονοσιτῶν κεῖται παρ’ Ἀλέξιδι ()· ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ’ ἴδῃς ἢ μὴ ποθοῦντ’ ᾠδὰς ποιητὴν καὶ μέλη, τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης τὴν ἡμίσειαν· ζῶσι δ’ ἀμφότεροι μόλις." Πλάτων ()· ‘οὐ μονοσιτῶν ἑκάστοτε ἀλλὰ κἀνίοτε δειπνῶν δὶς τῆς ἡμέρας.’ ὅτι νωγαλεύματα ἐκάλουν τὰ ἡδέα βρώματα. Ἀραρώς ()· "τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα." Ἄλεξις ()· "Θασίοις οἰναρίοις τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος καὶ νωγαλίζει." Ἀντιφάνης ()· "βότρυς, ῥοίας, φοίνικας, ἕτερα νώγαλα." ἀπόσιτον δ’ εἴρηκε Φιλωνίδης (), αὐτόσιτον δὲ Κρώβυλος ()· ‘παράσιτον αὐτόσιτον.’ ἀναρίστητον δ’ εἴρηκεν Εὔπολις (). ἀναγκόσιτον δὲ Κράτης (). καὶ Νικόστρατος δέ ()· "μειράκιον.. κατὰ τύχην ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον κατάγεις ἀναγκόσιτον." ἀριστόδειπνον δ’ εἶπεν Ἄλεξις ()· "ἀφ’ ὧν γένοιτ’ ἂν ἡμῖν σύντομον ἀριστόδειπνον."
至于“monositōn”(一日一餐者)见于亚历克西斯: “当你看到一个凡人一日仅进一餐, 或一个诗人不思歌咏与旋律, 当知那凡人已丧失了半生, 而那诗人已丧失了半技;他们二人都不过勉强度日。” 柏拉图说:“并非每次都只进一餐,有时一天进餐两次。” 他们将甘美的食品称为“nōgaleumata(美点、甜食)”。阿拉罗斯说: “这些精致的美点。” 亚历克西斯说: “饮着少许萨索斯酒, 在一天余下的时光里微醺, 并品尝甜点。” 安提法内斯说: “葡萄串、石榴、椰枣及其他甜食。” 菲洛尼德斯曾用过“apositos”(绝食的),克罗比卢斯曾用过“autositos”(自备食物的):“自备食物的清客”。欧波利斯曾用过“anaristētos”(未进早饭的),克拉忒斯用过“anagkositos”(被强迫进食的)。尼科斯特拉托斯亦说: “偶然…… 你带回了一个剪着锅盖头、披着斗篷、 被强迫进食的青年人。” 亚历克西斯曾言及“aristodeipnon”(早晚兼备的一餐): “用这些东西,便能为我们制成一顿简便的 早晚合餐。”
μετὰ ταῦτα ἀναστάντες κατεκλίνθημεν ὡς ἕκαστος ἤθελε, οὐ περιμείναντες ὀνομακλήτορα τὸν τῶν δείπνων ταξίαρχον. ὅτι καὶ τρίκλινοι οἶκοι καὶ τετράκλινοι καὶ ἑπτάκλινοι καὶ ἐννεάκλινοι καὶ κατὰ τοὺς ἑξῆς ἀριθμοὺς ἦσαν παρὰ τοῖς παλαιοῖς. Ἀντιφάνης ()· "συναγαγὼν τρεῖς ὄντας εἰς τρίκλινον ὑμᾶς." Φρύνιχος ()· "ἑπτάκλινος οἶκος ἦν καλός, εἶτ’ ἐννεάκλινος ἕτερος οἶκος." Εὔβουλος ()· "θὲς ἑπτάκλινον. Β. ἑπτάκλινος οὑτοσί. Α. καὶ πέντε κλίνας Σικελικάς. Β. λέγ’ ἄλλο τι. Α. Σικελικὰ προσκεφάλαια πέντε." Ἄμφις ()· "οὐχ ὑποστρώσεις ποτὲ τρίκλινον;" Ἀναξανδρίδης ()· "τρίκλινον δ’ εὐθέως συνήγετο καὶ συναυλίαι γερόντων. — ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος κρατῆρά τ’ αἴρου καὶ τὸν ἥδιστον κέρα ()."
在此之后,我们站起身来,各自随意就座斜倚,并未等待被称为宴席司仪的点名官。 在古人那里,有三榻室、四榻室、七榻室、九榻室,以及依序而下的各种榻数之室。安提法内斯说: “把你们三个人 聚在一个三榻室里。” 弗律尼科斯说: “那是一间优美的七榻室, 接着又是另一间九榻室。” 尤布卢斯说: “安排一个七榻室。——乙:七榻室在此。 ——甲:还要五张西西里床榻。——乙:再说些别的吧。 ——甲:五个西西里靠枕。” 安菲斯说: “你难道就不能在三榻室里 铺上卧具吗?” 阿纳克桑德里德斯说: “三榻室立即备好, 老人们的双笛合奏亦随之开始。—— 开辟客舍,洒扫房屋, 铺设床榻,点燃烈火, 举起调酒缸,倾注最甜美的佳酿。”
- 2.26Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ’ ἑκάστην ἡμέραν, ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῷ πλησίον παρατεθῆναι, καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα, τῇ ἀπὸ τοῦ μέλιτος ἀναφορᾷ μόνῃ χρώμενον, καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος τοῦ μέλιτος ἀποθανεῖν.
主句为 λόγος ἔχει(“有传说讲到……”),统领一个长大的“宾格加不定式”结构(A.c.I.)。宾格主语 Δημόκριτον 所带的主要不定式为由 καί 串联的 πεισθῆναι(被说服/答应)、διαζῆσαι(活过)与 ἀποθανεῖν(死去)。句首分词 διεγνωκότα 与 ὑφαιροῦντα 作 Δημόκριτον 的同位修饰语;在 ἐπεί 引导的时间从句中嵌入了属格绝对结构 δεηθεισῶν τῶν οἰκείων γυναικῶν(家中的女眷请求)。后半段主语由 τὸν ἄνδρα 再次点明,并在末尾配以另一属格绝对结构 βασταχθέντος τοῦ μέλιτος(移走蜂蜜之后)。
- 2.27ἀνατιθεμένων πάντων τὴν ζήτησιν
此句作为词汇札记被引用,构文上为由现在时中动态分词构成的属格绝对结构(“在众人皆将探求……之时”)。紧随其后的注解 ἤτοι ἀναβαλλομένων(即延期、推迟)表明,此处动词 ἀνατίθημι 的中动态并非通常的“交付、归于”,而是作为 ἀναβάλλομαι 的同义词表示“推迟、延期”。
