← 阿特纳奥斯

学者们的宴会

§2.24-2.25

餐前进水法与甜葡萄酒及水质的医学分析

本节论述了餐前适度饮水的方法、甜葡萄酒的益处及香膏的使用,随后引述希波克拉底等医学权威探讨优劣水质的特征与来源差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24

ὅτι τοῖς προπίνουσιν ἐπιτεταμένως οὐκ οἰκείως διατίθεται ὁ στόμαχος, ἀλλὰ μᾶλλον κακοῦται καὶ πολλάκις φθορὰν τῶν ληφθέντων παρασκευάζει. δεῖ οὖν τὸν ὑγιείας ἀντιποιούμενον καὶ συμμέτροις γυμνασίοις χρᾶσθαι διὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ λουτροῖς, ὡς διᾶναί τε τὸ σῶμα καὶ μαλαχθῆναι·1 μετὰ δὲ ταῦτα προπίνειν ὕδωρ ὡς χρηστότατον, ἐν μὲν χειμῶνι καὶ ἔαρι θερμὸν ὡς μάλιστα, ἐν δὲ τῷ θέρει ψυχρόν, ὡς μὴ προεκλύειν τὸν στόμαχον· προπίνειν δὲ σύμμετρον τῷ πλήθει χάριν τοῦ προαναληφθῆναι τοῦτο εἰς τὴν ἕξιν καὶ μὴ ἀκέραιον ἀναδίδοσθαι τὴν ἀπὸ τοῦ οἴνου δύναμιν μηδὲ τοῖς πέρασι τῶν ἀγγείων προσπίπτουσαν ἐπιδάκνειν.2 ἐὰν δέ τις ἡμῶν τοῦτο δυσκόλως ποιῇ, γλυκὺν ὑδαρῆ θερμὸν προλαμβανέτω, μάλιστα δὲ τὸν καλούμενον πρότροπον ὄντα εὐστόμαχον. καὶ ὁ γλυκάζων δ᾽ οἶνος οὐ βαρύνει τὴν κεφαλήν, ὡς Ἱπποκράτης ἐν τῷ περὶ διαίτης φησίν (), ὅ τινες μὲν ἐπιγράφουσι περὶ ὀξέων, οἳ δὲ περὶ πτισάνης, ἄλλοι δὲ πρὸς τὰς Κνιδίας γνώμας. λέγει δέ· ‘ὁ γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος καὶ ἧσσον φρενῶν ἁπτόμενος καὶ διαχωρητικώτερος τοῦ ἑτέρου κατ’ ἔντερον.’ οὐ δεῖ δὲ προπίνειν καθὰ τοὺς Καρμανούς φησι Ποσειδώνιος ()· τούτους γὰρ φιλοφρονουμένους ἐν τοῖς συμποσίοις λύειν τὰς ἐπὶ τῷ προσώπῳ φλέβας καὶ τὸ καταρρέον αἷμα μιγνύντας τῷ πόματι προσφέρεσθαι, τέλος φιλίας νομίζοντας τὸ γεύεσθαι τοῦ ἀλλήλων αἵματος. μετὰ δὲ τὴν προσφορὰν ταύτην συγχρίεσθαι τὴν κεφαλὴν μύρῳ, μάλιστα μὲν ῥοδίνῳ, εἰ δὲ μή, μηλίνῳ, εἰς τὸ ἀποκρούεσθαί τι ἀπὸ τοῦ τόπου καὶ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν οἴνων ἀναθυμιάσεως· εἰ δὲ μή, ἰρίνῳ ἢ ναρδίνῳ. οὐ κακῶς οὖν Ἄλεξίς φησιν ()· "ἐναλείφεται τὰς ῥῖνας· ὑγιείας μέρος μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν."

对于过度在餐前进饮的人而言,胃并不适应,反遭损害,并往往导致摄入的食物腐败。因此,追求健康者应当进行适度的锻炼以促大量排汗,并使用沐浴,以使身体润泽且柔软;此后,应预先进饮极优质的水,在冬季和春季尽可能饮温热的,在夏季则饮凉的,以免过早使胃松弛。预先进饮的分量应当适度,以便此水预先被身体组织所吸收,且不致使葡萄酒的烈性未经调和便散布各处,亦不致冲击血管末端而引发刺痛。如果我们中有人难以做到这一点,可预先摄入温热而冲淡的甜葡萄酒,尤其是被称为“前榨酒”而健胃的那种。微甜的酒也不会使头部沉重,正如希波克拉底在《摄生论》中所言——有人将其题为《论急性病》,有人题为《论大麦饮》,另有人题为《驳尼多斯学派见解》。他说:“甜酒比酒味浓烈的酒更不易引起头重,更少扰乱心智,且在肠道方面比另一种更具通便功效。”但不应像波塞多尼乌斯所说的卡尔马尼亚人那样进饮;因为他们在宴席上表达友好时,会割开脸部的静脉,将流淌的血液混入饮品中饮下,认为品尝彼此的血液乃友谊的极致。在此种摄入之后,应当用香膏涂抹头部,最好用玫瑰香膏,若无,则用温桲香膏,以便从该部位驱除某物,而不致受到葡萄酒蒸气的损害;再若无,则用鸢尾香膏或甘松香膏。因此亚历克西斯说得甚好: “他在鼻孔上涂抹香膏;为大脑提供有益的香气, 乃是健康最重要的部分。”

§2.25

ἐκκλίνειν δὲ δεῖ τὰ πάχη τῶν μύρων ὕδωρ τε πίνειν τὸ κατὰ πρόσοψιν λεπτὸν καὶ διαυγές, ὃ δὴ καὶ κατὰ τὸν σταθμόν ἐστι κοῦφον καὶ οὐδὲν ἐν αὑτῷ γεῶδες ἔχει. τὸ δὲ συμμέτρως θερμαινόμενον καὶ ψυχόμενον ὕδωρ χρηστόν ἐστι καὶ εἰς χάλκεον ἢ ἀργύρεον ἄγγος ἐγχεόμενον οὐ ποιεῖ τὸ ἰῶδες. φησὶ δὲ καὶ Ἱπποκράτης ()· ‘ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ψυχόμενον ἀεὶ κουφότερον.’ μοχθηρὰ δ’ ἐστὶ τὰ βραδέως τὰ ὄσπρια τήκοντα. τοιαῦτα δὲ τὰ νιτρώδη καὶ ἁλμυρά. ἐν δὲ τῷ περὶ ὑδάτων Ἱπποκράτης () καλεῖ τὸ χρηστὸν ὕδωρ πότιμον. τὰ δὲ τῶν ὑδάτων στάσιμα χαλεπά, ὡς τὰ λιμναῖα καὶ τὰ ἑλώδη. ἐστὶ δὲ καὶ τῶν κρηναίων τὰ πλεῖστα σκληρότερα. Ἐρασίστρατος δέ φησιν ὡς ‘δοκιμάζουσί τινες τὰ ὕδατα σταθμῷ ἀνεξετάστως. ἰδοὺ γὰρ τοῦ ἐξ Ἀμφιαράου ὕδατος καὶ τοῦ ἐξ Ἐρετρίας συμβαλλομένων, τοῦ μὲν φαύλου τοῦ δὲ χρηστοῦ ὄντος, οὐδ’ ἥτις ἐστὶ διαφορὰ κατὰ τὸν σταθμόν.’ Ἱπποκράτης δ’ ἐν τῷ περὶ τόπων () ἄριστά φησιν εἶναι τῶν ὑδάτων ὅσα ἐκ μετεώρων χωρίων ῥεῖ καὶ ἐκ λόφων γεηρῶν. ταῦτα γὰρ |λευκὰ καὶ γλυκέα καὶ τὸν οἶνον ὀλίγον φέρειν οἷά τέ ἐστι, τόν τε χειμῶνα θερμαίνεται καὶ τὸ θέρος ψυχρά ἐστιν. ἐπαινεῖ δὲ μάλιστα ὧν τὰ ῥεύματα πρὸς ἀνατολὴν ἡλίου ἔρρωγε καὶ μάλιστα πρὸς τὰς θερινάς. ἀνάγκη γὰρ λαμπρὰ εἶναι καὶ εὐώδη καὶ κοῦφα. Διοκλῆς δέ φησι τὸ ὕδωρ πεπτικὸν εἶναι καὶ ἄφυσον ψυκτικόν τε μετρίως ὀξυδερκές τε3 καὶ ἥκιστα καρηβαρικὸν κινητικόν τε ψυχῆς καὶ σώματος. Πραξαγόρας τε ταὐτά φησι· ἐπαινεῖ δὲ τὸ ὄμβριον, Εὐήνωρ δὲ τὰ λακκαῖα· χρηστότερόν τε εἶναι φάσκει τὸ ἐξ Ἀμφιαράου συμβαλλόμενον τῷ ἐν Ἐρετρίᾳ.

应当避开浓稠的香膏,并饮用外观清澈透明的水,此种水在重量上也轻,且内部不含任何泥土杂质。升温与冷却适度的水是优良的,倒入青铜或银质器皿中也不会产生锈垢。希波克拉底亦说:“迅速升温又迅速冷却的水总是较轻。”缓慢煮烂豆类的水是低劣的;含有天然碳酸钠与盐分的水即属此类。在《论水》中,希波克拉底称优良之水为“可饮之水”。停滞之水有害,例如湖沼与湿地之水。泉水中的大多数也较为坚硬。埃拉西斯特拉托斯说:“有些人未经检验便单凭重量来评定水质。瞧,当把来自安菲阿剌俄斯神庙的水与来自埃雷特里亚的水进行对比时,尽管一方低劣而另一方优良,在重量上却没有任何差异。”希波克拉底在《论风土》中说,从高处和泥土丘陵流出的水是最好的;因为这些水清亮而甘甜,能够承受少量葡萄酒的掺合,且在冬季温暖而在夏季清凉。他尤其赞赏那些向着日出方向、特别是夏至日出方向涌出的水流;因为它们必然明净、芳香且轻盈。狄奥克勒斯说,水有助于消化,不生胀气,适度清凉,使视力敏锐,最不易引起头重,并能振奋灵魂与身体。普拉克萨戈拉斯亦持相同见解并赞赏雨水,欧埃诺尔则赞赏蓄水池之水;欧埃诺尔还声称,安菲阿剌俄斯神庙的水若与埃雷特里亚的水相比,乃是更为优良的。

语法注3 条
  1. 2.24ὡς διᾶναί τε τὸ σῶμα καὶ μαλαχθῆναι

    连词 ὡς 后接不定式(διᾶναι 与 μαλαχθῆναι),表示目的或结果(“以使身体润泽且柔软”),用于说明前文 λουτροῖς(“沐浴”)的功效与目的。

  2. 2.24χάριν τοῦ προαναληφθῆναι τοῦτο εἰς τὴν ἕξιν καὶ μὴ ἀκέραιον ἀναδίδοσθαι τὴν ἀπὸ τοῦ οἴνου δύναμιν μηδὲ τοῖς πέρασι τῶν ἀγγείων προσπίπτουσαν ἐπιδάκνειν

    由介词性副词 χάριν(“为了……”)统辖属格的表示目的的结构。首先由带冠词的不定式 τοῦ προαναληφθῆναι 开始,并通过连词 καὶ 与 μηδέ 并列连接两个宾格不定式结构(μὴ ... ἀναδίδοσθαι 与 μηδὲ ... ἐπιδάκνειν)。后两个不定式的主语为 τὴν ἀπὸ τοῦ οἴνου δύναμιν,表示防止葡萄酒的烈性未经调和便散布各处或刺激血管末梢。

  3. 2.25ὀξυδερκές τε

    形容词 ὀξυδερκής 通常表示主体“视力敏锐的”,但在此处作为谓语修饰 τὸ ὕδωρ 时具有使役或功效含义,意为“使视力敏锐的”或“明目的”。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.24-2.25