- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.21-2.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段叙述了若干终生仅饮水或奶的奇人异士的轶闻,探讨了波斯王室与托勒密王室对特定名水的讲究,并提及将酒混入泉水的典故以及加水调酒的起源。
ὅτι Φύλαρχός φησι () Θεόδωρον τὸν Λαρισσαῖον ὑδροπότην γενέσθαι, τὸν ἀλλοτρίως ἀεί ποτε πρὸς Ἀντίγονον ἐσχηκότα τὸν βασιλέα. φησὶ δὲ καὶ ἐν τῇ ζʹ τοὺς Ἴβηρας πάντας ὑδροποτεῖν καίτοι πλουσιωτάτους ἀνθρώπων ὄντας, μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτας δὲ φορεῖν πολυτελεστάτας. Ἀριστοτέλης δ’ () ἢ Θεόφραστος Φιλῖνόν τινα ἱστορεῖ μήτε ποτῷ χρήσασθαί ποτε μήτε ἐδέσματι ἄλλῳ ἢ μόνῳ γάλακτι πάντα τὸν βίον. Πύθερμος δὲ () ἐν τοῖς Πειραιῶς τυραννεύουσι καταγράφει καὶ Γλαύκωνα ὑδροπότην. Ἡγήσανδρος δ’ ὁ Δελφὸς Ἀγχίμολον καὶ Μόσχον φησὶ () τοὺς ἐν Ἤλιδι σοφιστεύσαντας ὑδροποτῆσαι πάντα τὸν βίον καὶ μόνα σῦκα προσφερομένους οὐδενὸς ἧττον διακεῖσθαι σώμασιν ἐρρωμενεστέρους· τὸν δ’ ἱδρῶτα δυσώδη οὕτως ἔχειν ὡς πάντας αὐτοὺς ἐκκλίνειν ἐν τοῖς βαλανείοις. Μᾶτρις δ’ ὁ Θηβαῖος ὃν ἐβίω χρόνον οὐδὲν ἐσιτεῖτο ἢ μυρρίνης ὀλίγον, οἴνου δὲ καὶ τῶν ἄλλων πάντων ἀπείχετο πλὴν ὕδατος. ὑδροπότης δ’ ἦν καὶ Λάμπρος ὁ μουσικός, περὶ οὗ Φρύνιχός φησι ()· "καὶ νιγλάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνῃσκεν, ἄνθρωπος ὢν ὑδατοπότης, μινυρὸς ὑπερσοφιστής, Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου." Μάχων δ’ ὁ κωμικὸς ὑδροπότου Μοσχίωνος μέμνηται ().
菲拉尔库斯说,拉里萨的塞奥多罗斯成了一名只喝水的人——此人向来对安提柯国王怀有敌意。他在第七卷中还说,伊比利亚人尽管是世上最富有的人,却全都只喝水;他又说他们出于吝啬,始终一日只进一餐,却穿着极尽奢华的衣物。亚里士多德或泰奥弗拉斯托斯记载,有个叫菲利努斯的人终其一生除乳汁外未曾用过任何其他饮品或食物。皮塞穆斯在记述比雷埃夫斯的僭主们时,亦将格劳孔列为只喝水者。德尔斐的赫革桑德罗斯说,曾在厄利斯以智者为业的安基莫洛斯和莫斯科斯终身只喝水,仅食无花果,而体魄之强健却不逊于任何人;然而他们的汗液奇臭无比,以至于在公共浴场中人人都躲着他们。忒拜的马特里斯在世期间,除了少许香桃木浆果外不吃任何东西,且戒绝葡萄酒及除水以外的一切。音乐家兰普罗斯也是个只喝水的人,弗吕尼库斯谈及他时说道: “哀悼那兰普罗斯在其中咽气的短促颤音, 他是一个喝水的家伙,哀鸣的超级智者, 缪斯们的骷髅,夜莺们的寒战,哈得斯的赞歌。” 喜剧诗人马孔亦提及只喝水的莫斯基翁。
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ μέθης φησὶν () ὅτι ἁλμυράς τινες προσφερόμενοι τροφὰς ἄδιψοι διέμειναν· ὧν ἦν Ἀρχωνίδης ὁ Ἀργεῖος. Μάγων δὲ ὁ Καρχηδόνιος τρὶς τὴν ἄνυδρον διῆλθεν ἄλφιτα ξηρὰ σιτούμενος καὶ μὴ πίνων. Πολέμων δ’ ὁ Ἀκαδημαικὸς ἀρξάμενος ἀπὸ τριάκοντα ἐτῶν ὑδροπότησε μέχρι θανάτου, ὡς ἔφη Ἀντίγονος ὁ Καρύστιος (). Διοκλῆ τε τὸν Πεπαρήθιόν φησι Δημήτριος ὁ Σκήψιος () μέχρι τέλους ψυχρὸν ὕδωρ πεπωκέναι. αὐτὸς δὲ περὶ αὑτοῦ μάρτυς ἀξιόχρεως Δημοσθένης ὁ ῥήτωρ () φάσκων χρόνον τινὰ ὕδωρ μόνον πεπωκέναι. καὶ Πυθέας γοῦν φησιν ()· ‘ἀλλὰ τοὺς νῦν δημαγωγοὺς ὁρᾶτε ὡς ἐναντίως τοῖς βίοις διάκεινται. ὃ μὲν γὰρ ὑδροποτῶν καὶ μεριμνῶν τὰς νύκτας, ὥς φασιν, ὃ δὲ1 πορνοβοσκῶν καὶ μεθυσκόμενος κατὰ τὴν ἡμέραν ἑκάστην προγάστωρ ἡμῖν ἐν ταῖς ἐκκλησίαις ἀνακαλεῖ.’ Εὐφορίων δὲ ὁ Χαλκιδεὺς οὕτω που γράφει ()· ‘Λασύρτας ὁ Λασιώνιος οὐδὲν προσεδεῖτο ποτοῦ καθάπερ οἱ ἄλλοι, οὖρον δὲ προίετο καθάπερ πάντες ἄνθρωποι. καὶ πολλοὶ διὰ φιλοτιμίαν ἐπεχείρησαν παρατηρῆσαι καὶ ἀπέστησαν πρὸ τοῦ εὑρεῖν τὸ πραττόμενον. θέρους γὰρ ὥρᾳ καὶ τριακονθήμερον προσεδρεύοντες καὶ οὐδενὸς μὲν ὁρῶντες ἀπεχόμενον ἁλμυροῦ, τὴν κύστιν δ’ αὐτοῦ ἔχοντα2 συνεπείσθησαν ἀληθεύειν. ἐχρῆτο δὲ καὶ τῷ ποτῷ, ἀλλ’ οὐδὲν ἧττον οὐ προσεδεῖτο τούτου.’ ".. μεταλλάξαι διάφορα βρώματα ἐσθ’ ἡδύ," φησὶν Ἀντιφάνης (), "καὶ τῶν πολλάκις θρυλουμένων διάμεστον ὄντα τὸ παραγεύσασθαί τινος καινοῦ παρέσχε διπλασίαν τὴν ἡδονήν."
亚里士多德在《论醉酒》中说,有些人即便吃咸食也不会感到口渴;阿耳戈斯人阿尔科尼德斯便是其中之一。迦太基人马戈曾三次穿过无水干旱的沙漠,仅食干大麦粉而不喝水。卡律斯托斯的安提柯说,学园派的波勒蒙从三十岁起便一直只喝水直至去世。斯凯普西斯的德米特里乌斯说,佩帕瑞索斯的狄奥克勒斯直到生命终点都只饮冷水。演说家德摩斯梯尼本人也是关于自身的可靠证人,自陈有一段时间只喝水。皮特阿斯亦说:“看如今的煽动家们,他们的生活方式是何等针锋相对!一人据称整夜喝着水冥思苦想,另一人则天天经营妓院、纵酒沉醉,挺着大肚子在公民大会上对着我们高呼喝斥。”哈尔基斯的尤福里翁在某处这样写道:“拉西翁的拉苏尔塔斯不像其他人那样需要饮水,却像所有人一样排尿。许多人出于争胜心试图暗中监视他,却在弄清真相前便放弃了。因为在夏季他们守视了三十天,见他并未忌避任何咸食,而其膀胱却依旧正常蓄泄,便深信他所言非虚。他有时也会饮用浆水,但即便如此,他也丝毫不需要它。” “……变换不同的食物 是惬意的,”安提法涅斯说, “而对于厌足了常谈之物的人来说, 尝一尝某种新奇之物, 便带来了加倍的愉悦。”
ὁ Περσῶν βασιλεύς, ὥς φησιν ἐν τῇ αʹ Ἡρόδοτος (), ὕδωρ ἀπὸ τοῦ Χοάσπεω πιεῖν ἄγεται3 τοῦ παρὰ Σοῦσα ῥέοντος· τοῦ μόνου πίνει ὁ βασιλεύς. τοῦ δὲ τοιούτου ὕδατος ἀπεψημένου πολλαὶ κάρτα ἅμαξαι τετράκυκλοι ἡμιόνειαι κομίζουσαι ἐν ἀγγείοις ἀργυρέοισιν ἕπονταί οἱ.’ Κτησίας δὲ ὁ Κνίδιος καὶ ἱστορεῖ () ὅπως ἕψεται τὸ βασιλικὸν τοῦτο ὕδωρ καὶ ὅπως ἐναποτιθέμενον τοῖς ἀγγείοις φέρεται τῷ βασιλεῖ, λέγων αὐτὸ καὶ ἐλαφρότατον καὶ ἥδιστον εἶναι. καὶ ὁ τῆς Αἰγύπτου δὲ βασιλεὺς δεύτερος ὁ Φιλάδελφος ἐπίκλην ἐκδοὺς τὴν αὑτοῦ θυγατέρα Βερενίκην Ἀντιόχῳ τῷ Συρίας βασιλεῖ ἐν ἐπιμελείᾳ εἶχε πέμπειν αὐτῇ τὸ ἀπὸ τοῦ Νείλου ὕδωρ, ἵνα μόνου τούτου ἡ παῖς πίνῃ, ἱστορεῖ Πολύβιος (). Ἡλιόδωρος δέ φησι () τὸν Ἐπιφανῆ Ἀντίοχον, ὃν διὰ τὰς πράξεις Πολύβιος Ἐπιμανῆ καλεῖ, τὴν κρήνην τὴν ἐν Ἀντιοχείᾳ κεράσαι οἴνῳ· καθάπερ καὶ τὸν Φρύγα Μίδαν φησὶ Θεόπομπος (), ὅτε ἑλεῖν τὸν Σιληνὸν ὑπὸ μέθης ἠθέλησεν. ἐστὶ δὲ ἡ κρήνη, ὥς φησι Βίων (), μέση Μαιδῶν καὶ Παιόνων Ἴννα καλουμένη. Στάφυλος δέ φησι () τὴν τοῦ οἴνου πρὸς τὸ ὕδωρ κρᾶσιν Μελάμποδα πρῶτον εὑρεῖν. φησὶ δὲ καὶ πεπτικώτερον τοῦ οἴνου τὸ ὕδωρ Πλειστόνικος.
如希罗多德在第一卷中所说,波斯国王取流经苏萨旁的乔阿斯佩斯河之水饮用;国王只喝这水。“当这水被煮沸后,有极多的四轮骡车载着用银器盛装的水跟随国王。”克尼多斯的克特西亚斯亦记载了这皇家饮用水是如何被煮沸、如何存入器皿并运送给国王的,并称其既极轻清又极甘甜。波利比乌斯记载,号称“爱姐(妹)者”的埃及第二任国王将自己的女儿贝勒尼基嫁给叙利亚国王安条克时,格外关照要将尼罗河的水送给她,好让这姑娘只饮用此水。赫利奥多罗斯说,因其作为而被波利比乌斯称为“癫狂者”的安条克·埃庇法涅斯曾将葡萄酒掺入安条克的泉水中;泰奥彭普斯说,弗律癸亚的弥达斯当年企图以醉酒俘获西勒诺斯时也曾如法炮制。比翁说,那眼泉位于迈多伊人与培奥尼亚人之间,名叫因纳。斯塔费洛斯说,最初发明将葡萄酒与水调和的人是墨兰普斯。普勒斯托尼库斯亦说,水比葡萄酒更容易消化。
- 2.22ὃ μὲν γὰρ ... ὃ δὲ ...
相当于指示代词或冠词主格构成的 ὁ μέν ... ὁ δέ ...(“一人……而另一人……”),在此用于对比两位民众领袖(德摩斯梯尼与另一位政敌)。
- 2.22τὴν κύστιν δ’ αὐτοῦ ἔχοντα
字面直译为“其膀胱持存/完好”。与前面的“见他并未忌避任何咸食”相对照,指众人目睹其身体依然有正常的尿液蓄积与排泄功能,从而证实他在不需饮水的情况下生理排泄依然如常。
- 2.23ὕδωρ ἀπὸ τοῦ Χοάσπεω πιεῖν ἄγεται
不定词 πιεῖν 作目的状语(“以供饮用”)。动词 ἄγεται 为中间态,表示“为自己运来/取来”。
