- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.18-2.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
述者引用喜剧和史书探讨了科林斯之水的轻盈以及希腊各地奇特的泉水与河流,并引述诗句对比了水与葡萄酒对人智性的影响。
σταθμήσας τὸ ἀπὸ τῆς ἐν Κορίνθῳ Πειρήνης καλουμένης ὕδωρ κουφότερον πάντων εὗρον τῶν κατὰ τὴν Ἑλλάδα. οὐ γὰρ Ἀντιφάνει τῷ κωμικῷ πεπίστευκα λέγοντι κατὰ πολλὰ τὴν Ἀττικὴν διαφέρουσαν τῶν ἄλλων καὶ ὕδωρ κάλλιστον ἔχειν. φησὶ γάρ ()· "οἷα δ’ ἡ χώρα φέρει διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης, τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ τὸν Δία, πάνυ φέρει. Α. βοσκήματ᾽, ἔρια, μύρτα, θύμα, πυρούς, ὕδωρ, ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ. τὸ ὕδωρ ποταμοῦ σῶμά φησί που Εὔβουλος ὁ" κωμῳδιοποιὸς () εἰρηκέναι Χαιρήμονα τὸν τραγικόν ()· "ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν." καὶ ἡμῶν δὲ πᾶσα δύναμις ἐξ ὑδάτων ἄρδεται. ἐν Τήνῳ κρήνη ἐστὶν ἧς τῷ ὕδατι οἶνος οὐ μίγνυται. Ἡρόδοτος δὲ ἐν τετάρτῃ () τὸν Ὕπανίν φησιν ἀπὸ μὲν τῶν πηγῶν φερόμενον ἐπὶ πέντε ἡμέρας βραχὺν εἶναι καὶ γλυκύν, μετὰ δὲ ἄλλων τεσσάρων ἡμερῶν πλόον πικρὸν γίνεσθαι ἐκδιδούσης εἰς αὐτὸν κρήνης τινὸς πικρᾶς. Θεόπομπος () δέ φησι περὶ τὸν Ἐριγῶνα ποταμὸν ὀξὺ εἶναι ὕδωρ καὶ τοὺς πίνοντας αὐτὸ μεθύσκεσθαι καθὰ καὶ τοὺς τὸν οἶνον.
在称量了科林斯所谓的珀瑞涅泉的水之后,我发现它是全希腊所有水中最轻清的。因为我不相信喜剧诗人安提法涅斯的说法,他说阿提卡在许多方面胜过其他地方,且拥有最好的水。因为他说: “而这片土地所出产的物品, 希波尼库斯啊,胜过整个天下: 蜂蜜、面包、无花果。——乙:无花果,凭宙斯起誓, 确实出产极丰。——甲:牲畜、羊毛、香桃木、百里香、 小麦、水, 以至于我只要一饮阿提卡的水便能立刻辨认出来。” 喜剧诗人尤布卢斯在某处提到,悲剧诗人凯瑞蒙曾称水为“河流的身躯”: “当我们穿过圣所的围墙, 渡过那作为河流身躯的水流时。” 而我们全部的能力也是由水滋养灌溉的。 在提诺斯岛有一眼泉水,葡萄酒无法与该泉的水相混合。希罗多德在第四卷中说,许帕尼斯河自源头流出,五天的程期内水浅而甘甜,但在经过另四天的航程后,便因有一眼苦泉汇入其中而变苦。泰奥彭普斯说,埃里贡河一带的水是酸性的,饮用它的人会像饮葡萄酒的人一样沉醉。
Ἀριστόβουλος δ’ ὁ Κασανδρεύς φησιν () ἐν Μιλήτῳ κρήνην1 εἶναι Ἀχίλλειον καλουμένην, ἧς τὸ μὲν ῥεῦμα εἶναι γλυκύτατον, τὸ δ᾽ ἐφεστηκὸς ἁλμυρόν· ἀφ’ ἧς οἱ Μιλήσιοι περιρράνασθαί φασι τὸν ἥρωα, ὅτε ἀπέκτεινε Τράμβηλον τὸν τῶν Λελέγων βασιλέα. φασὶ δὲ καὶ ὅτι τὸ περὶ Καππαδοκίαν ὕδωρ πολύ τε ὂν καὶ κάλλιστον οὐ σήπεται ἀπόρρυσιν οὐκ ἔχον, πλὴν εἰ μὴ ὑπὸ γῆν ῥέοι.2 Πτολεμαῖος δὲ ὁ βασιλεὺς ἐν ἑβδόμῳ ὑπομνημάτων () ‘ἐπὶ Κορίνθου προάγουσι, φησίν, ἡμῖν διὰ τῆς Κοντοπορείας καλουμένης κατὰ τὴν ἀκρώρειαν προσβαίνουσιν’ εἶναι κρήνην νᾶμα ἀνιεῖσαν χιόνος ψυχρότερον· ἐξ ἧς πολλοὺς μὴ πίνειν ἀποπαγήσεσθαι προσδοκῶντας, αὐτὸς δὲ λέγει πεπωκέναι. Φύλαρχος δέ φησιν () ἐν Κλείτορι εἶναι κρήνην ἀφ’ ἧς τοὺς πιόντας οὐκ ἀνέχεσθαι τὴν τοῦ οἴνου ὀδμήν. Κλέαρχός φησι () τὸ μὲν ὕδωρ ὥσπερ καὶ τὸ γάλα λευκὸν λέγεσθαι, οἶνον δὲ καθάπερ καὶ τὸ νέκταρ ἐρυθρόν, μέλι δὲ καὶ ἔλαιον χλωρόν, τὸ δ’ ἐκ τῶν μόρων θλιβόμενον μέλαν. Εὔβουλος εὑρετικούς φησι τὸ ὕδωρ ποιεῖν τοὺς πίνοντας αὐτὸ μόνον (), "τὸν δ’ οἶνον ἡμῶν τῷ φρονεῖν ἐπισκοτεῖν." τὰ αὐτὰ δ’ ἰαμβεῖα καὶ Ὠφελίων φησί ().
卡桑德里亚的阿里斯托布卢斯说,在米利都有一眼被称为阿喀琉斯的泉,其水流极为甘美,但浮于表层的部分却是咸的;米利都人说,当年英雄〔阿喀琉斯〕杀死勒勒吉斯人的国王特兰贝尔斯时,曾用这泉水洗涤净身。人们还说,卡帕多细亚一带的水既丰沛又极其纯净,即便没有流出的出水口也不会腐坏,除非它流于地下。托勒密国王在其《回忆录》第七卷中说:“当我们通过所谓的孔托波瑞亚向科林斯进军,沿着山脊向上攀登时,有一眼泉水涌出比雪还冰凉的清流”;许多人因预料会被冻死而不敢饮用此水,但他自述曾饮用过。菲拉尔库斯说,在克勒托尔有一眼泉水,凡饮用过该泉水的人便无法忍受葡萄酒的气味。克勒阿尔库斯说,水正如奶一般被称为白色,葡萄酒正如琼浆一般被称为红色,蜂蜜和油被称为淡绿(浅黄)色,而从桑椹中榨出的汁液则被称为黑色。 尤布卢斯说,只喝水能使饮者富有创造力,“而葡萄酒则遮蔽我们的智性。” 奥斐利翁亦吟诵了相同的抑扬格诗句。
τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη· ‘Ἄμφις ὁ κωμικός πού φησιν ()· "ἐνῆν ἄρ᾽, ὡς ἔοικε, κἀν οἴνῳ λόγος· ἔνιοι δ’ ὕδωρ πίνοντές εἰσ’ ἀβέλτεροι." Ἀντιφάνης δέ ()· "οἴνῳ.... τὸν οἶνον ἐξελαύνειν,3 σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα, κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην, αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ, στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην, πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα." ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον. Σώφρων ()· ‘ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.’
像演说家们那样就着水钟的水讲完这些话并略作停顿之后,他又说道:“喜剧诗人安菲斯在某处说: ‘看来葡萄酒中原来亦含有真知理智; 而有些喝水的人却是十足的蠢汉。’ 安提法涅斯则说: ‘以葡萄酒……驱逐葡萄酒, 以军号驱逐军号,以传令官驱逐大声喧哗者, 以疲劳驱逐疲劳,以噪音驱逐噪音,以三个奥波尔驱逐娼妓, 以蛮横驱逐蛮横,以厨子驱逐卡利斯特拉托斯, 以派系驱逐派系,以战斗驱逐战斗,以青肿伤痕驱逐拳击手, 以辛劳驱逐辛劳,以诉讼驱逐诉讼,以女人驱逐女人。’” 古人对水亦使用“纯的(未调和的)”一词。索弗隆说:“将纯水注入杯中。”
- 2.18ἐπὶ Κορίνθου προάγουσι, φησίν, ἡμῖν διὰ τῆς Κοντοπορείας καλουμένης κατὰ τὴν ἀκρώρειαν προσβαίνουσιν’ εἶναι κρήνην
托勒密回忆录中间接引语结构,受主动词 φησίν 统辖。在“宾格加不定词”结构中,κρήνην 为不定词 εἶναι(表示存在)的逻辑主语,而与格分词与代词 ἡμῖν ... προάγουσι ... προσβαίνουσιν 则作关系与格或所有与格(“对于行军攀登中的我们来说,有一眼泉水……”)。
- 2.19πλὴν εἰ μὴ ὑπὸ γῆν ῥέοι
短语 πλὴν εἰ μή 为固定习语,意为“除非……”、“若非……”(πλὴν εἰ 与否定词 μή 的重叠)。其后的 ῥέοι 为现在时祈愿语气,表示泛指的假设条件(“除非它流于地下”)。
- 2.20οἴνῳ .... τὸν οἶνον ἐξελαύνειν
不定词 ἐξελαύνειν 用作箴言式或祈使性不定词,或依附于省略的主动词(如“应当……”、“人们惯于……”)。由手段与格(οἴνῳ, σάλπιγγι 等)与宾格宾语(τὸν οἶνον, τὴν σάλπιγγα 等)构成对举,表达“以同类驱逐/医治同类”的对治结构。
