← 阿特纳奥斯

学者们的宴会

§2.16-2.17

水的密度重量差异与各地的奇异泉水

本段讨论了水的密度、重量、温度及地形差异,其对水钟计时的影响,并列举了各地具有特殊性状(如含油、具酒味、带酸味、温泉等)的泉水泉源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.16

ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη ἐστὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι· τοῦτο γὰρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ πλῆρες τὸ στόμα. τὰ δὲ πρὸς τοῖς περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐνενήκοντα ἕξ,1 θέρους δὲ τεσσαράκοντα ἕξ. συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος. διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας2 ἐν τῷ χειμῶνι, ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος. καὶ ταὐτὰ περὶ Αἰγύπτου φησίν, ὅπου μαλακώτερος ὁ ἀήρ. τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας, ὡς τὸ θαλάσσιον, θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ ὁμοίως πάσχον. μόνον δ’ ἀτέραμνον3 τῶν ἁλυκῶν τὸ τῆς Ἀρεθούσης. χείρω δ’ ἐστὶ τὰ βαρυσταθμότερα καὶ τὰ σκληρότερα καὶ τὰ ψυχρότερα διὰ τὰς αὐτὰς αἰτίας· δυσκατεργαστότερα γάρ ἐστι τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν, τὰ δὲ ψυχρότητος ὑπερβολῇ. τὰ δὲ ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά. ἐν Κραννῶνι δ’ ἐστὶν ὕδωρ ἡσυχῇ θερμόν, ὃ διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας. τὰ δ’ ἐπίρρυτα καὶ ἐξ ὀχετοῦ ὡς ἐπίπαν βελτίω τῶν στασίμων, κοπτόμενά τε μαλακώτερα γίνεται. διὰ τοῦτο καὶ τὰ ἀπὸ τῆς χιόνος δοκεῖ χρηστὰ εἶναι· καὶ γὰρ ἀνάγεται τὸ ποτιμώτερον καὶ τοῦτο κεκομμένον ἐστὶ τῷ ἀέρι· διὸ καὶ τῶν ὀμβρίων βελτίω· καὶ τὰ ἐκ κρυστάλλου δὲ διὰ τὸ κουφότερα εἶναι· σημεῖον δ’ ὅτι καὶ ὁ κρύσταλλος αὐτὸς κουφότερος τοῦ ἄλλου ὕδατος. τὰ δὲ ψυχρὰ σκληρά, διότι γεωδέστερα. τὸ δὲ σωματῶδες καὶ θερμανθὲν θερμότερον καὶ ψυχθὲν ψυχρότερόν ἐστι. κατὰ τὴν αὐτὴν δ’ αἰτίαν καὶ τὰ ἐν τοῖς ὄρεσι ποτιμώτερα τῶν ἐν τοῖς πεδίοις· ἧττον γὰρ μέμικται τῷ γεώδει. ποιεῖ δὲ τὸ γεῶδες καὶ τὰς ἐπιχρόας τῶν ὑδάτων. τὸ γοῦν τῆς ἐν Βαβυλῶνι λίμνης ἐρυθρὸν γίνεται ἐπί τινας ἡμέρας· τὸ δὲ τοῦ Βορυσθένους κατά τινας χρόνους ἰοβαφὲς καίπερ ὄντος καθ’ ὑπερβολὴν λεπτοῦ· σημεῖον δέ· τοῦ Ὑπάνιος ἐπάνω γίνεται διὰ κουφότητα τοῖς βορείοις.4

有些水质地厚实,本身自带某种重量,正如特罗曾的水;因为这种水立刻就能让品尝者满口饱胀。而潘盖翁山一带矿区近旁的水,在冬季一科堤勒重达九十六德拉克马,在夏季则为四十六德拉克马。因为寒冷使它更加收缩致密。因此,它流在水钟里时,在冬季无法准确标出时刻,反而因其黏稠导致流速较慢而有所富余。关于气候更为温和的埃及,他也谈及了相同的情况。而含盐的水则含有更多土质,需要更多的消化分解,正如海水一般,具有更温热的天性,不会发生同样的变异。然而在咸水中,唯有阿瑞图萨的水不易煮软且难于消化。那些更沉重、更坚硬、更冰冷的水,因同样的原因品质更劣;因为有些水由于含有大量的土质而更难消化,另一些则因过度冰冷而难以消化。而迅速变热的水则轻盈且有益健康。在克兰农有一种微温的水,能使调和于其中的葡萄酒保存两至三天。一般而言,流动的水和水道引来的水优于停滞的死水,且经冲荡后变得更加柔和。因此,雪融之水也被认为是良好的;因为其更宜饮用的部分已被蒸发提炼,且此水经过空气的拍击;故而它甚至胜于雨水;化自坚冰的水也因其更为轻盈而优良;其证据在于坚冰本身即比其他水更轻。冷水性硬,因其含土质更多。而厚实之水,受热则更热,遇冷则更冷。基于同样的缘故,山中的水比平原的水更宜饮用;因为与土质的掺杂较少。土质亦会造成水色的变化。例如巴比伦湖泊的水会连续数日变为红色;而博里斯提涅斯河的水在某些时期呈青紫色,尽管该河的水质极其轻清;证据在于:在刮北风时,由于其轻盈,它会浮在许帕尼斯河的水面之上。

§2.17

πολλαχοῦ δ’ εἰσὶ κρῆναι αἳ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν, πρὸς ἥν φασι τοὺς ἐγχωρίους ὑποπίνειν5 προσιόντας, ἁλμώδεις δ’ ἅμα τῷ ὀξεῖ ἐν Σικανοῖς τῆς Σικελίας. ἐν τῇ Καρχηδονίων δὲ ἐπικρατείᾳ κρήνη ἐστὶν ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον δὲ τὴν χρόαν· ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς τὰ πρόβατα καὶ τὰ κτήνη. καὶ παρ’ ἄλλοις δ’ εἰσὶ λίπος ἔχουσαι τοιοῦτον, ὡς ἡ ἐν Ἀσίᾳ, ὑπὲρ ἧς Ἀλέξανδρος ἐπέστειλεν ὡς ἐλαίου κρήνην εὑρηκώς. καὶ τῶν θερμῶν δ’ ἐκ φύσεως ὑδάτων ἔνια γλυκέα ἐστίν, ὡς τὰ ἐν Αἰγαῖς τῆς Κιλικίας καὶ περὶ Παγασὰς τά τ’ ἐν τῇ Τρωικῇ Λαρίσσῃ καὶ περὶ Μαγνησίαν καὶ ἐν Μήλῳ καὶ Λιπάρᾳ· ἐν δὲ Προύσῃ τῇ πρὸς τὸν Μύσιον Ὄλυμπον τὰ βασιλικὰ καλούμενα. τὰ δ’ ἐν Ἀσίᾳ περὶ Τράλλεις καὶ τὸν Χαρακωμήτην ποταμόν, ἔτι δὲ Νῦσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὡς μὴ δεῖσθαι τοὺς ἐναπολουμένους ἐλαίου. τοιαῦτα καὶ τὰ ἐν Δασκύλου κώμῃ. τὰ δ’ ἐν Καρούροις κατάξηρα καὶ σφόδρα θερμά· τὰ δὲ περὶ Μηνὸς κώμην, ἥ ἐστι Φρυγίας, τραχύτερά ἐστι καὶ λιτρωδέστερα, ὡς καὶ τὰ ἐν τῇ καλουμένῃ Λέοντος κώμῃ τῆς Φρυγίας. τὰ δὲ περὶ Δορύλαιον καὶ πινόμενά ἐστιν ἥδιστα· τὰ γὰρ περὶ Βαίας ἢ Βαίου λιμένα τῆς Ἰταλίας παντελῶς ἄποτα.

在许多地方都有各具特性的泉水,有的更宜饮用且具有葡萄酒风味,例如帕夫拉戈尼亚附近的泉水,据说当地人走近饮用便会微醺;而西西里锡卡尼人地域的泉水则是咸而兼带酸味。在迦太基人的统治领域内有一眼泉水,其表面漂浮之物犹如香油,但色泽较深;人们将其刮下聚成团丸,涂抹于绵羊和牲畜。在其他地方亦有蕴含此种油脂的泉水,例如在亚细亚的一处,亚历山大曾致信称自己发现了一处油之泉。在天然温热的水中,亦有甘甜者,如奇里乞亚的艾盖、帕加萨伊一带、特洛阿斯的拉里萨、马格涅西亚一带,以及米洛斯岛和利帕拉岛的温泉;还有在靠近密西亚奥林匹斯山的普鲁萨,那被称为“御泉”的水。小亚细亚特拉勒斯一带、卡拉科墨忒斯河畔以及纽萨城的水极为润滑,以致在其中洗浴者无需再用油。达斯库洛斯村的水亦是如此。卡鲁拉的水极度干燥且炽热无比;而弗律癸亚的门神村周围的水则更为苦涩粗糙且含有更多的天然碱成分,正如在弗律癸亚所谓狮子村的水一样。多律莱翁一带的水甚至饮用起来亦极为甘美;因为意大利的巴伊埃(即拜俄斯港)一带的水是完全无法饮用的。

语法注5 条
  1. 2.16τὴν κοτύλην ἄγουσαν ἔχει ἐνενήκοντα ἕξ

    动词 ἄγω 在称量与计量语境中意为“重达”、“称出……重量”。此处现在分词 ἄγουσαν 修饰容量单位 τὴν κοτύλην(科堤勒),并支配数词 ἐνενήκοντα ἕξ,此处省略了重量/货币单位 δραχμάς(德拉克马),意为“每一科堤勒重达九十六[德拉克马]”。

  2. 2.16ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας

    γνώμων 通常指日晷的指针,但在此处由于其后接流动之水(ῥέον)的语境,指水钟(漏壶)或其刻度标尺。动词 ἀναδίδωμι 意为“报出、标明”,整句构成“流淌在水钟里时,不能准确标出时辰”的技术性表达。

  3. 2.16ἀτέραμνον

    形容词 ἀτέραμνος 本为烹饪与医学用语,专指豆类等煮不烂、煮不软的特性,引申为“难消化的、坚硬难驯的”。在此处指阿瑞图萨泉的咸水与其他咸水不同,性质顽固,难以通过受热煮软或被人体消化。

  4. 2.16τοῖς βορείοις

    实质化的阳性复数与格(省略了 ἄνεμοι,即北风),用作表时间或气候环境的与格(“在北风吹拂时”)。它交代了博里斯提涅斯河的水因比重轻,而在刮北风的气象条件下浮在许帕尼斯河水之上的情境。

  5. 2.17ὑποπίνειν

    前缀 ὑπο- 在复合词中起缓和或减弱程度的作用(“略微、悄悄”),与 πίνω(饮酒)结合表示“微醺、小酌起醉”。说明此泉水带有葡萄酒风味,饮用者会产生适度的醉意,而非酩酊大醉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:2.16-2.17