← 阿特纳奥斯

学者们的宴会

§1.60-1.62

埃及葡萄酒与啤酒及甘蓝解宿醉之功效

本节论述马烈奥提斯与塔伊尼奥提斯等埃及各地葡萄酒的特性,关于葡萄树起源的传说,大麦酒(啤酒)的饮用,以及援引喜剧诗人的见解论述甘蓝(卷心菜)解宿醉的效力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.60

" ὦ γλῶσσα, σιγήσασα τὸν πολὺν χρόνον, πῶς δῆτα τλήσῃ πρᾶγμ’ ὑπεξελθεῖν τόδε; ἦ τῆς ἀνάγκης οὐδὲν ἐμβριθέστερον, ὑφ’ ἧς τὸ κρυφθὲν ἐκφανεῖς ἀνακτόρων," φησὶ Σοφοκλῆς (). "αὐτὸς ἐμαυτοῦ Ἰόλεώς τε καὶ Ἀλκείδης γενήσομαι. ὅτι ὁ Μαρεώτης οἶνος ὁ Ἀλεξανδρεωτικὸς τὴν μὲν" προσηγορίαν ἔχει ἀπὸ τῆς ἐν Ἀλεξανδρείᾳ λίμνης Μαρείας καὶ τῆς παρ’ αὐτὴν πόλεως ὁμωνύμου, ἣ πρότερον μὲν ἦν μεγίστη, νῦν δὲ κώμης περιείληφε μέγεθος, τὴν προσηγορίαν λαβοῦσα ἀπὸ Μάρωνος ἑνὸς τῶν μετὰ Διονύσου τὰς στρατείας πεποιημένων. πολλὴ δὲ ἡ περὶ τὴν γῆν ταύτην ἄμπελος, ἧς καὶ ἡ σταφυλὴ πάνυ βρωθῆναι εὔστομος1 καὶ ὁ γινόμενος οἶνος κάλλιστος· λευκός τε γὰρ καὶ ἡδύς, εὔπνους, εὐανάδοτος, λεπτός, κεφαλῆς οὐ καθικνούμενος, διουρητικός. τούτου δὲ καλλίων ὁ Ταινιωτικὸς καλούμενος. ταινία δ’ ἐστὶν ἐπιμήκης περὶ τοὺς αὐτοὺς τόπους, ἀφ’ ἧς οἱ γινόμενοι οἶνοί εἰσι μὲν ἠρέμα ὑπόχλωροι, ἐμφαίνοντές τι ἐν αὑτοῖς λιπαρόν, ὃ κατὰ τὴν τοῦ ὕδατος κρᾶσιν ἀναλύεται κατὰ βραχύ, ὡς καὶ τὸ μέλι τὸ Ἀττικὸν ἀνακιρνάμενον. οὗτος ὁ Ταινιωτικὸς πρὸς τῷ ἡδὺς εἶναι ἔχει τι καὶ ἀρωματῶδες ἠρέμα ἐπιστῦφον. ἡ δὲ περὶ τὸν Νεῖλον ἄμπελος πλείστη μὲν αὐτή, ὅσος καὶ ὁ ποταμός. καὶ πολλαὶ τῶν οἴνων αἱ ἰδιότητες κατά τε τὰ χρώματα καὶ τὴν προσφοράν. τούτους δ’ ὑπερβάλλει ὁ κατὰ Ἄντυλλαν πόλιν οὐ μακρὰν οὖσαν Ἀλεξανδρείας, ἧς τοὺς φόρους οἱ τότε βασιλεῖς Αἰγύπτιοί τε καὶ Πέρσαι ταῖς γαμεταῖς ἐδίδοσαν εἰς ζώνας. ὁ δὲ κατὰ τὴν Θηβαίδα καὶ μάλιστα ὁ κατὰ τὴν Κόπτον πόλιν οὕτως ἐστὶ λεπτὸς καὶ εὐανάδοτος καὶ ταχέως πεπτικὸς ὡς καὶ τοῖς πυρεταίνουσι διδόμενος μὴ βλάπτειν. σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι (). ἦν δὲ τραγικὸς ποιητὴς ὁ Ἀστυδάμας.

“啊,舌头啊,沉默了这许久, 你究竟怎敢道出这桩大事? 确实,没有什么比必然性更为沉重, 正是在它的逼迫下,你将揭示王宫隐秘之事,”正如索福克勒斯所说。 “我将成为我自己的伊奥拉奥斯和阿尔克伊得斯(赫拉克勒斯)。” 亚历山大里亚的马烈奥提斯酒得名于亚历山大里亚的马烈亚湖以及湖畔的同名城邦;该城昔日极其庞大,如今则仅存村落之规模,其名得自马隆,他是随同狄奥尼索斯远征的勇士之一。此地周边的葡萄树极为丰盛,其葡萄极宜食用,所产之酒亦极佳;因其色白、甘甜、芳香、易吸收、质薄、不上头且极利尿。比之更佳的是名为塔伊尼奥提斯的酒。在那些地方附近有一道狭长的沙洲(塔伊尼亚),由此出产的酒略显淡青色,内含某种油性光泽,与水调和时便会徐徐化开,正如同阿提卡的蜂蜜被冲调时一般。此塔伊尼奥提斯酒除甘美之外,更兼具某种芳香且略微收敛。尼罗河畔的葡萄树本身亦极多,其广袤堪与河流相媲。就颜色与饮后效应而言,各类酒的特质亦多种多样。超越这些的,是产自离亚历山大里亚不远的安图拉城的酒,当时埃及与波斯的诸王曾将该城的赋税赐予王后作为腰带(脂粉)之用。而底比斯区、尤其是科普托斯城的酒,质地极其清薄、易吸收且消化迅捷,以致赐予发热者饮用亦无所损伤。 “妇人啊,你像阿斯图达马斯那样夸耀自己。”阿斯图达马斯是一位悲剧诗人。

§1.61

ὅτι Θεόπομπος ὁ Χῖος τὴν ἄμπελον ἱστορεῖ () εὑρεθῆναι ἐν Ὀλυμπίᾳ παρὰ τὸν Ἀλφειόν· καὶ ὅτι τῆς Ἠλείας τόπος ἐστὶν ἀπέχων ὀκτὼ στάδια, ἐν ᾧ οἱ ἐγχώριοι κατακλείοντες τοῖς Διονυσίοις χαλκοῦς λέβητας τρεῖς κενοὺς παρόντων τῶν ἐπιδημούντων ἀποσφραγίζονται καὶ ὕστερον ἀνοίγοντες εὑρίσκουσιν οἴνου πεπληρωμένους. Ἑλλάνικος δέ φησιν () ἐν τῇ Πλινθίνῃ πόλει Αἰγύπτου πρώτῃ εὑρεθῆναι τὴν ἄμπελον. διὸ καὶ Δίων ὁ ἐξ Ἀκαδημίας φιλοίνους καὶ φιλοπότας τοὺς Αἰγυπτίους γενέσθαι· εὑρεθῆναί τε βοήθημα παρ’ αὐτοῖς ὥστε τοὺς διὰ πενίαν ἀποροῦντας οἴνου τὸν ἐκ τῶν κριθῶν γενόμενον πίνειν· καὶ οὕτως ἥδεσθαι τοὺς τοῦτον προσφερομένους ὡς καὶ ᾄδειν καὶ ὀρχεῖσθαι καὶ πάντα ποιεῖν ὅσα τοὺς ἐξοίνους γινομένους. Ἀριστοτέλης δέ φησιν () ὅτι οἱ μὲν ὑπ’ οἴνου μεθυσθέντες ἐπὶ πρόσωπον φέρονται, οἱ δὲ τὸν κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλήν· ὁ μὲν γὰρ οἶνος καρηβαρικός, ὁ δὲ κρίθινος καρωτικός.

基奥斯的泰奥彭波斯记载,葡萄树是在奥林匹亚的阿尔甫斯河畔被发现的;在厄利斯有一处相距八斯塔狄昂的地方,在狄奥尼索斯节时,当地人在外来客人在场的情况下,将三只空的青铜大锅关在屋里并予以封缄,其后开启时,发现里面已盛满了葡萄酒。然而赫兰尼科斯则说,葡萄树最早是在埃及的普林提涅城被发现的。因此,学园派的狄翁亦言,埃及人由此成了嗜酒贪杯之辈;而且在他们那里还发明了一种救济之策,使那些因贫困而缺少葡萄酒的人得以饮用由大麦制成的酒;饮用此酒者欢喜雀跃,以致又歌又舞,行径与那些喝葡萄酒酩酊大醉者别无二致。亚里士多德则说,饮葡萄酒而醉者向前扑倒,而饮用大麦酒者则仰面后仰;因为葡萄酒令人头脑沉重(向前低垂),而大麦酒则令人昏厥(向后仰倒)。

§1.62

ὅτι δὲ φίλοινοι Αἰγύπτιοι, σημεῖον καὶ τὸ παρὰ μόνοις αὐτοῖς ὡς νόμιμον ἐν τοῖς δείπνοις πρὸ πάντων ἐδεσμάτων κράμβας ἑφθὰς μέχρι τοῦ δεῦρο παρασκευάζεσθαι. καὶ πολλοὶ εἰς τὰς κατασκευαζομένας ἀμεθύστους προσλαμβάνουσι τὸ τῆς κράμβης σπέρμα. καὶ ἐν ᾧ δ’ ἂν ἀμπελῶνι κράμβαι φύωνται, ἀμαυρότερος ὁ οἶνος γίνεται. διὸ καὶ Συβαρῖται, φησὶ Τίμαιος (), πρὸ τοῦ πίνειν κράμβας ἤσθιον. Ἄλεξις ()· "ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς. κατανύστασον· παύσῃ γάρ. εἶτά σοι δότω ῥάφανόν τις ἑφθήν." Εὔβουλος δέ πού φησι ()· "γύναι, ῥάφανόν με νομίσασ’ εἰς ἐμέ σου τὴν κραιπάλην μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς." ὅτι δὲ τὴν κράμβην ῥάφανον ἐκάλουν οἱ παλαιοὶ Ἀπολλόδωρος δηλοῖ ὁ Καρύστιος ()· "εἰ δ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι κράμβην, γυναιξὶ διαφέρειν οἴονται." Ἀναξανδρίδης ()· "ἐὰν λούσησθε νῦν ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται τὸ βάρος διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος ἐπὶ τοῦ μετώπου." Νικοχάρης ()· "εἰσαύριον.. ἀντὶ ῥαφάνων ἑψήσομεν βαλάνιον, ἵνα νῷν ἐξάγῃ τὴν κραιπάλην." Ἄμφις ()· "οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω λύπην τιν᾽. οὕτως ἐξελαύνει γὰρ σφόδρα λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.2" περὶ δὲ τῆς δυνάμεως ταύτης ἣν ἡ κράμβη ποιεῖ ἱστορεῖ καὶ Θεόφραστος () φεύγειν φάσκων καὶ ζῶσαν τὴν ἄμπελον τῆς ῥαφάνου τὴν ὀδμήν.

至于埃及人嗜酒,亦有证据表明:唯独在他们那里,迄今为止仍作为习俗,在宴席上于所有菜肴之前必备熟甘蓝(卷心菜)。许多人在配制解酒药物时亦加入甘蓝之种籽。而且凡是生长甘蓝的葡萄园中,产出的葡萄酒品质便较为逊色。因此梯玛奥斯说,叙巴里斯人在饮酒前亦食甘蓝。亚历克西斯说: “昨日你痛饮过度,以致如今宿醉难熬。 打个瞌睡吧,痛苦便会止息。随后让人 端给你一份熟甘蓝。” 欧布罗斯亦在某处说道: “妇人, 你把我当成了甘蓝,要把你所有的宿醉 尽数倾倒在我身上,依我看来正是如此。” 古人将甘蓝(克朗贝)称为拉法诺斯,卡律斯托斯的阿波罗多罗斯指明了这点: “若因我们称之为拉法诺斯,而你们外乡人称之为 克朗贝,他们以为对妇人而言有所区别的话。” 阿纳克桑德里德斯说: “若你们此刻沐浴, 并大量嚼食甘蓝,沉重感便会消退, 亦会驱散如今笼罩在 你们额头上的阴云。” 尼科卡里斯说: “明日……我们将煮一份橡实 代替甘蓝,好为我们二人驱除宿醉。” 阿姆菲斯说: “看来,对于沉醉而言, 再没有什么解药能比得上突如其来的 某种悲痛。因为悲痛如此强烈地驱散了 醉话胡言,以致甘蓝看起来也是如此(令人误以为甘蓝有奇效)。” 关于甘蓝所产生的这种效力,泰奥弗拉斯托斯亦有记载,称即使是活着的葡萄树亦会逃避甘蓝的气味。

语法注2 条
  1. 1.60ἧς καὶ ἡ σταφυλὴ πάνυ βρωθῆναι εὔστομος

    βρωθῆναι(βιβρώσκω的被动不定过去时不定式)是修饰形容词εὔστομος(美味的、可口的)的限制性(说明性)不定式。主语为ἡ σταφυλή,意为“其葡萄食用起来极为美味”。

  2. 1.62ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν

    在由ὥστε引导的结果从句中,οὕτω δοκεῖν为承前省略结构,意为“以致甘蓝看起来也是如此(即被认为能驱除醉话/有效)”。突来的悲痛驱除醉意的效果极其强烈,使得人们传言的甘蓝效力相形见绌,或让人觉得甘蓝亦不过是看起来有效而已。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.60-1.62