- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.9-1.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中记述了以大胃王和美食家闻名的斐洛克塞诺斯等人为食用滚烫食物所采取的奇特行径,接着讲述了诗人斐洛克塞诺斯在狄奥尼修斯宫廷凭借机智换得大鱼的轶事,以及他随后失宠下狱并创作《独眼巨人》的背景。
ἀπὸ τούτου τοῦ Φιλοξένου καὶ Φιλοξένειοί τινες πλακοῦντες ὠνομάσθησαν. περὶ τούτου Χρύσιππός φησιν· ‘ἐγὼ κατέχω τινὰ ὀψοφάγον ἐπὶ τοσοῦτον ἐκπεπτωκότα τοῦ μὴ ἐντρέπεσθαι1 τοὺς πλησίον ἐπὶ τοῖς γινομένοις ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τήν τε χεῖρα συνεθίζειν πρὸς τὰ θερμὰ καθιέντα εἰς ὕδωρ θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ, ὅπως δηλονότι ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. ἔφασαν γὰρ αὐτὸν καὶ τοὺς ὀψοποιοῦντας ὑποποιεῖσθαι, ἵνα θερμότατα παρατιθῶσι καὶ μόνος καταναλίσκῃ αὐτὸς τῶν λοιπῶν συνακολουθεῖν μὴ δυναμένων.’ τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ Κυθηρίου Φιλοξένου ἱστοροῦσι καὶ Ἀρχύτου καὶ ἄλλων πλειόνων, ὧν τις παρὰ Κρωβύλῳ τῷ κωμικῷ φησιν ()· "ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω2 καὶ τὸν λάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις. Β. κάμινος, οὐκ ἄνθρωπος. " Κλέαρχος δέ φησι () Φιλόξενον προλουόμενον ἐν τῇ πατρίδι κἀν ἄλλαις πόλεσι περιέρχεσθαι τὰς οἰκίας, ἀκολουθούντων αὐτῷ παίδων φερόντων ἔλαιον οἶνον γάρον ὄξος καὶ ἄλλα ἡδύσματα· ἔπειτα εἰσιόντα εἰς τὰς ἀλλοτρίας οἰκίας τὰ ἑψόμενα τοῖς ἄλλοις ἀρτύειν ἐμβάλλοντα ὧν ἐστι χρεία, κἆθ᾽ οὕτως εἰς ἑαυτὸν κύψαντα εὐωχεῖσθαι. οὗτος εἰς Ἔφεσον καταπλεύσας εὑρὼν τὴν ὀψοπώλιδα κενὴν ἐπύθετο τὴν αἰτίαν· καὶ μαθὼν ὅτι πᾶν εἰς γάμους συνηγόρασται λουσάμενος παρῆν ἄκλητος ὡς τὸν νυμφίον. καὶ μετὰ τὸ δεῖπνον ᾄσας ὑμέναιον, οὗ ἡ ἀρχὴ ‘Γάμε θεῶν λαμπρότατε’ (), πάντας ἐψυχαγώγησεν· ἦν δὲ διθυραμβοποιός. καὶ ὁ νυμφίος ‘Φιλόξενε, εἶπε, καὶ αὔριον ὧδε δειπνήσεις·’ καὶ ὁ Φιλόξενος ‘ἂν ὄψον, ἔφη, μὴ πωλῇ τις.’
某些扁饼正是根据这位斐洛克塞诺斯而得名为“斐洛克塞诺斯饼”。关于他,克律西波斯说道:“我得知有某个老饕,已堕落到对于所发生的事丝毫不顾及身旁之人的地步,以至于他公然在浴室里将手浸入热水中以使双手习惯高温,用热水漱口以使口腔适应热度,显然是为了在滚烫的食物面前不至于退缩。因为人们说,他还收买了厨子,好让他们把菜肴趁最烫时端上,而在其他人无法跟上的情况下由他独自一人吞食干净。”关于基西拉的斐洛克塞诺斯、阿尔库塔斯以及其他许多人,也有同样的记载;在喜剧诗人克罗比洛斯的作品中,其中有人这样说道: “至于我对付这些滚烫之物,简直过甚, 想必我的手指堪比伊达山的铁匠, 而且我极其畅快地用肉块熏蒸我的喉咙。 乙:这简直是个火炉,哪里是人!” 克莱阿尔科斯说,斐洛克塞诺斯无论在故乡还是在其他城邦,都会先沐浴完毕,由随从仆童携带橄榄油、葡萄酒、鱼酱、醋和其他调料跟在身后,四处走访各家宅第;然后走入他人的家中,投入所需之物,为旁人正在煮着的菜肴调味,随即便俯身大快朵颐。此人乘船抵达以弗所时,发现鱼市空无一物,便询问其缘由;在得知所有东西都已被采购一空用于婚宴后,他沐浴一番,便不请自来地出现在新郎那里。宴罢,他唱起了一首开篇为“诸神中最为辉煌的婚姻之神啊”的婚礼赞歌,博得满堂喝彩;原来他是一位酒神赞歌诗人。新郎于是说:“斐洛克塞诺斯,你明天也在此用餐吧。”斐洛克塞诺斯回答道:“只要没人卖鱼的话。”
Θεόφιλος δέ φησιν ()· ‘οὐχ ὥσπερ Φιλόξενον τὸν Ἐρύξιδος· ἐκεῖνος γάρ, ὡς ἔοικεν, ἐπιμεμφόμενος τὴν φύσιν εἰς τὴν ἀπόλαυσιν ηὔξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν· ἀλλὰ πολὺ μᾶλλον ἵππον ὅλως ἢ βοῦν ἢ κάμηλον ἢ ἐλέφαντα δεῖ σπουδάζειν γενέσθαι. οὕτω γὰρ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ ἡδοναὶ πολλῷ μείζους καὶ σφοδρότεραι· πρὸς γὰρ τὰς δυνάμεις ποιοῦνται τὰς ἀπολαύσεις.’ Κλέαρχος δὲ Μελάνθιόν φησι () τοῦτ’ εὔξασθαι λέγων· ‘Τιθωνοῦ Μελάνθιος ἔοικε βουλεύσασθαι βέλτιον. ὃ μὲν γὰρ ἀθανασίας ἐπιθυμήσας ἐν θαλάμῳ κρέμαται πάντων ὑπὸ γήρως ἐστερημένος τῶν ἡδέων· Μελάνθιος δὲ τῶν ἀπολαύσεων ἐρῶν ηὔξατο τῆς μακραύχενος ὄρνιθος τὸν τράχηλον ἔχειν, ἵν’ ὅτι πλεῖστον τοῖς ἡδέσιν ἐνδιατρίβῃ.’ ὁ αὐτός φησι Πίθυλλον τὸν Τένθην καλούμενον οὐ περιγλωττίδα μόνον ὑμενίνην φορεῖν, ἀλλὰ καὶ προσελυτροῦν τὴν γλῶσσαν πρὸς τὰς ἀπολαύσεις· καὶ τέλος ἰχθύαν τρίβων ἀπεκάθαιρεν αὐτήν. μόνος δ’ οὗτος τῶν ἀπολαυστικῶν καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ ὄψον, ἵν’ ὡς θερμότατον ὁ τρισάθλιος ἀναδιδῷ τῇ γλώττῃ.’ ἄλλοι δὲ φίλιχθυν τὸν Φιλόξενόν φασιν· Ἀριστοτέλης δὲ φιλόδειπνον ἁπλῶς, ὃς καὶ γράφει που ταῦτα ()· ‘δημηγοροῦντες ἐν τοῖς ὄχλοις κατατρίβουσιν ὅλην τὴν ἡμέραν ἐν τοῖς θαύμασι καὶ πρὸς τοὺς ἐκ τοῦ Φάσιδος ἢ Βορυσθένους καταπλέοντας, ἀνεγνωκότες οὐδὲν πλὴν εἰ τὸ Φιλοξένου Δεῖπνον οὐχ ὅλον.’3
塞奥菲洛斯说道:“不像厄律克西斯之子斐洛克塞诺斯;因为那个人似乎抱怨自然的造化不利于享乐,曾祈求拥有一副仙鹤的咽喉;但人其实更应当热切盼望彻底变成一匹马、一头牛、一头骆驼或一头大象。因为这样一来,欲望与享乐都会巨大得多、强烈得多;毕竟享乐是与能力相称的。”克莱阿尔科斯则称祈求此事的是梅兰提奥斯,并说道:“梅兰提奥斯看来比提托诺斯考虑得更为周全。因为后者渴求不死,却因年老被剥夺了一切甜美之物而悬挂于内室;梅兰提奥斯则痴迷于享乐,祈求拥有长颈鸟类的脖子,好在甜美之味中停留得尽可能长久。”同一个人还说,被称为“饕餮”的皮图洛斯不仅戴着薄膜制的护舌套,甚至为了享乐还用皮鞘把舌头套上;最后他还用鱼皮摩擦以刮洗舌头。据说在所有的享乐者中,唯有此人套着指套吃菜,以便这个可怜透顶的家伙能将食物趁最滚烫时送入舌头。 其他人说斐洛克塞诺斯嗜鱼,亚里士多德则仅说他嗜宴,并在某处写下这样的话:“他们在民众中大发议论,整天消磨在杂耍把戏以及同那些从法西斯或鲍里斯提涅斯航行归来的人的闲扯中,除了读过斐洛克塞诺斯的《宴席》(而且还读得残缺不全)之外,什么都没读过。”
Φαινίας δέ φησιν () ὅτι Φιλόξενος ὁ Κυθήριος ποιητής, περιπαθὴς ὢν τοῖς ὄψοις, δειπνῶν ποτε παρὰ Διονυσίῳ ὡς εἶδεν ἐκείνῳ μὲν μεγάλην τρῖγλαν παρατεθεῖσαν, ἑαυτῷ δὲ μικράν, ἀναλαβὼν αὐτὴν εἰς τὰς χεῖρας πρὸς τὸ οὖς προσήνεγκε. πυθομένου δὲ τοῦ Διονυσίου τίνος ἕνεκεν τοῦτο ποιεῖ, εἶπεν ὁ Φιλόξενος ὅτι γράφων τὴν Γαλάτειαν βούλοιτό τινα παρ’ ἐκείνης τῶν κατὰ Νηρέα πυθέσθαι· τὴν δὲ ἠρωτημένην ἀποκεκρίσθαι διότι νεωτέρα ἁλοίη· διὸ μὴ παρακολουθεῖν· τὴν δὲ τῷ Διονυσίῳ παρατεθεῖσαν πρεσβυτέραν οὖσαν εἰδέναι πάντα σαφῶς ἃ βούλεται μαθεῖν. τὸν οὖν Διονύσιον γελάσαντα ἀποστεῖλαι αὐτῷ τὴν τρῖγλαν τὴν παρακειμένην αὐτῷ. συνεμέθυε δὲ τῷ Φιλοξένῳ ἡδέως ὁ Διονύσιος. ἐπεὶ δὲ τὴν ἐρωμένην Γαλάτειαν ἐφωράθη διαφθείρων, εἰς τὰς λατομίας ἐνεβλήθη· ἐν αἷς ποιῶν τὸν Κύκλωπα συνέθηκε τὸν μῦθον εἰς τὸ περὶ αὑτὸν γενόμενον πάθος,4 τὸν μὲν Διονύσιον Κύκλωπα ὑποστησάμενος, τὴν δ’ αὐλητρίδα Γαλάτειαν, ἑαυτὸν δ᾽ Ὀδυσσέα ().
法埃尼亚斯说,基西拉的诗人斐洛克塞诺斯对菜肴极度痴迷,有一次与狄奥尼修斯共餐时,见端给对方的是一条大红鲻鱼,而给自己的是一条小的,便用双手将鱼拿起凑到耳边。当狄奥尼修斯询问他为何如此时,斐洛克塞诺斯说,他正在撰写《伽拉忒亚》,想从这条鱼那里打听一些关于涅柔斯身边的事情;而被问及的鱼却回答说,它被捕时年纪尚幼,因此并不知情,而端给狄奥尼修斯的那条年纪较长,清楚知晓他想了解的一切。于是狄奥尼修斯大笑,将摆在自己身旁的那条红鲻鱼送给了他。狄奥尼修斯平日极乐意与斐洛克塞诺斯一同痛饮。但当斐洛克塞诺斯被发觉诱奸了其情妇伽拉忒亚时,便被投入了采石场;在采石场中创作《独眼巨人》时,他根据自己遭遇的苦难编排了神话,将狄奥尼修斯设想为独眼巨人,吹笛女设想为伽拉忒亚,而将自己设想为奥德修斯。
- 1.9ἐπὶ τοσοῦτον ἐκπεπτωκότα τοῦ μὴ ἐντρέπεσθαι
动词 ἐκπίπτω 在此意为“堕落至、沦落到(某种状态)”。与相关副词短语 ἐπὶ τοσοῦτον(达到如此程度)呼应,随后的带定冠词属格不定式 τοῦ μὴ ἐντρέπεσθαι 规定了所沦入的状态,整句进一步引向后文表示结果的 ὥστε 从句。
- 1.9τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω
此处借克里特岛伊达山的神话锻造神灵“伊达指神”(Ἰδαῖοι Δάκτυλοι)与生理意义上的“手指”(δάκτυλοι)构成双关。说话者借此夸张地表明自己的手指耐热无比,能够径直抓取滚烫的肉块送入口中。
- 1.10πλὴν εἰ τὸ Φιλοξένου Δεῖπνον οὐχ ὅλον
连词短语 πλὴν εἰ 意为“除非、除……之外”。在此用于引导前面 ἀνεγνωκότες οὐδὲν(什么都没读过)的唯一例外,而附带的否定词组 οὐχ ὅλον(且不完全)修饰 Δεῖπνον,构成讽刺性的双重限定:“除了读过斐洛克塞诺斯的《宴席》(而且读得残缺不全)之外,一无所读”。
- 1.11συνέθηκε τὸν μῦθον εἰς τὸ περὶ αὑτὸν γενόμενον πάθος
介词短语 εἰς 加宾格(τὸ ... πάθος)表示神话编排所依循的目标或框架,意为“根据自身遭遇的苦难编排了神话”。随后由三个对称成分构成的分词短语(τὸν μὲν Διονύσιον..., τὴν δ’..., ἑαυτὸν δ᾽...)具体展开了这一对应的寓意结构。
