← 阿特纳奥斯

学者们的宴会

§1.6-1.8

菜肴引诗与宴席习俗及烹饪题材诗作

文中介绍了通过对每道菜肴吟诵诗句来炫耀学识的宾客、各地珍馐名目以及在酒席上通篇作押韵语的怪癖;随后引用阿尔凯斯特拉托斯与喜剧诗人的诗句,论述了理想的筵席人数,讽刺了不请自来的食客,并列举了以宴席和烹饪为主题的诗歌著述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

" ὁ τρεχέδειπνος, φησί, σοφιστής." Κλέαρχός φησι () Χάρμον τὸν Συρακούσιον εὐτρεπίσθαι στιχίδια καὶ παροιμίας εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων· εἰς μὲν τὸν ἰχθύν· "ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος ()," εἰς δὲ τοὺς κήρυκας· "χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ()," εἰς δὲ τὴν χορδήν· "ἑλικτὰ κοὐδὲν ὑγιές ()," εἰς δὲ τὴν ὠνθυλευμένην τευθίδα· "σοφή, σοφὴ σύ ()," εἰς δὲ τὸ ἐν τοῖς ἑψητοῖς ὡραῖον· "οὐκ ἀπ’ ἐμοῦ σκεδάσεις ὄχλον," εἰς δὲ τὴν ἀποδεδαρμένην ἔγχελυν· "οὐ προκαλυπτομένα βοστρυχώδεα ()." τοιούτους πολλούς φησι τῷ Λαρηνσίου παρεῖναι δείπνῳ, ὥσπερ συμβολὰς κομίζοντας τὰ ἀπὸ τῶν στρωματοδέσμων γράμματα.1 φησὶ δὲ καὶ ὅτι ὁ Χάρμος εἰς ἕκαστον τῶν παρατιθεμένων ἔχων τι πρόχειρον, ὡς προείρηται (), ἐδόκει τοῖς Μεσσηνίοις πεπαιδευμένος εἶναι, ὡς καὶ Καλλιφάνης ὁ τοῦ Παραβρύκοντος κληθεὶς ἀρχὰς ποιημάτων πολλῶν καὶ λόγων ἐκγραψάμενος ἀνειλήφει μέχρι τριῶν καὶ τεσσάρων στίχων, πολυμαθείας δόξαν προσποιούμενος. πολλοὶ δὲ καὶ ἄλλοι διὰ στόματος εἶχον τὰς ἐν τῷ Σικελικῷ μυραίνας, τὰς πλωτὰς ἐγχέλεις, τῶν Παχυνικῶν θύννων τὰς ἠτριαίας, τοὺς ἐν Μήλῳ ἐρίφους, τοὺς ἐν Σκιάθῳ κεστρέας· καὶ τῶν ἀδόξων δὲ τὰς Πελωρίδας κόγχας, τὰς ἐκ Λιπάρας μαινίδας, τὴν Μαντινικὴν γογγυλίδα, τὰς ἐκ Θηβῶν βουνιάδας καὶ τὰ παρ’ Ἀσκραίοις τεῦτλα. Κλεάνθης δὲ ὁ Ταραντῖνος, ὥς φησι Κλέαρχος (), πάντα παρὰ τοὺς πότους ἔμμετρα ἔλεγε, καὶ Πάμφιλος δὲ ὁ Σικελός, ὡς ταῦτα· ‘ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος.’ ‘ἀμίδα δότω τις ἢ πλακοῦντά τις δότω.’ τὸν βίον, φησίν, εὐσταθεῖς, οὐκ ἐγχειρογάστορες. ‘γυργάθους ψηφισμάτων φέροντες,’ Ἀριστοφάνης "φησίν ()."

“赶赴宴会的诡辩家,”他说道。 克莱阿尔科斯说,叙拉古的沙尔莫斯针对席间端上的每一道菜肴都备好了短诗句和谚语:针对鱼类,“我已离开爱琴海的咸水深渊而来,”针对凤尾螺(使者螺),“向你们致敬,使者们,宙斯的信差,”针对灌肠,“盘曲扭结,毫无健全之处,”针对酿馅乌贼,“明智啊,你是明智的,”针对炖杂鱼中的时令佳品,“你难道不将人群从我身边驱散么,”针对去皮的鳗鱼,“不曾遮覆卷曲的发丝。” 他说,拉伦西斯的宴席上也有许多这样的人,他们携带如同寝具袋签条般的字句作为凑份子的份额。他又说,沙尔莫斯对于端上来的每一道菜都如前所述准备好了现成的话,因而被麦塞尼亚人视为有教养之士;这正如被称为帕拉布吕孔之子的卡利帕奈斯,抄录了许多诗歌和演讲的开头,背诵至三四行,借以伪装博学的名声。 还有许多其他人嘴边常挂着西西里海的海鳝、洄游鳗鱼、帕库诺斯金枪鱼的腹肉、米洛斯岛的小山羊、斯基阿索斯岛的鲻鱼;至于不出名的事物,则有佩洛里斯的蛤蜊、利帕拉的白条鱼、曼提尼亚的萝卜、底比斯的大头菜以及阿斯克拉人那里的甜菜。 塔拉斯的克莱安泰斯,正如克莱阿尔科斯所说,在整个饮宴过程中全用诗韵说话;西西里的潘菲洛斯亦是如此,例如:“为我倒酒,并取鹧鸪的腿来”;“谁给拿个便壶来,或者谁给端个甜饼来”。 他说,他们在生活上安稳度日,绝非糊口的短工。“背负着装满法令的篮子,”正如阿里斯托芬所说。

§1.7

ὅτι Ἀρχέστρατος ὁ Συρακούσιος ἢ Γελῷος ἐν τῇ ὡς Χρύσιππος ἐπιγράφει Γαστρονομίᾳ, ὡς δὲ Λυγκεὺς καὶ Καλλίμαχος Ἡδυπαθείᾳ, ὡς δὲ Κλέαρχος Δειπνολογίᾳ, ὡς δ’ ἄλλοι Ὀψοποιίᾳ — ἐπικὸν δὲ τὸ ποίημα, οὗ ἡ ἀρχή ()· "ἱστορίης ἐπίδειγμα ποιούμενος Ἑλλάδι πάσῃ —" φησί ()· "πρὸς δὲ μιᾷ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ. ἔστωσαν δ’ ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες ἢ τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν." ἀγνοεῖ δ’ ὅτι οἱ ἐν τῷ Πλάτωνος συσσιτίῳ ὀκτὼ καὶ εἴκοσι ἦσαν. "οὗτοι δὲ πρὸς τὰ δεῖπνα τῶν ἐν τῇ πόλει ἀφορῶσιν ἀεὶ καὶ πέτονται δεξιῶς ἐπὶ ταῦτ’ ἄκλητοι," Ἀντιφάνης φησί (), καὶ ἐπάγει· "οὓς ἔδει τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θ’ ὅπερ Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν, βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ. —"

叙拉古或盖拉的阿尔凯斯特拉托斯,在克律西波斯冠名为《美食学》、吕恩克斯与卡利马科斯冠名为《享乐》、克莱阿尔科斯冠名为《宴飨谈》、其他人冠名为《烹饪法》的史诗中——其开篇为: “向全希腊展示探究的范例——”他说道: “众人当围着同一张摆满珍馐的餐桌共餐。 总人数应当是三人或四人, 或者至多不超过五人;否则那便成了一群 以抢掠为生的雇佣兵的营帐。” 但他却不知柏拉图的会饮席上有二十八人之多。 “这些人始终盯着城里各处的宴席, 并不请自来、灵巧地飞扑过去,”安提法奈斯如是说,并接着道: “民众本应公费供养他们, 正如人们所说在奥林匹亚为苍蝇所做的那样, 总是在各地预先为不请自来的宾客宰杀一头公牛。”

§1.8

" τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι," φησὶν ὁ Συρακούσιος ποιητής ()· οὐχ ἅμα μὲν οὖν πάντα παρασκευάζεσθαι δυνατόν, λέγεσθαι δὲ ῥᾴδιον. ὅτι δείπνων ἀναγραφὰς πεποίηνται ἄλλοι τε καὶ Τιμαχίδας ὁ Ῥόδιος δι’ ἐπῶν ἐν ἕνδεκα βιβλίοις ἢ καὶ πλείοσι καὶ Νουμήνιος ὁ Ἡρακλεώτης, ὁ Διεύχους τοῦ ἰατροῦ μαθητής, καὶ Ματρέας ὁ Πιταναῖος ὁ παρῳδὸς καὶ Ἡγήμων ὁ Θάσιος ὁ ἐπικληθεὶς Φακῆ, ὃν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τινὲς ἐντάττουσιν. ὅτι Ἀρτεμίδωρος ὁ Ψευδαριστοφάνειος ὀψαρτυτικὰς λέξεις συνήγαγε. τοῦ Φιλοξένου δὲ τοῦ Λευκαδίου Δείπνου Πλάτων ὁ κωμῳδιοποιὸς μέμνηται ()· "ἐγὼ δ’ ἐνθάδ’ ἐν τῇ ἐρημίᾳ τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον πρὸς ἐμαυτόν. Β. ἐστὶ δ᾽, ἀντιβολῶ σε, τοῦτο τί; Α. Φιλοξένου καινή τις ὀψαρτυσία. Β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ᾽. Α. ἄκουε δή. ‘ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ’ ἐπὶ θύννον.’ Β. ἐπὶ θύννον; οὐκοῦν πολὺ κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.2 Α. ‘βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δ’ ἐς τέκν᾽ ἄνειμι.’" εἶτα μετὰ μικρόν· "οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον, οἶμαι." καὶ μετ’ ὀλίγα· "ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ, ἀλλ’ ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον. πουλύποδος πλεκτὴ δ᾽, ἂν πιλήσῃς κατὰ καιρόν, ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων· ἢν ὀπταὶ δὲ δύ’ ὦσ᾽, ἑφθῇ κλαίειν ἀγορεύω.3 τρίγλη δ’ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι· παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ. σκορπίος αὖ — Β. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών."

“有些产于夏季,有些产于冬季,”叙拉古的诗人说道;因此,将所有物品同时备齐是不可能的,但随口道来却很容易。 记载了宴席谱录的人,除其他人外,还有罗得岛的提马奇达斯(以史诗写成,达十一卷或更多)、医生狄埃乌凯斯的弟子赫拉克利亚的努墨尼奥斯、讽刺模仿诗人皮塔内的马特雷阿斯,以及绰号为“小扁豆”的萨索斯的赫格蒙,有人将后者归入早期喜剧之列。 伪阿里斯托芬派的阿耳忒弥多洛斯辑录了烹饪词汇。喜剧诗人柏拉图提到了莱卡斯的斐洛克塞诺斯的《宴席》: “甲:我想在这幽僻无人之处, 独自读完这本书。 乙:我求求你,这是什么? 甲:斐洛克塞诺斯的一本新式烹饪书。 乙:展示一下它是何模样。 甲:那么听着。 ‘我将从球茎开始,至金枪鱼而告终。’ 乙:至金枪鱼?那么在这队列的此处 被安排位置,可就再好不过了。 甲:‘用热灰煨熟球茎,浸以浇汁, 尽可能多地细嚼;因为这能挺拔男人的体魄。 关于这些便到此为止;我现在转向大海的子嗣。’”随后不久: “煮锅中的炖菜亦非劣品;但我认为 平底锅的煎炸之物更为上乘。” 又过了不久: “石斑鱼、花点斑鱼、尖齿鲷与角鲨, 切不可切块,免得神明降下天谴; 当整条烤熟端上,因其滋味远胜。 至于章鱼的触须,若趁时拍打揉压, 个大者煮食远胜于烤食; 但若有两条烤的,我便叫那煮的滚到一边去。 红鲻鱼不愿成为强健筋骨的助臂; 因其归属于处女神阿耳忒弥斯,且厌恶勃起。 再说那鮋鱼—— 乙:愿它钻进去猛刺你的屁股!”

语法注3 条
  1. 1.6τὰ ἀπὸ τῶν στρωματοδέσμων γράμματα

    字面意为“来自寝具袋(行囊)的字条/便签”。此处用作分摊份子(συμβολή)的比喻,讽刺这些人带来的不是真正的学问,而不过是东拼西凑、如同行囊标签般浅薄琐碎的现成辞句。

  2. 1.8ἐνταυθὶ τετάχθαι τάξεως

    属格 τάξεως 修饰指示副词 ἐνταυθὶ,构成表示地点/局部的属格结构(“在战阵/序列的此处”)。此处借用军事上排兵布阵(τάξις)的比喻,戏指如果菜单以昂贵的金枪鱼收尾,那么排在这一道菜的位置就最为有利。

  3. 1.8ἑφθῇ κλαίειν ἀγορεύω

    动词短语 κλαίειν λέγω / ἀγορεύω 与与格连用为固定习语,字面意为“吩咐某人去哭”,即“叫……滚蛋”或“将……弃之不顾”。此处的与格 ἑφθῇ 指煮触须,诙谐地表示如果有两份烤的,煮的那份就可以彻底靠边站了。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.6-1.8