- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.12-1.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中记叙了阿皮基乌斯的奢靡事迹(寻访巨虾与向图拉真皇帝进贡牡蛎)、哲学家阿里斯托克塞诺斯的怪癖及仿制小鱼的高超厨艺,随后罗列了古代诗人们关于白食者、不速之客以及独食者的引言。
ἐγένετο δὲ κατὰ τοὺς Τιβερίου χρόνους ἀνήρ τις Ἀπίκιος, πλουσιώτατος τρυφητής, ἀφ’ οὗ πλακούντων γένη πολλὰ Ἀπίκια ὀνομάζεται. οὗτος ἱκανὰς μυριάδας καταναλώσας εἰς τὴν γαστέρα ἐν Μιντούρναις (πόλις δὲ Καμπανίας) διέτριβε τὰ πλεῖστα καρίδας ἐσθίων πολυτελεῖς, αἳ γίνονται αὐτόθι ὑπέρ γε τὰς ἐν Σμύρνῃ μέγισται καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ ἀστακούς. ἀκούσας οὖν καὶ κατὰ Λιβύην γίνεσθαι ὑπερμεγέθεις ἐξέπλευσεν οὐδ’ ἀναμείνας μίαν ἡμέραν. καὶ πολλὰ κακοπαθήσας κατὰ τὸν πλοῦν ὡς πλησίον ἧκε τῶν τόπων πρὶν ἐξορμῆσαι τῆς νεὼς (πολλὴ δ’ ἐγεγόνει παρὰ Λίβυσι φήμη τῆς ἀφίξεως αὐτοῦ), προσπλεύσαντες ἁλιεῖς προσήνεγκαν αὐτῷ τὰς καλλίστας καρίδας. ὃ δ’ ἰδὼν ἐπύθετο εἰ μείζους ἔχουσιν· εἰπόντων δὲ μὴ γίνεσθαι ὧν ἤνεγκαν,1 ὑπομνησθεὶς τῶν ἐν Μιντούρναις ἐκέλευσε τῷ κυβερνήτῃ τὴν αὐτὴν ὁδὸν ἐπὶ Ἰταλίαν ἀναπλεῖν μηδὲ προσπελάσαντι τῇ γῇ. Ἀριστόξενος δ’ ὁ Κυρηναῖος φιλόσοφος, ὁ ὄντως μετελθὼν τὴν πάτριον φιλοσοφίαν, ἀφ’ οὗ καὶ κωλήν τις καλεῖται Ἀριστόξενος ἰδίως σκευαζόμενος, ὑπὸ τῆς ἀνυπερβλήτου τρυφῆς καὶ τὰς ἐν τῷ κήπῳ γινομένας θριδακίνας οἰνομέλιτι ἐπότιζεν ἑσπέρας καὶ ὑπὸ τὴν ἕω λαμβάνων χλωροὺς ἔχειν ἔλεγε πλακοῦντας ὑπὸ τῆς γῆς ἀναπεμπομένους αὐτῷ.
在提贝里乌斯统治时期,有一个名叫阿皮基乌斯的人,是个极其富有的享乐之徒,许多种扁饼都以他的名字被称为“阿皮基乌斯饼”。此人在口腹之欲上挥霍了无数资财,大部分时间都呆在明图尔奈(坎帕尼亚的一座城镇),吃着昂贵的对虾;那里的虾长得极大,甚至超过士麦那的虾和亚历山大港的龙虾。因此,当他听说利比亚附近也出产体型巨大的虾时,便一天也不愿耽搁地扬帆起航了。在航程中历经诸多苦难后,当他抵达该地附近、尚未下船之时(关于他到来的传闻早已在利比亚人中传开),渔民们便划船上前,献给他最上乘的对虾。他看了一眼后,便询问他们是否还有更大的;当渔民回答说再没有比他们带来的更大的虾时,他想起了明图尔奈的虾,便命令舵手原路返回意大利,甚至连陆地都没有靠拢。 昔兰尼的哲学家阿里斯托克塞诺斯——一位真正践行祖传哲学的人物,某种以特殊方式调制的猪蹄亦随之被称为“阿里斯托克塞诺斯”——出于无可比拟的奢靡,每到傍晚便用蜜酒浇灌园中生长的莴苣,到了拂晓采摘时,他便声称自己获得了大地为他送来的嫩绿扁饼。
Τραιανῷ δὲ τῷ αὐτοκράτορι ἐν Παρθίᾳ ὄντι καὶ τῆς θαλάσσης ἀπέχοντι ἡμερῶν παμπόλλων ὁδὸν Ἀπίκιος ὄστρεα νεαρὰ διεπέμψατο ὑπὸ σοφίας αὐτοῦ τεθησαυρισμένα· καὶ οὐχ ὡς Νικομήδει τῷ Βιθυνῶν βασιλεῖ ἐπιθυμήσαντι ἀφύης (μακρὰν δὲ καὶ οὗτος ἦν τῆς θαλάσσης) μάγειρός τις μιμησάμενος τὸ ἰχθύδιον παρέθηκεν. ὁ γοῦν παρ’ Εὔφρονι τῷ κωμικῷ μάγειρός φησιν ()· "ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου, ὃς ἀπὸ θαλάσσης Νικομήδει δώδεκα ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου παρέθηκε νὴ Δί᾽, ὥστε πάντας ἀνακραγεῖν. Β. πῶς δὲ δυνατὸν τοῦτ’ ἐστι; Α. θήλειαν λαβὼν γογγυλίδα ταύτην ἔτεμε λεπτὰ καὶ μακρὰ τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος, ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω κόκκους μελαίνης τετταράκοντα τὸν ἀριθμόν, περὶ τὴν Σκυθίαν ἔπαυσε τὴν ἐπιθυμίαν. καὶ Νικομήδης γογγυλίδα μασώμενος ἀφύης τοτ’ ἔλεγε τοῖς φίλοις ἐγκώμιον. οὐδὲν ὁ μάγειρος τοῦ ποιητοῦ διαφέρει· ὁ νοῦς γάρ ἐστιν ἑκατέρῳ τούτων τέχνη.2"
当图拉真皇帝身在帕提亚、远离大海许多日路程之遥时,阿皮基乌斯凭借自己的智慧贮存并将新鲜的牡蛎送到了他那里;这绝不像比提尼亚国王尼科梅德斯渴求白鱼时(他也远在距大海极远处),某个厨师仿制小鱼端上来的情形。正如喜剧诗人欧佛隆笔下的厨师所言: “我成为了索特里德斯的弟子, 他是第一个在尼科梅德斯远离大海 十二日路程、在隆冬腊月 渴求白鱼之时,凭宙斯起誓, 端上了此物,以至于众人惊呼赞叹。 乙:这怎么可能呢?甲:他取来雌性 芜菁,切得又细又长, 模仿白鱼本身的模样; 煮透后,淋上橄榄油,极其巧妙地 撒上盐,并在上面撒了 黑罂粟籽四十粒, 就在斯基提亚之地止住了国王的渴求。 尼科梅德斯一边咀嚼着芜菁, 一边向朋友们赞美着白鱼。 厨师与诗人毫无分别, 因为智谋对于他们二者而言就是技艺。”
ὅτι περὶ Περικλέους φησὶν Ἀρχίλοχος ὁ Πάριος ποιητὴς () ὡς ἀκλήτου ἐπεισπαίοντος εἰς τὰ συμπόσια Μυκονίων δίκην. δοκοῦσι δ’ οἱ Μυκόνιοι διὰ τὸ πένεσθαι καὶ λυπρὰν νῆσον οἰκεῖν ἐπὶ γλισχρότητι καὶ πλεονεξίᾳ διαβάλλεσθαι· τὸν γοῦν γλίσχρον Ἰσχόμαχον Κρατῖνος Μυκόνιον καλεῖ ()· "‘πῶς ἂν σύγ᾽ Ἰσχομάχου γεγονὼς τοῦ Μυκονίου φιλόδωρος εἴης; ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον·" κοινὰ γὰρ τὰ τῶν φίλων. ".... πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ, οὔτε τῖμον εἰσενέγκας οὔτε...., οὐδὲ μὲν κληθεὶς.... ἦλθες, οἷα δὴ φίλος· ἀλλά σ’ ἡ γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν εἰς ἀναιδείην," Ἀρχίλοχος φησίν (). "Εὔβουλος ὁ κωμικός φησί που ()· εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης. ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι, μεγάλους..... μᾶλλον δὲ τρεῖς. ὅν φασί ποτε κληθέντ’ ἐπὶ δεῖπνον πρός τινος, εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκ’ ἂν εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ, ἥκειν,3 ἕωθεν αὐτὸν εὐθὺς ἡλίου μετρεῖν ἀνέχοντος, μακροτέρας δ’ οὔσης ἔτι πλεῖν ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς· ἔπειτα φάναι μικρὸν ὀψιαίτερον δι’ ἀσχολίαν ἥκειν, παρόνθ’ ἅμ’ ἡμέρᾳ. — ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ, τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν," Ἄμφις φησὶν ὁ κωμικός (). Χρύσιππος δέ φησιν· "ἀσύμβολον κώθωνα μὴ παραλίμπανε. κώθων δ’ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός." Ἀντιφάνης δέ φησι ()· "βίος θεῶν γάρ ἐστιν, ὅταν ἔχῃς ποθὲν τἀλλότρια δειπνεῖν, μὴ προσέχων λογίσμασι." καὶ πάλιν· "μακάριος ὁ βίος, ᾧ δεῖ μ’ ἀεὶ καινὸν πόρον εὑρίσκειν, ὡς μάσημα ταῖς γνάθοις ἔχω. " ταῦτα οἴκοθεν ἔχων εἰς τὸ συμπόσιον ἦλθον καὶ προμελετήσας, ἵνα κἀγὼ τὸ στεγανόμιον κομίζων παραγένωμαι. "ἄκαπνα γὰρ αἰὲν ἀοιδοὶ θύομεν. ὅτι τὸ μονοφαγεῖν ἐστιν ἐν χρήσει τοῖς παλαιοῖς." Ἀντιφάνης ()· ".. μονοφαγεῖς, ἤδη τι καὶ βλάπτεις ἐμέ." Ἀμειψίας ()· "ἔρρ’ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε." περὶ τοῦ τῶν ἡρώων καθ’ Ὅμηρον βίου.
帕罗斯的诗人阿基罗库斯在谈到伯里克利时说,他像米科诺斯人一样不请自来地闯入宴会。米科诺斯人似乎因贫困和居住在贫瘠的岛屿上,而因吝啬与贪婪备受指责;至少克拉提诺斯把吝啬的伊斯霍马库斯称为米科诺斯人: “你既是米科诺斯人伊斯霍马库斯的后代, 又怎能慷慨好施呢? 我是作为一个善人来到善人这里赴宴的; 因为朋友的财物是共有的。” “……你痛饮着大量未掺水的美酒, 既未分担费用,也未……, 甚至未受邀请……就如同挚友般到来; 但你的肚腹将你的理智与心智 引向了厚颜无耻,”阿基罗库斯说道。 喜剧诗人欧布罗斯在某处说道: “在我们被邀请赴宴的宾客中, 有两个所向无敌的人物:菲洛克拉特斯和菲洛克拉特斯。 因为尽管他只是一人,我却算作两人, 甚至巨大的……更确切地说是三人。 人们说,有一次某人请他吃晚饭, 朋友告诉他,当量日影的标杆影子长达二十尺时 就来赴宴;他却从破晓太阳刚升起时 就立刻开始度量,趁影子〔比二十尺〕还长两尺多时就到了; 然后,他虽在拂晓时分就已经现身, 却谎称自己因有事耽搁而稍微来迟了一点。” “因为凡是无须付费的宴席还要迟到之人, 你完全可以认定他连战阵也会轻易临阵脱逃,”喜剧诗人安菲斯说道。克律西波斯则说: “不要错过免费的酒宴。 免收分摊金的欢饮不应被放过,而应当尽力去争取。” 安提法内斯说道: “因为无论何处,只要你能吃上他人的宴席而无须计较账目, 那就是神明般的生活。” 他又说: “我必须不断寻求新的门路以求两腮有物可嚼, 这样的生活真可谓幸福。” “我从家中备好这些言辞来到宴席,事先烂熟于心,以便我也能带着一份居宿的酬资到来。 ‘因为我们歌者总是献上无烟的祭品。’” 独自进食的说法在古人中亦有使用。 安提法内斯说: “……你独自进食,如今甚至还在伤害我。” 阿梅普西亚斯说: “见鬼去吧,你这个独自进食的家伙,挖墙入室的盗贼。” 关于荷马史诗中英雄们的生活。
- 1.12εἰπόντων δὲ μὴ γίνεσθαι ὧν ἤνεγκαν
属格独立结构(εἰπόντων δὲ [αὐτῶν])。短语 ὧν ἤνεγκαν 包含关系代词的吸引现象以及比较级成分的省略,即相当于 [μείζους τούτων] ὧν ἤνεγκαν(“没有比他们带来的[更大的]虾”)。
- 1.13ὁ νοῦς γάρ ἐστιν ἑκατέρῳ τούτων τέχνη
ὁ νοῦς 为主语,τέχνη 为表语名词,ἑκατέρῳ τούτων 为所有或关系与格,意为“因为智谋对于他们二者而言即是技艺”。
- 1.14εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκ’ ἂν εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ, ἥκειν
不定词 ἥκειν 是由独立属格 εἰπόντος... τοῦ φίλου 引出的间接命令。μετροῦντι 为评判/关系与格(“对度量者而言”)。τὸ στοιχεῖον 指日晷标杆所投射的影子,εἴκοσι ποδῶν 是表度量的表语属性属格(“影子达二十尺长时”)。
