- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节按颜色(白、黄褐、黑)与调制方法(加海水、陈酿)论述葡萄酒的医学性质与身体功效,并详述以基奥斯酒为代表的各地名酒以及与之调配的适宜水质。
τῶν οἴνων ὃ μὲν λευκός, ὃ δὲ κιρρός, ὃ δὲ μέλας. καὶ ὁ μὲν λευκὸς λεπτότατος τῇ φύσει, οὐρητικός, θερμὸς πεπτικός τε ὢν τὴν κεφαλὴν ποιεῖ διάπυρον· ἀνωφερὴς γὰρ ὁ οἶνος. ὁ δὲ μέλας, ὁ μὴ γλυκάζων, τροφιμώτατος,1 στυπτικός· ὁ δὲ γλυκάζων καὶ τῶν λευκῶν καὶ τῶν κιρρῶν τροφιμώτατος. λεαίνει γὰρ κατὰ τὴν πάροδον καὶ παχύνων τὰ ὑγρὰ μᾶλλον κεφαλὴν ἧττον παρενοχλεῖ. ὄντως γὰρ ἡ τοῦ γλυκέος οἴνου φύσις ἐγχρονίζει περὶ τὰ ὑποχόνδρια καὶ πτυέλου ἐστὶν ἀναγωγός, ὡς Διοκλῆς καὶ Πραξαγόρας ἱστοροῦσι. Μνησίθεος δ᾽ ὁ Ἀθηναῖός φησιν· ‘ὁ μέλας οἶνός ἐστι θρεπτικώτατος, ὁ δὲ λευκὸς οὐρητικώτατος καὶ λεπτότατος, ὁ δὲ κιρρὸς ξηρὸς καὶ τῶν σιτίων πεπτικώτερος.’ οἱ δ’ ἐπιμελέστερον τεθαλαττωμένοι οἶνοι ἀκραίπαλοί τέ εἰσι καὶ κοιλίας λύουσιν ἐπιδάκνουσί τε τὸν στόμαχον ἐμφυσήσεις τε ἐνεργάζονται καὶ συγκατεργάζονται τὴν τροφήν. τοιοῦτος δ’ ἐστὶν ὅ τε Μύνδιος καὶ ὁ ἀπὸ Ἁλικαρνασσοῦ. ὁ γοῦν κυνικὸς Μένιππος ἁλμοπότιν τὴν Μύνδον φησίν. ἱκανῶς δὲ καὶ ὁ Κῷος τεθαλάττωται. καὶ ὁ Ῥόδιος δὲ ἐλάττονος μὲν κεκοινώνηκε θαλάσσης, ὁ δὲ πολὺς αὐτοῦ ἀχρεῖός ἐστιν.2 ὁ δὲ νησιώτης εἴς τε τοὺς πότους ἐστὶν εὖ πεφυκὼς καὶ πρὸς τὴν καθημερινὴν χρῆσιν οὐκ ἀνοίκειος. ὁ δὲ Κνίδιος αἵματος γεννητικός, τρόφιμος, κοιλίαν εὔλυτον κατασκευάζων· πλείων δὲ πινόμενος ἐκλύει τὸν στόμαχον. ὁ δὲ Λέσβιος στῦψιν μικροτέραν ἔχει καὶ μᾶλλον οὐρεῖται.3 χαριέστατος δ’ ἐστὶν ὁ Χῖος καὶ τοῦ Χίου ὁ καλούμενος Ἀριούσιος. διαφοραὶ δὲ αὐτοῦ εἰσι τρεῖς· ὃ μὲν γὰρ αὐστηρός ἐστιν, ὃ δὲ γλυκάζων, ὃ δὲ μέσος τούτων τῇ γεύσει αὐτόκρατος καλεῖται. ὁ μὲν οὖν αὐστηρὸς εὔστομός ἐστι καὶ τρόφιμος καὶ μᾶλλον οὐρεῖται, ὁ δὲ γλυκάζων τρόφιμος, πλήσμιος, κοιλίας μαλακτικός, ὁ δ’ αὐτόκρατος τῇ χρείᾳ μέσος ἐστί. κοινῶς δ’ ὁ Χῖος πεπτικός, τρόφιμος, αἵματος χρηστοῦ γεννητικός, προσηνέστατος, πλήσμιος διὰ τὸ παχὺς εἶναι τῇ δυνάμει. τῶν δ’ οἴνων χαριέστατος ὁ κατὰ τὴν Ἰταλίαν Ἀλβανὸς καὶ ὁ Φαλερνίτης. ὁ δὲ τούτων πεπαλαιωμένος καὶ κεχρονικὼς φαρμακώδης ὢν καροῖ λίαν ταχέως. ὁ δὲ Ἀδριανὸς καλούμενος εὔπνους, εὐανάδοτος, ἄλυπος τὸ σύνολον. οἰνοποιητέον δὲ αὐτοὺς πρό τινος χρόνου καὶ εἰς ἀναπεπταμένον τόπον θετέον4 εἰς τὸ διαπνεῦσαι τὸ παχὺ τῆς δυνάμεως αὐτῶν. χαριέστατος δ’ οἶνος εἰς παλαίωσιν ὁ Κερκυραῖος. ὁ δὲ Ζακύνθιος καὶ ὁ Λευκάδιος διὰ τὸ γύψον λαβεῖν καὶ κεφαλὴν ἀδικοῦσιν. ὁ δ᾽ ἀπὸ Κιλικίας Ἀβάτης καλούμενος κοιλίας μόνον ἐστὶ μαλακτικός. Κῴῳ δὲ καὶ Μυνδίῳ καὶ Ἁλικαρνασσίῳ καὶ παντὶ τῷ ἱκανῶς τεθαλαττωμένῳ συνᾴδει τὰ σκληρὰ τῶν ὑδάτων οἷον κρηναῖα καὶ ὄμβρια, ἐὰν ᾖ διυλισμένα καὶ πλείονα χρόνον καθεσταμένα. χρήσιμοι δ’ εἰσὶν οὗτοι Ἀθήνησι καὶ Σικυῶνι· ἐν ταύταις γὰρ σκληρὰ τὰ ὕδατα. τοῖς δ᾽ ἀθαλάσσοις τῶν οἴνων καὶ τοῖς παρέχουσιν ἱκανωτέραν στύψιν, ἔτι δὲ τῷ Χίῳ καὶ Λεσβίῳ τὰ ἀποιότατα τῶν ὑδάτων εὐθετεῖ.
在各类葡萄酒中,一种为白酒,一种为黄褐酒,一种为黑(红)酒。白酒本性最薄,利尿、温热且促消化,但会使头部炽热,因酒性上行。至于非甘甜的黑酒,最具滋养性,收敛涩口;而甘甜的黑酒,其滋养性甚至胜过白酒与黄褐酒。因其在体内流经通道时起到缓润作用,并使体液更加黏稠,从而较少困扰头部。事实上,正如狄奥克利斯与普拉克萨戈拉斯所载,甜酒之性在季肋部滞留较久,并能促使咳吐黏痰。雅典的姆涅西特奥斯亦说:“黑酒最具滋养性,白酒最利尿且最清薄,黄褐酒则燥,更利于消化食物。” 精心配入海水的葡萄酒不易致醉酒头痛,能通便,刺激胃部,引发胀气,并助消化食物。明多斯酒与哈利卡纳苏斯酒便属此类。犬儒派的迈尼普斯便称明多斯为“饮咸水之城”。科斯酒亦掺入了足量海水。罗德酒所含海水虽较少,但大量饮用则有害。海岛酒天生适于宴饮,且适于日常饮用。克尼多斯酒能生血、具滋养性,且能使肠胃通畅;但饮用过多则会使胃部弛缓。莱斯博斯酒收敛性较弱,更易随尿液排出。最精妙的是基奥斯酒,而在基奥斯酒中尤以名为阿利乌西阿的酒为最。此酒有三种差异:一种干涩,一种微甜,另一种在口感上介于二者之间,被称为“自成调和之酒”(奥托克拉托斯)。干涩者开胃、具滋养性且更易利尿;微甜者具滋养性、充实且润肠;奥托克拉托斯在效用上则居中。总括而言,基奥斯酒助消化、具滋养、能生良血、极其怡人,且因其药力厚实而令人饱腹。 各类酒中,最上乘的是意大利境内的阿尔巴酒与法勒尔努斯酒。这些酒中陈酿已久的,因具药性,会极快令人昏睡。名为阿德里亚的酒香气芬芳,易于吸收,通体无害。应提前一段时间将它们备好待饮,置于开阔之所,以散逸其效力中浓厚滞重之气。科尔库拉酒是最宜陈酿的佳酿。扎昆托斯酒与莱夫卡斯酒因掺入石膏,也会损伤头部。来自奇里乞亚被称为阿巴泰斯的酒仅能润肠。与科斯酒、明多斯酒、哈利卡纳苏斯酒以及一切充分调入海水的酒相宜的,是经过滤并沉淀较长时间的硬水,如泉水与雨水。这类酒在雅典与西库昂极为有用,因为当地水质坚硬。至于不含海水的葡萄酒、具有较强收敛性的酒,以及基奥斯酒和莱斯博斯酒,则最适宜与最纯净无杂质的水相调和。
- 1.59ὁ δὲ μέλας, ὁ μὴ γλυκάζων, τροφιμώτατος, στυπτικός· ὁ δὲ γλυκάζων καὶ τῶν λευκῶν καὶ τῶν κιρρῶν τροφιμώτατος.
在第二处 ὁ δὲ γλυκάζων 之后,承前省略了 μέλας οἶνος。紧随的属格短语 καὶ τῶν λευκῶν καὶ τῶν κιρρῶν 与最高级 τροφιμώτατος 连用,作比较属格,意为甜黑葡萄酒的滋养程度甚至超过白酒与黄褐酒。
- 1.59ὁ δὲ πολὺς αὐτοῦ ἀχρεῖός ἐστιν.
ὁ πολύς 与部分属格 αὐτοῦ 结合,名词性地充当主语(“其大量者”),与谓语形容词 ἀχρεῖος(有害的、无益的)搭配,表示该酒若过量饮用则对身体有害。
- 1.59μᾶλλον οὐρεῖται
动词 οὐρέω(排尿)的现在被动态第三人称单数形式,以葡萄酒(ὁ Λέσβιος)为主语,表示该酒不易在体内滞留而“更容易随尿液排出”,与前文的形容词 οὐρητικός(利尿的)在语义上相应。
- 1.59οἰνοποιητέον δὲ αὐτοὺς ... καὶ ... θετέον
由中性单数动形容词 οἰνοποιητέον 和 θετέον 构成的非人称结构,表达应当/必须,直接支配宾格补足语 αὐτούς(指阿尔巴与法勒尔努斯葡萄酒)。
