- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.4-1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者称赞了罗马贵族拉伦西斯的渊博学识、祭司职责、双语才华、庞大的古典藏书以及无比的好客之风,随后列举了历史上展现大度与奢华款待的诸种事例。
εἶτα εἰσβάλλει μετ’ ὀλίγον εἰς τὸν τοῦ Λαρηνσίου ἔπαινον καὶ λέγει· ὃς ὑπὸ φιλοτιμίας πολλοὺς τῶν ἀπὸ παιδείας συναθροίζων1 οὐ μόνον τοῖς ἄλλοις ἀλλὰ καὶ λόγοις εἱστία, τὰ μὲν προβάλλων τῶν ἀξίων ζητήσεως, τὰ δὲ ἀνευρίσκων, οὐκ ἀβασανίστως οὐδ’ ἐκ τοῦ παρατυχόντος τὰς ζητήσεις ποιούμενος, ἀλλ’ ὡς ἔνι μάλιστα μετὰ κριτικῆς τινος καὶ Σωκρατικῆς ἐπιστήμης, ὡς πάντας θαυμάζειν τῶν ζητήσεων τὴν τήρησιν. λέγει δ’ αὐτὸν καὶ καθεσταμένον ἐπὶ τῶν ἱερῶν εἶναι καὶ θυσιῶν ὑπὸ τοῦ πάντα ἀρίστου βασιλέως Μάρκου καὶ μὴ ἔλαττον τῶν πατρίων τὰ τῶν Ἑλλήνων μεταχειρίζεσθαι. καλεῖ δὲ αὐτὸν καὶ Ἀστεροπαῖόν τινα, ἐπ’ ἴσης ἀμφοτέρων τῶν φωνῶν προιστάμενον.2 λέγει δ’ αὐτὸν καὶ ἔμπειρον εἶναι ἱερουργιῶν τῶν νομισθεισῶν ὑπό τε τοῦ τῆς πόλεως ἐπωνύμου Ῥωμύλου καὶ Πομπιλίου Νουμᾶ καὶ ἐπιστήμονα νόμων πολιτικῶν. πάντα δὲ ταῦτα μόνον ἐξευρεῖν3 ἐκ παλαιῶν ψηφισμάτων καὶ δογμάτων τηρήσεως, ἔτι δὲ νόμων συναγωγῆς οὓς ἔτι διδάσκουσιν, ὡς τὰ Πινδάρου ὁ κωμῳδιοποιὸς Εὔπολίς φησιν ἤδη κατασεσιγασμένα ὑπὸ τῆς τῶν πολλῶν ἀφιλοκαλίας (). ἦν δέ, φησί, καὶ βιβλίων κτῆσις αὐτῷ ἀρχαίων Ἑλληνικῶν τοσαύτη ὡς ὑπερβάλλειν πάντας τοὺς ἐπὶ συναγωγῇ τεθαυμασμένους, Πολυκράτην τε τὸν Σάμιον καὶ Πεισίστρατον τὸν Ἀθηναίων τυραννήσαντα Εὐκλείδην τε τὸν καὶ αὐτὸν Ἀθηναῖον καὶ Νικοκράτην τὸν Κύπριον ἔτι τε τοὺς Περγάμου βασιλέας Εὐριπίδην τε τὸν ποιητὴν Ἀριστοτέλην τε τὸν φιλόσοφον καὶ Θεόφραστον καὶ τὸν τὰ τούτων διατηρήσαντα βιβλία Νηλέα· παρ’ οὗ πάντα, φησί, πριάμενος ὁ ἡμεδαπὸς βασιλεὺς Πτολεμαῖος, Φιλάδελφος δὲ ἐπίκλην, μετὰ τῶν Ἀθήνηθεν καὶ τῶν ἀπὸ Ῥόδου εἰς τὴν καλὴν Ἀλεξάνδρειαν μετήγαγε. διόπερ ἐκεῖνα τῶν Ἀντιφάνους ἐρεῖ τις εἰς αὐτόν ()· "ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει, ὅπου τι σοφίας ἔργον ἐξετάζεται. — ἀγλαίζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ· οἷα παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν," κατὰ τὸν Θηβαῖον μελοποιόν (). καὶ ἐπὶ τὰς ἑστιάσεις δὲ παρακαλῶν πατρίδα, φησί, τὴν Ῥώμην πᾶσιν ἀποφαίνει. τίς γὰρ τὰ οἴκοι ποθεῖ τούτῳ ξυνὼν ἀναπεπταμένην ἔχοντι τοῖς φίλοις τὴν οἰκίαν; κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀπολλόδωρον ()· "εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου, ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας. ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων ἔσηνε καὶ προσῆλθ᾽, ὑπαντήσας δέ τις δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ μηδέν."
随后不久,他便转入对拉伦西斯的赞颂,说道:他出于对荣誉的追求,聚集了众多博学之士,不仅以其他物品款待他们,更以言论招待,时而提出值得探究的问题,时而予以阐明;他的探究既非不加检验,亦非随性而为,而是尽可能带着某种审慎且苏格拉底式的专业知识,以至于所有人都惊叹于他探究的严密性。他还说,拉伦西斯被至善的马可皇帝任命主管圣事与祭祀,处理希腊事务绝不下于祖辈的传统。他甚至称他为某种阿斯泰罗派奥斯,对两种语言同等精通。他又说,拉伦西斯熟悉该城以其命名的罗穆卢斯以及努马·庞皮利乌斯所设立的祭礼,并且精通城邦的法律;而所有这一切,唯有他一人从对古老决议与法案的研究中,以及从人们至今仍在传授的法律汇编中探寻得出——正如喜剧诗人欧波利斯论及品达的作品那样,这些法律因大众缺乏鉴赏力而早已归于沉寂。他说,拉伦西斯拥有的古希腊藏书之多,甚至超越了所有因藏书而受人赞赏的人物:萨摩斯的波里克拉泰斯、曾为雅典僭主的庇西特拉图、同为雅典人的欧克利得、塞浦路斯的尼科克拉泰斯,以及帕加马的列王、诗人欧里庇得斯、哲学家亚里士多德与泰奥弗拉斯托斯,还有保存他们书籍的奈琉斯;他说,我们本国的托勒密王(绰号菲拉德尔福斯)从奈琉斯处买下所有书籍,并将其与来自雅典和罗得岛的书籍一同运送至秀丽的亚历山大里亚。因此有人会用安提法奈斯的这些诗句来赞誉他: “你永远伴随着缪斯与言论, 凡是有智慧之作被探究的地方。”—— “他在最美妙的音乐之花中生辉, 正如我们男人们在亲近的餐桌旁 常常嬉戏的那样,”正如底比斯的抒情诗人所言。他又说,在召集宴飨之时,拉伦西斯向所有人展现出罗马便是祖国。因为与这位向朋友敞开家门的人相处,谁还会思念自己的家呢?正如喜剧诗人阿波罗多洛斯所说: “每当有人走进朋友家中, 尼科丰啊,甫一跨进门槛, 便能立即察觉到朋友的善意。 首先门房喜气洋洋,猎犬 摇着尾巴迎上前来,迎候之人 立刻摆好座椅,即便谁也未曾 吩咐一词。”
τοιούτους ἔδει καὶ τοὺς λοιποὺς εἶναι πλείους ὡς τοῖς γε μὴ τοῦτο ποιοῦσιν ἐρεῖ τις ‘τί μικρολόγος εἶ;’ — ‘πλεῖαί τοι οἴνου κλισίαι· δαίνυ δαῖτα γέρουσι θάλειαν· ἔοικέ τοι ().’ τοιοῦτος ἦν τῇ μεγαλοψυχίᾳ ὁ μέγας Ἀλέξανδρος. Κόνων δὲ τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ ἑκατόμβην τῷ ὄντι θύσας καὶ οὐ ψευδωνύμως πάντας Ἀθηναίους εἱστίασεν. Ἀλκιβιάδης δὲ Ὀλύμπια νικήσας ἅρματι πρῶτος καὶ δεύτερος καὶ τέταρτος, εἰς ἃς νίκας καὶ Εὐριπίδης ἔγραψεν ἐπινίκιον (), θύσας Ὀλυμπίῳ Διὶ τὴν πανήγυριν πᾶσαν εἱστίασε. τὸ αὐτὸ ἐποίησε καὶ Λεώφρων Ὀλυμπίασιν, ἐπινίκιον γράψαντος τοῦ Κείου Σιμωνίδου (). Ἐμπεδοκλῆς δ’ ὁ Ἀκραγαντῖνος ἵπποις Ὀλύμπια νικήσας, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, ἐκ σμύρνης καὶ λιβανωτοῦ καὶ τῶν πολυτελεστάτων ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασιν. ὁ δὲ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χίου κεράμιον. "τοῦ γάρ τις ἄλλου πρὸς θεῶν ἂν οὕνεκα εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων ἢ τοῦ δύνασθαι παραβοηθεῖν τοῖς φίλοις σπείρειν τε καρπὸν Χάριτος, ἡδίστης θεῶν;" τοῦ μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονὰς "ἔχομεν ὁμοίας· οὐδὲ τοῖς λαμπροῖσι γὰρ δείπνοις τὸ πεινῆν παύεται," Ἀντιφάνης φησίν (). ὅτι Ξενοκράτης ὁ Χαλκηδόνιος καὶ Σπεύσιππος ὁ Ἀκαδημαικὸς καὶ Ἀριστοτέλης βασιλικοὺς νόμους ἔγραψε.4 ἀλλὰ μὴν καὶ ὁ Ἀκραγαντῖνος Τελλίας, φιλόξενος ὢν καὶ πάντας πολυωρῶν, πεντακοσίοις ἱππεῦσιν ἐκ Γέλας ποτὲ καταλύσασιν ὡς αὐτὸν χειμῶνος ὥρᾳ ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον.
其余的人也应当更多如这般行事,以致于对那些不这样做的人,人们会说:“你为何如此吝啬?”——“你的营帐装满了美酒;当为长老们摆设丰盛的筵席;这与你甚相宜。”伟大的亚历山大在胸襟开阔上便是这样的人。科农在克尼多斯附近的海战中击败拉刻代蒙人并筑起比雷埃夫斯的城墙后,献上了真正的而非徒有虚名的百牛大祭,宴请了所有雅典人。阿尔基比亚德斯在奥林匹亚赛会的战车比赛中赢得了第一名、第二名和第四名——欧里庇得斯也为这些胜利谱写了凯旋诗——他向奥林匹亚的宙斯献祭,款待了整场集会的人群。莱奥弗隆在奥林匹亚亦是如此,当时凯奥斯的西摩尼得斯为他谱写了凯旋诗。阿克拉加斯的恩培多克勒在奥林匹亚凭借赛马获胜,但他作为毕达哥拉斯派信徒而禁绝肉食,便用没药、乳香和最昂贵的香料塑成一头公牛,分发给前来参加集会的人们。希俄斯的伊翁在雅典赢得悲剧竞赛后,分给每位雅典人一陶罐希俄斯葡萄酒。 “凭诸神起誓,人为了什么别的缘故, 才会祈求富有并财资充盈, 难道不是为了能够襄助朋友, 并播撒诸神中最甘美的卡里斯的果实吗?” “因为在饮与食方面,我们拥有 相同的快感;即便面对奢华的 宴席,饥饿也不会就此止息,”安提法奈斯如是说。 关于迦克墩的色诺克拉泰斯、阿卡德米学派的斯珀西波斯和亚里士多德撰写了王家法典。 此外,阿克拉加斯的泰利亚斯生性好客且对所有人礼遇备至,有一次在冬季,来自盖拉的五百名骑兵到他那里借宿,他给每个人各赠送了一件短袍和一件外套。
- 1.4ὃς ὑπὸ φιλοτιμίας πολλοὺς τῶν ἀπὸ παιδείας συναθροίζων
由关系代名词 ὃς 引导的从句的主动词是 εἱστία,中间插入了一系列分词短语(συναθροίζων、προβάλλων、ἀνευρίσκων、ποιούμενος)。全句骨架为“ὃς ... συναθροίζων ... εἱστία”(他聚集了……款待了……)。
- 1.4Ἀστεροπαῖόν τινα, ἐπ’ ἴσης ἀμφοτέρων τῶν φωνῶν προιστάμενον
此处化用了荷马《伊利亚特》中善使双手的战士阿斯泰罗派奥斯的典故,比喻拉伦西斯对希腊语和拉丁语两种语言(ἀμφοτέρων τῶν φωνῶν)同等娴熟自如(προιστάμενον)。
- 1.4πάντα δὲ ταῦτα μόνον ἐξευρεῖν
这是由前面 λέγει 所统辖的对格不定式结构(间接引语),其逻辑主语(αὐτόν)被省略。μόνον 作副词性对格(或形容词对格)修饰,意为“独自一人”。
- 1.5ὅτι Ξενοκράτης ὁ Χαλκηδόνιος καὶ Σπεύσιππος ὁ Ἀκαδημαικὸς καὶ Ἀριστοτέλης βασιλικοὺς νόμους ἔγραψε.
这是节略者(Epitomator)插入的标题性小注,采用“ὅτι...”(关于……)的标题格式。三个并列主语(色诺克拉泰斯、斯珀西波斯、亚里士多德)搭配单数动词 ἔγραψε,是与最近的主语保持一致,或表示各自分别著述。
