- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.57-1.58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中列举了阿尔克曼等作家所记载的斯巴达及各地特色葡萄酒的名称、效用与调制法,以及加料调味葡萄酒的各种特性。
Ἀλκμὰν δέ που ‘ἄπυρον οἶνον καὶ ἄνθεος ὄσδοντά’ φησι () τὸν ἐκ Πέντε λόφων,1 ὅς ἐστι τόπος Σπάρτης ἀπέχων στάδια ἑπτά· καὶ τὸν ἐκ Δενθιάδων, ἐρύματός τινος, καὶ τὸν ἐξ Οἰνοῦντος καὶ τὸν ἐξ Ὀνόγλων καὶ Σταθμῶν. χωρία δὲ ταῦτα τὰ καὶ πλησίον Πιτάνης. φησὶν οὖν ‘οἶνον δ’ Οἰνουντιάδαν ἢ Δένθιν ἢ Καρύστιον ἢ Ὄνογλιν ἢ Σταθμίταν.’ καὶ τὸν ἐκ Καρύστου, ὅς ἐστι πλησίον Ἀρκαδίας. ἄπυρον δὲ εἶπε τὸν οὐχ ἡψημένον· ἐχρῶντο γὰρ ἑφθοῖς οἴνοις. Πολύβιος δὲ () διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, ᾧ μηδένα συγκρίνεσθαι. Ἀλκίφρων δ’ ὁ Μαιάνδριος περὶ τὴν Ἐφεσίαν φησὶν εἶναι ὀρείαν κώμην τὴν πρότερον μὲν καλουμένην Λητοῦς, νῦν δὲ Λατώρειαν ἀπὸ Λατωρείας Ἀμαζόνος· ἐν ᾗ γίνεσθαι τὸν πράμνιον οἶνον. Τιμαχίδας δὲ ὁ Ῥόδιος ὑπόχυτόν τινα οἶνον ἐν Ῥόδῳ καλεῖ παραπλήσιον τῷ γλεύκει. καὶ γλύξις δ’ οἶνος καλεῖται ὁ τὸ ἕψημα ἔχων. Πολύζηλος δὲ () αὐτίτην καλεῖ οἶνον. Πλάτων δ’ ὁ κωμικὸς () καπνίαν· κάλλιστος δ’ οὗτος γίνεται ἐν Βενεβέντῳ πόλει Ἰταλίας. ἀμφίας δ’ οἶνος ὁ φαῦλος καλεῖται παρὰ Σωσικράτει. ἐχρῶντο δ’ οἱ ἀρχαῖοι καὶ πόματί τινι ἐξ ἀρωμάτων κατασκευαζομένῳ, ὃ ἐκάλουν τρίμμα. Θεόφραστος δὲ ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ φησὶν () ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας γίνεσθαι οἶνον ὃς τοὺς μὲν ἄνδρας πινόμενος ἐξίστησι, τὰς δὲ γυναῖκας τεκνούσσας ποιεῖ. περὶ δὲ Κερυνίαν τῆς Ἀχαίας ἀμπέλου τι γένος εἶναι, ἀφ’ ἧς τὸν οἶνον ἐξαμβλοῦν ποιεῖν τὰς γυναῖκας τὰς ἐγκύμονας·2 κἂν τῶν βοτρύων δέ, φησί, φάγωσιν, ἐξαμβλοῦσιν. ὁ δὲ Τροιζήνιος οἶνος ἀγόνους, φησί, ποιεῖ τοὺς πίνοντας. ἐν Θάσῳ δὲ λέγει ὡς αὐτοὶ ποιοῦσιν οἶνόν τινα ὑπνωτικὸν καὶ ἕτερον ἀγρυπνεῖν ποιοῦντα τοὺς πίνοντας.
阿尔克曼在某处谈及“未经烹煮、散发花香的酒”,指的是来自五丘(距斯巴达七斯塔德的一处地点)的酒,以及来自要塞登提阿得斯的酒,还有来自奥诺伊斯、奥诺格拉与斯塔特摩伊的酒。这些地方都靠近皮塔内。因此他说:“不论是奥诺伊斯酒、登提斯酒、卡律斯托斯酒、奥诺格利斯酒,还是斯塔特米塔斯酒。”他亦提及来自卡律斯托斯(靠近阿卡迪亚)的酒。他说“未经烹煮”,是指未加煮沸的酒,因为古人曾饮用煮过的葡萄酒。波利比乌斯说,卡普亚出产一种名为“爬树藤酒”(阿纳登德里特斯)的极品葡萄酒,无酒可与之比拟。迈安德罗斯河畔的阿尔基弗隆说,在以弗所境内有一座山村,原名勒托村,现以亚马逊人拉托蕾亚之名改称拉托蕾亚,那里出产普拉姆尼奥斯酒。罗德岛的蒂马基达斯将罗德岛的一种葡萄酒称为“下注酒”(许珀屈托斯),类似于新榨葡萄汁。含有浓缩煮汁的酒被称为“甘酒”(格吕克西斯)。波吕泽洛斯将一种酒称为“原汁纯酒”(奥蒂特斯)。喜剧诗人柏拉图称之为“烟熏酒”(卡普尼亚斯);此酒在意大利的贝内文图姆城出产最佳。索西克拉泰斯的作品中,劣质酒被称为“双面酒”(安菲阿斯)。古人亦饮用一种由香料调配的饮品,称为“磨制香饮”(特林玛)。泰奥弗拉斯托斯在其《植物志》中说,阿卡迪亚的赫赖亚出产一种葡萄酒,男人饮之会发狂,女人饮之却能孕育子嗣。阿开亚的凯律内亚附近有一种葡萄藤,其产出的酒会令孕妇流产;他说,即便孕妇只是吃了葡萄,亦会流产。而特罗曾酒据说会令饮者不育。在萨索斯岛,他说当地人自制一种催眠酒,以及另一种令饮者彻夜不眠的酒。
περὶ δὲ τῆς τοῦ ἀνθοσμίου οἴνου σκευασίας Φαινίας ὁ Ἐρέσιός φησι τάδε ()· ‘γλεύκει παραχεῖται παρὰ χοῦς πεντήκοντα εἷς θαλάσσης3 καὶ γίνεται ἀνθοσμίας.’ καὶ πάλιν· ‘ἀνθοσμίας γίνεται ἐκ νέων ἀμπέλων ἰσχυρότερος ἢ ἐκ παλαιῶν.’ ἑξῆς τέ φησι· ‘τὰς ὀμφακώδεις συμπατήσαντες ἀπέθεντο καὶ ἀνθοσμίας ἐγένετο.’ Θεόφραστος δ’ ἐν Θάσῳ φησὶ () τὸν ἐν τῷ πρυτανείῳ διδόμενον θαυμαστὸν εἶναι τὴν ἡδονήν· ἠρτυμένος γάρ ἐστιν. ‘ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν ὀσμὴν ἀπ’ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον.’ καὶ ἑξῆς δέ φησιν· ‘ἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα, τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου.’4 μυρίνης δὲ οἶνος κεῖται παρὰ Ποσειδίππῳ ()· "διψηρὸς ἄτοπος ὁ μυρίνης ὁ τίμιος." καὶ Ἑρμῆς δ’ εἶδος πόσεως παρὰ Στράττιδι () "Χαιρέας δὲ ἐν Βαβυλῶνι οἶνόν φησι γίνεσθαι" τὸν καλούμενον νέκταρ. "ἦν ἄρ’ ἔπος τόδ’ ἀληθές, ὅ τ’ οὐ μόνον ὕδατος αἶσαν, ἀλλά τι καὶ χλεύης5 οἶνος ἔχειν ἐθέλει. — οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον," ὁ Κεῖός φησι ποιητής ().
关于花香酒(安托斯米阿斯)的调制,埃雷索斯的法埃尼亚斯记述如下:“每五十库斯新葡萄汁中注入一库斯海水,便成了花香酒。”他又说:“从年轻葡萄藤酿出的花香酒比老藤酿出的更为醇烈。”接着他又说:“将未完全熟透的酸葡萄一同压榨后封存,便成了花香酒。”泰奥弗拉斯托斯说,萨索斯岛在政厅中所供应的葡萄酒具有令人赞叹的美妙口感,因为那是经过调味的。“他们将以蜂蜜揉和的大麦面团投入陶罐中,使得这酒从蜂蜜中获得香气,从面团中获得甜味。”接着他又说:“如果有人将涩口而芳香的酒与柔顺而无味的酒调配,正如将赫拉克利亚酒与埃律特赖酒调和,一者提供柔顺,另一者提供芳香。” 波塞狄波斯的作品中提到了“香桃木酒”(米里内斯): “令人干渴、滋味古怪却备受珍视的香桃木酒。” 斯特拉蒂斯的作品中有一种名为“赫尔墨斯”的饮料;凯瑞阿斯说在巴比伦出产一种被称为“琼浆”的葡萄酒。 “看来这句格言果然不虚:酒不仅渴望拥有一份水, 而且还渴望带有一份嘲弄。—— 凡属于狄奥尼索斯之物,皆不可弃掷,哪怕是一颗葡萄籽,”基奥斯岛的诗人如是说。
- 1.57τὸν ἐκ Πέντε λόφων
宾格短语 τὸν ἐκ Πέντε λόφων 承接前文引文 ‘ἄπυρον οἶνον καὶ ἄνθεος ὄσδοντά’ 中的名词 οἶνον,并与后文一系列宾格短语(καὶ τὸν ἐκ Δενθιάδων 等)并列,作动词 φησι 的宾语。
- 1.57ἐξαμβλοῦν ποιεῖν τὰς γυναῖκας τὰς ἐγκύμονας
此为使役结构,使役动词 ποιεῖν 支配不定式 ἐξαμβλοῦν 与宾格短语 τὰς γυναῖκας τὰς ἐγκύμονας,意为“使孕妇流产”。在间接引语中,不定式 ποιεῖν 受主句动词 φησί 支配。
- 1.58γλεύκει παραχεῖται παρὰ χοῦς πεντήκοντα εἷς θαλάσσης
与格 γλεύκει 表示动词 παραχεῖται 的注入对象。介词 παρὰ 表比例(“每五十夸脱”),主语 εἷς 与部分属格 θαλάσσης 搭配,意为“一夸脱海水”。
- 1.58τοῦ μὲν τὴν μαλακότητα, τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου
属格绝对结构。τοῦ μὲν 与 τοῦ δὲ 分别指代前文提到的两类葡萄酒(柔顺无香与涩口芳香者),作分词 παρεχομένου 的逻辑主语,起分配并列作用。
- 1.58οὐ μόνον ὕδατος αἶσαν, ἀλλά τι καὶ χλεύης
αἶσαν 意为“配额、份量”。由 οὐ μόνον ... ἀλλά τι καί 构成对比,属格 ὕδατος(水的)与 χλεύης(嘲弄的)分别修饰 αἶσαν(后者由 αἶσαν 或 τι 支配)。
