← 阿特纳奥斯

学者们的宴会

§1.55-1.56

普拉姆尼奥斯酒与各域名酒的特质

本节引述诸多诗篇与历史记载,探讨了伊卡洛斯的普拉姆尼奥斯酒以及阿坎索斯、科林斯、优卑亚、纳克索斯、斯基亚索斯和比布罗斯等地名酒的品质、词源与相关历史传承。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.55

θαυμάζεται δὲ καὶ ὁ Ἰκάριος οἶνος, ὡς Ἄμφις ()· "ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί, Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι." γίνεται δὲ ἐν Ἰκάρῳ, φησὶν Ἐπαρχίδης (), ὁ πράμνιος. ἐστὶ δὲ οὗτος γένος τι οἴνου. καί ἐστιν οὗτος οὔτε γλυκὺς οὔτε παχύς, ἀλλ’ αὐστηρὸς καὶ σκληρὸς καὶ δύναμιν ἔχων διαφέρουσαν· οἵῳ Ἀριστοφάνης οὐχ ἥδεσθαι Ἀθηναίους φησί1 () λέγων τὸν Ἀθηναίων δῆμον οὔτε ποιηταῖς ἥδεσθαι σκληροῖς καὶ ἀστεμφέσιν οὔτε πραμνίοις οἴνοις συνάγουσι τὰς ὀφρῦς τε καὶ τὴν κοιλίαν, ἀλλ’ ἀνθοσμίᾳ καὶ πέπονι νεκταροσταγεῖ. εἶναι γὰρ ἐν Ἰκάρῳ φησὶ Σῆμος () Πράμνιον πέτραν καὶ παρ’ αὐτῇ ὄρος μέγα, ἀφ’ οὗ τὸν Πράμνιον οἶνον,2 ὃν καὶ φαρμακίτην τινὰς καλεῖν. ἐκαλεῖτο δὲ ἡ Ἴκαρος πρότερον Ἰχθυόεσσα διὰ τὸ ἐν αὐτῇ τῶν ἰχθύων πλῆθος, ὡς καὶ Ἐχινάδες ἀπὸ τῶν ἐχίνων καὶ Σηπιὰς ἄκρα ἀπὸ τῶν περὶ αὐτὴν σηπιῶν καὶ Λαγοῦσσαι νῆσοι ἀπὸ τῶν ἐν αὐταῖς λαγωῶν καὶ ἕτεραι Φυκοῦσσαι καὶ Λοπαδοῦσσαι ἀπὸ τῶν παραπλησίων. προσαγορεύεται δέ, φησὶν Ἐπαρχίδης (), ἡ ἄμπελος ἡ τὸν Ἰκάριον πράμνιον φέρουσα ὑπὸ τῶν ξένων μὲν ἱερά, ὑπὸ δὲ τῶν Οἰνοαίων Διονυσιάς. Οἰνόη δὲ πόλις ἐν τῇ νήσῳ ἐστί. Δίδυμος δὲ () πράμνιόν φησιν οἶνον ἀπὸ πραμνίας ἀμπέλου οὕτω καλουμένης, οἳ δὲ ἰδίως τὸν μέλανα, ἔνιοι δὲ ἐν τῷ καθόλου τὸν πρὸς παραμονὴν ἐπιτήδειον οἱονεὶ παραμόνιον ὄντα· οἳ δὲ τὸν πραύνοντα τὸ μένος, ἐπεὶ οἱ πιόντες προσηνεῖς.

伊卡洛斯岛的葡萄酒亦备受推崇,正如安菲斯所言: “修里奥伊有橄榄油,盖拉有扁豆, 伊卡洛斯产葡萄酒,基莫洛斯产无花果干。” 埃帕尔基德斯说,普拉姆尼奥斯酒产自伊卡洛斯岛;这是一种葡萄酒。此酒既不甜也不稠厚,而是涩口刚烈,具有非凡的劲力。阿里斯托芬说雅典人不喜此类酒,称雅典民众既不喜欢生硬刻板的诗人,也不喜欢令人皱眉缩腹的普拉姆尼奥斯酒,而是喜欢花香扑鼻、熟美甘醇且滴沥琼浆之酒。因为塞莫斯说,伊卡洛斯岛上有一处普拉姆尼奥斯岩,其旁有一座大山,普拉姆尼奥斯酒便得名于此,亦有人称之为药酒。伊卡洛斯岛早先因岛上多鱼而被称为“鱼岛”,正如同埃基纳得斯群岛得名于海胆,塞庇阿斯岬得名于周遭的乌贼,拉古萨群岛得名于其上的野兔,另有菲库萨与洛帕杜萨诸岛亦因类似原因得名。埃帕尔基德斯说,产出伊卡洛斯普拉姆尼奥斯酒的葡萄藤被异乡人称为“神圣树”,而奥诺埃人则称之为“狄奥尼西亚斯”。奥诺埃是该岛上的一座城邦。迪杜莫斯说,普拉姆尼奥斯酒得名于所谓的普拉姆尼亚葡萄藤;其他人则认为它特指深黑酒;亦有人泛指适宜久存的酒,仿佛是“常驻之酒”;还有人认为它是“平息怒气之酒”,因为饮用者会变得温和。

§1.56

ἐπαινεῖ Ἄμφις καὶ τὸν ἐξ Ἀκάνθου πόλεως οἶνον λέγων ()· ποδαπὸς εἶ; φράσον. "Β. Ἀκάνθιος. Α. εἶτα πρὸς θεῶν οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ καὶ τοὔνομ’ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις ἔχεις, τὰ δ’ ἤδη τῶν πολιτῶν οὐκ ἔχεις; " Κορινθίου οἴνου Ἄλεξις μνημονεύει ὡς σκληροῦ ()· "οἶνος ξενικὸς παρῆν· ὁ γὰρ Κορίνθιος βασανισμός ἐστι." καὶ Εὐβοικοῦ δέ ()· ‘πολὺν πιὼν Εὐβοικὸν οἶνον.’ Ἀρχίλοχος τὸν Νάξιον τῷ νέκταρι παραβάλλει ()· ὃς καί πού φησιν ()· "ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη,3 ἐν δορὶ δ᾽ οἶνος Ἰσμαρικός· πίνω δ’ ἐν δορὶ κεκλιμένος." Στράττις δὲ τὸν Σκιάθιον ἐπαινεῖ ()· "οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος." Ἀχαιὸς δὲ τὸν Βίβλινον ()· ‘ἐδεξιοῦτο Βιβλίνου μέθης ἐκπώματι.’ ἐκαλεῖτο δ’ οὕτως ἀπό τινος χωρίου οὕτω προσαγορευομένου. φησὶ δὲ Φιλύλλιος () ὅτι "παρέξω Λέσβιον, Χῖον σαπρόν, Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν." Ἐπίχαρμος δὲ ἀπό τινων ὀρῶν Βιβλίνων φησὶν αὐτὸν ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βιβλίαν, ἣν Ἀντισάρην καὶ Οἰσύμην προσαγορευθῆναι. ἐπιεικῶς δὲ ἡ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, καὶ συνόλως τὰ ἀπὸ πλησίον αὐτῆς χωρία· "νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι ()." Ἵππυς δ’ ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας. εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος ὁ Βίβλινος οἶνος. χρησμός. ἐν τῷ χρησμῷ, φησίν, ὁ θεὸς ηὐτομάτισε· "πῖν’ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδ’ ἱερὰν Ὑπέραν, ὅθι γ’ ἄτρυγον οἶνον ἔπινες." ὠνομάζετο δὲ παρὰ Τροιζηνίοις, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ αὐτῶν πολιτείᾳ (), ἄμπελος Ἀνθηδονιὰς καὶ Ὑπερειὰς ἀπὸ Ἄνθου τινὸς καὶ Ὑπέρου, ὡς καὶ Ἀλθηφιὰς ἀπὸ Ἀλθηφίου τινός, ἑνὸς τῶν Ἀλφειοῦ ἀπογόνων.

安菲斯亦赞美阿坎索斯城邦的葡萄酒,说道: “你是哪里人?说出来吧。 乙:阿坎索斯人。甲:那么看在诸神份上, 你既是极品美酒之城的公民,为何如此酸涩刻薄, 且把家乡的名字(荆棘)刻进了性格之中, 却没有该城公民应有的温和品性?” 亚历克西斯提及科林斯酒时视其为苦涩难咽之物: “当时备有外邦酒;因为科林斯酒 简直是折磨。” 关于优卑亚酒,他说:“饮下了大量优卑亚酒。”阿尔基罗库斯将纳克索斯酒比作琼浆仙露;他亦在某处说道: “在长矛之上,有我揉好的大麦饼;在长矛之上,有伊斯马洛斯 美酒;我斜倚在长矛上饮酒。” 斯特拉蒂斯赞赏斯基亚索斯酒: “深黑的斯基亚索斯酒奔涌而出供行旅饮用, 与等量的水混合调配。” 阿开奥斯谈及比布罗斯酒时说:“他以盛满比布罗斯沉醉之酒的酒杯致意。”此酒得名于一个同名的地方。菲吕利奥斯说: “我将提供列斯堡酒、陈年希俄斯酒、 萨索斯酒、比布罗斯酒、门代酒,免得任何人宿醉头痛。” 埃庇卡尔摩斯说,该酒得名于某些比布林山脉。阿尔梅尼达斯则说色雷斯有一处名为比布利亚的地区,该地亦被称为安提萨雷与奥伊苏梅。大体而言,色雷斯因出产甘醇美酒而广受推崇,其邻近各地区亦大抵如此: “诸船从利姆诺斯岛泊岸运来葡萄酒。” 雷吉翁的希普斯说,被称为“卷藤”的葡萄藤被叫做比布利亚,统治叙拉古的阿哥斯人波利斯最初从意大利将其引入叙拉古。由此看来,在西西里希腊人中被称为波利奥斯的甜葡萄酒,当即比布罗斯酒。 神谕。他说,在神谕中神灵自然发话道: “喝那带酒糟的浊酒吧,因为你既不住在安塞东, 也不住在神圣的许佩拉——你在那里曾饮用无糟的纯酒。” 正如亚里士多德在其《特罗曾政制》中所言,特罗曾人以某位安托斯和许佩罗斯之名将葡萄藤称为“安塞多尼亚斯”和“许佩雷亚斯”,亦如以阿尔菲奥斯后裔之一的阿尔忒菲奥斯之名将其称为“阿尔忒菲亚斯”。

语法注3 条
  1. 1.55οἵῳ Ἀριστοφάνης οὐχ ἥδεσθαι Ἀθηναίους φησί

    与格关系代词 οἵῳ 以先前对该酒性质的描述(涩口、刚烈且劲大)为先行词,作动词 ἥδεσθαι(“以……为乐/喜欢”)的支配成分。随后的分词短语 λέγων... 则进一步引述并阐发阿里斯托芬的言论。

  2. 1.55ἀφ’ οὗ τὸν Πράμνιον οἶνον

    这是间接引语中省略不定词的结构。根据上下文,需补出与“得名”(如 ὠνομάσθαι)或“产出”(如 γίνεσθαι)相当的不定词,以 τὸν Πράμνιον οἶνον 作为其对格主语。

  3. 1.56ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη

    阿尔基罗库斯残篇中的 ἐν δορὶ 具有多重解读空间:可指“靠着长矛/倚靠在矛上”、“在行伍服役中”,或“凭着长矛(靠军伍劳作换取)”。结合第三句中的 κεκλιμένος(倚靠着),此处巧妙兼顾了物理姿势与雇佣军人生涯的双重意涵。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.55-1.56