← 阿特纳奥斯

学者们的宴会

§1.52-1.54

诗人笔下的各地佳酿考与波斯王赐城之事

通过引用喜剧诗人及阿尔凯斯特拉托斯等人的诗句,比较了各地名酒(列斯堡、比布罗斯、门代、陈醇香酒等)的优劣与特点,并记叙了波斯王向地米斯托克利与皮塔库斯赐予城邦之事,以及关于普里阿普斯神与甜酒名称的考释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.52

ὅτι Ἀριστοφάνους τὰς δευτέρας Θεσμοφοριαζούσας Δημήτριος ὁ Τροιζήνιος Θεσμοφοριασάσας ἐπιγράφει. ἐν ταύτῃ ὁ κωμικὸς μέμνηται Πεπαρηθίου οἴνου ()· "οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον, οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον, οὐδ’ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον." Εὔβουλος ()· "ὁ Λευκάδιος πάρεστι καὶ μελίττιος οἰνίσκος οὕτω πότιμος." Ἀρχεστράτου τοῦ δειπνολόγου ()· "εἶθ’ ὁπόταν πλήρωμα Διὸς σωτῆρος1 ἕλησθε, ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα. τόν τ’ ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ· οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς, εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι μᾶλλον· ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον· πινόμενος δ’ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ δέ. εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι, ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος, οὐ προσέχω τὸν νοῦν αὐτοῖς.... ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις. οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ’ ὀνομῆναι· ἀλλ’ οὐθὲν τἄλλ’ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον. ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ’ αὑτοῖς."

特罗曾的德米特里乌斯将阿里斯托芬的《地母节妇女》第二部题名为《庆祝过地母节的妇女》。在这部作品中,喜剧诗人提到了佩帕雷索斯酒: “我绝不容许他们饮用普拉姆尼奥斯酒, 也不许饮用希俄斯酒、萨索斯酒、佩帕雷索斯酒, 以及任何会唤起撞角的其他酒。” 欧布洛斯说: “莱夫卡斯酒已备好,还有如蜜般甜美、 如此宜饮的淡薄小酒。” 席间哲人阿尔凯斯特拉托斯说: “随后,每当你端起敬献拯救者宙斯的满杯时, 就应当饮用那种年深日久、带着极其斑白的头颅、 湿润的长发覆盖着白色花簇的陈酒, 它孕育自波浪环抱的列斯堡岛。 我也赞赏出自神圣腓尼基的比布罗斯酒; 然而我绝不把它与那款酒相提并论。因为你若 不曾习惯而在毫无防备时突然品尝它, 你确实会觉得它比列斯堡酒更加芬芳; 因为经由漫长无比的岁月,它获得了这般品质; 但在饮用时却逊色得多。而那款酒会让你觉得 它所拥有的殊荣不似葡萄酒,倒似琼浆仙露。 倘若有些自夸且空谈妄言之人嘲弄道, 腓尼基酒生来乃是世间最甘美之物, 我也绝不理会他们……。 萨索斯酒若历经多年秀美的时光而变得老成, 亦堪称上品适宜饮用。 我也懂得如何述说并赞赏来自其他城邦的 垂挂葡萄之枝的产物,提名它们亦非我所不知; 但若与列斯堡酒相比,其他一切简直微不足道。 不过,有些人总是乐于赞赏自家出产之物。”

§1.53

φοινικίνου δὲ οἴνου μέμνηται καὶ Ἔφιππος ()· "κάρυα, ῥοίας, φοίνικας, ἕτερα νώγαλα, σταμνάριά τ’ οἴνου μικρὰ τοῦ φοινικίνου." καὶ πάλιν ()· "φοινικίνου βῖκός τις ὑπανεῴγνυτο." μνημονεύει αὐτοῦ καὶ Ξενοφῶν Ἀναβάσει (). Μενδαίου δὲ Κρατῖνος ()· "νῦν δ’ ἂν ἴδῃ Μενδαῖον ἡβῶντ’ ἀρτίως οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει· ‘οἴμ’ ὡς ἁπαλὸς καὶ λευκός· ἆρ’ οἴσει τρία;’2" Ἕρμιππος δέ που ποιεῖ τὸν Διόνυσον πλειόνων μεμνημένον ()· "Μενδαίῳ... μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή, τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον τῶν ἄλλων οἴνων μετ’ ἀμύμονα Χῖον ἄλυπον. ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι, οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ’ ὑακίνθου· ὀσμὴ θεσπεσία κατὰ πᾶν δ’ ἔχει ὑψερεφὲς δῶ, ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ’ ἐστὶ τὸ νέκταρ, τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ’ ἐχθροῖς ἐκ Πεπαρήθου·" φησὶ δὲ Φαινίας ὁ Ἐρέσιος () Μενδαίους τοὺς βότρυς ἐπὶ τῇ ἀμπέλῳ ῥαίνειν τῷ ἐλατηρίῳ· διὸ γίνεσθαι τὸν οἶνον μαλακόν.

埃菲普斯亦提到了椰枣酒: “核桃、石榴、椰枣,以及其他小吃, 还有装在小坛里的椰枣酒。” 又在别处说: “一坛椰枣酒被轻轻开启。” 色诺芬在《长征记》中亦提及此酒。关于门代酒,克拉提诺斯说: “如今若有人看见刚达初熟的门代 淡薄小酒,便紧随其后并不住说道: ‘天哪,多么柔嫩纯白!它能耐得住三倍(水稀释)吗?’” 赫尔米普斯在某处让狄奥尼索斯列举了更多酒品: “在门代酒中……诸神自身甚至在 柔软的垫褥上撒尿。而对于赐予柔和的马格内西亚酒, 以及弥漫着苹果芬芳的萨索斯酒, 我认为在无可挑剔、无忧无虑的希俄斯酒之后, 此酒远胜过所有其他酒品。 还有一种酒,人们称之为陈醇香酒, 刚从微启的坛口便散发出 紫罗兰的香气、玫瑰的香气与风信子的香气; 神圣的芬芳笼罩着整座高顶殿堂, 仙馔与琼浆并蓄。这才是真正的琼浆, 在丰盛的宴席上理应将此酒拿出来提供给 我的朋友们饮用,而给我的敌人们则奉上佩帕雷索斯酒。” 埃雷索斯的法伊尼亚斯说,门代人会用喷瓜汁喷洒葡萄藤上的果串,酒因此变得柔和。

§1.54

ὅτι Θεμιστοκλῆς ὑπὸ βασιλέως ἔλαβε δωρεὰν τὴν Λάμψακον εἰς οἶνον, Μαγνησίαν δ’ εἰς ἄρτον, Μυοῦντα δ’ εἰς ὄψον, Περκώτην δὲ καὶ τὴν Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἱματισμόν. ἐκέλευσε δὲ τούτῳ στολὴν φορεῖν βαρβαρικήν, ὡς καὶ Δημαράτῳ, δοὺς τὰ πρότερον ὑπάρχοντα καὶ εἰς στολὴν Γάμβρειον προσθεὶς ἐφ’ ᾧ τε μηκέτι Ἑλληνικὸν ἱμάτιον περιβάληται.3 καὶ Κῦρος δὲ ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ φίλῳ ὄντι ἐχαρίσατο ἑπτὰ πόλεις, ὥς φησιν ὁ Βαβυλώνιος Ἀγαθοκλῆς (), Πήδασον, Ὀλύμπιον, Ἀκαμάντιον, Τίον, Σκῆπτρα, Ἀρτύψον, Τορτύρην. ‘ὃ δ’ εἰς ὕβριν, φησί, καὶ ἄνοιαν προελθὼν τυραννεῖν ἐπεχείρησε τῆς πατρίδος στρατιὰν συναγαγών. καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπ’ αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον.’4 — τιμᾶται δὲ παρὰ Λαμψακηνοῖς ὁ Πρίηπος ὁ αὐτὸς ὢν τῷ Διονύσῳ, ἐξ ἐπιθέτου καλούμενος οὕτως, ὡς Θρίαμβος καὶ Διθύραμβος. ὅτι Μιτυληναῖοι τὸν παρ’ αὑτοῖς γλυκὺν οἶνον πρόδρομον καλοῦσι, ἄλλοι δὲ πρότροπον.

地米斯托克利蒙波斯国王赐予兰普萨库斯以备葡萄酒,赐予马格内西亚以备面包,赐予缪乌斯以备肉肴,赐予佩尔科特与帕莱斯凯普西斯以备卧具与衣着。国王命令他像德玛拉托斯那样穿着蛮族服饰,在赐予他原有产业的同时,又追加甘布里翁作为服饰之资,条件是他不再披戴希腊式的斗篷。大居鲁士亦曾将七座城邦赐予其友基齐库斯的皮塔库斯,正如巴比伦的阿加托克利斯所言,即佩达索斯、奥林匹翁、阿卡曼提翁、提翁、斯凯普特拉、阿尔图普索斯、托尔图雷。他说:“然而他走向狂妄与愚妄,纠集军队企图在祖国实行僭主统治。基齐库斯人奋起反抗并奔赴救援,排列成行冲向危险。”——在兰普萨库斯人那里,普里阿普斯受到崇奉,他与狄奥尼索斯实为一体,此名乃因称号而得,正如“特里安博斯”与“狄梯兰博斯”一样。 米蒂利尼人将其当地的甜葡萄酒称为“前行酒”,而其他人则称之为“自流酒”。

语法注4 条
  1. 1.52πλήρωμα Διὸς σωτῆρος

    “敬献拯救者宙斯的满杯(奠酒)”。指希腊宴饮中将第三杯酒献给“拯救者宙斯”的习俗,标志着宴席转入正式畅饮的阶段。

  2. 1.53ἆρ’ οἴσει τρία;

    酒宴上的省略俗语,与τρία连用的“水之份数”(μέρη ὕδατος)被省略,意为“能否经受得住三份水(对一份酒)的稀释?”,用来询问该酒的烈度与醇厚度。

  3. 1.54ἐφ’ ᾧ τε μηκέτι Ἑλληνικὸν ἱμάτιον περιβάληται

    连词短语 ἐφ’ ᾧ τε 后接虚拟语气,引导表示协定或约定的条件从句(“条件是……”),说明波斯王赐予甘布里翁城作为衣资所附带的条件。

  4. 1.54πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον

    形容词 πρόκροσσος(梯级状排列的、成排成列的)以表语或状语方式修饰分词 φερόμενοι,系诗歌或史诗体构词,生动描绘士兵们如波浪层叠或接连成排冲向危险的情景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.52-1.54