← 阿特纳奥斯

学者们的宴会

§1.49-1.51

希腊各邦特产与名产葡萄酒的评介

文本引用喜剧诗人、品达和克里提亚斯等人的诗作,罗列了希腊各地名产特产,随后又引述多位作者关于卡吕邦、萨索斯、希俄斯、列斯堡及普西蒂亚等各地名酒的记载与赞誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
49

ὅτι Ἀντιφάνης που ὁ χαρίεις τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα οὕτω καταλέγει ()· " ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης, Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα, ἰχθῦς Σικυῶνος, Αἰγίου δ’ αὐλητρίδες, τυρὸς Σικελικός, — — — — — — μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι. " Ἕρμιππος δ’ οὕτως ()· " ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι, ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ’ οἴνοπα πόντον, ὅσσ’ ἀγάθ’ ἀνθρώποις δεῦρ’ ἤγαγε1 νηὶ μελαίνῃ. ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον· ἐκ δ’ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη· ἐκ δ’ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια· καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι· καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς. αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι. καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι. ταῦτα μὲν ἐντεῦθεν· ἐκ δ’ Αἰγύπτου τὰ κρεμαστὰ ἱστία καὶ βίβλους· ἀπὸ δ’ αὖ Συρίας λιβανωτόν· ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δ’ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν· ἡ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους. αὐτὰρ ἀπ’ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα· ἀνδράποδ’ ἐκ Φρυγίας, ἀπὸ δ’ Ἀρκαδίας ἐπικούρους. αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι. τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα Παφλαγόνες παρέχουσι· τὰ γάρ τ᾽ ἀναθήματα δαιτός· Φοινίκη δ’ αὖ καρπὸν φοίνικος καὶ σεμίδαλιν· Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια. "

文雅的安提法尼斯在某处如此列举各个城邦的特产: “厨子出自伊利斯,大锅出自阿尔戈斯, 弗利亚斯产葡萄酒,垫褥出自科林斯, 锡基翁产鱼,艾吉翁出女笛手, 西西里的奶酪,—————— 雅典出香油,维奥蒂亚产鳗鱼。” 赫尔米普斯亦如此说: “居于奥林匹斯殿堂的缪斯啊,如今请向我诉说, 自狄奥尼索斯乘船在酒色大海上航行以来, 他用黑船为人间运来了多少佳品。 自昔兰尼运来茎与牛皮; 自赫勒斯滂运来鲭鱼与所有腌鱼; 又自色萨利运来粗麦碎与牛肋肉; 又自西塔尔克斯处为斯巴达人带来疥癣; 自佩尔狄卡斯处用极多的船只运来谎言。 叙拉古提供肥猪与奶酪。 愿波塞冬将克基拉人 在凹陷的船上尽数毁灭,因为他们怀有异心。 这些出自彼处;而从埃及运来高悬的 船帆与纸莎草绳;从叙利亚又运来乳香; 美丽的克里特为神明提供柏木, 利比亚则提供大量象牙用于贸易; 罗得岛提供葡萄干和带来甜美梦境的无花果干。 而从优卑亚运来梨与肥硕的绵羊; 奴隶来自弗里吉亚,雇佣兵来自阿卡迪亚。 帕加塞提供奴隶与刺青刑徒。 帕夫拉戈尼亚人提供宙斯的橡实与光泽闪烁的扁桃; 因为这些是宴席上的 祭献佳品; 腓尼基又提供海枣与精细面粉; 迦太基提供毛毯与各色靠枕。”

50

Πίνδαρος δ’ ἐν τῇ εἰς Ἱέρωνα Πυθικῇ ᾠδῇ ()· " ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν. Σκύριαι δ’ ἐς ἄμελξιν γάλακτος αἶγες ἐξοχώταται· ὅπλα δ’ ἀπ’ Ἄργεος, ἅρμα Θηβαῖον, ἀλλ᾽ ἀπὸ τῆς ἀγλαοκάρπου Σικελίας ὄχημα δαιδάλεον ματεύειν.2 " Κριτίας δὲ οὕτως ()· " κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα. εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνῃ τε κράτιστος. ................ Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα. εὐναίου δὲ λέχους κάλλος ἔχει Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος. Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ. Φοίνικες δ’ εὗρον γράμματα ἀλεξίλογα. Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη· φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι. τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον εὗρε, κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.3 " καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος. Εὔβουλος δέ φησι () ‘Κνίδια κεράμια, Σικελικὰ βατάνια, Μεγαρικὰ πιθάκνια.’ Ἀντιφάνης δέ ()· " καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπὸν καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον Σαμοθρᾴκιον καὶ καυλὸν ἐκ Καρχηδόνος καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων ὀρίγανόν τε Τενέδιον. "

品达在献给希厄隆的皮托胜利歌中亦说道: “来自泰格托斯的拉科尼亚母犬 是追逐野兽最为敏捷的爬行动物; 在产奶方面,斯基罗斯岛的 母羊最为出众; 武器来自阿尔戈斯,战车来自忒拜,但当从 果实丰饶的西西里寻求做工精巧的座车。” 克里提亚斯则如此说: “科塔博斯游戏是源自西西里大地的卓越创造, 我们将其立为残酒之弓投掷的目标。 其次,西西里的马车在华美与造价上冠绝于世。 ………… 色萨利的座椅是供四肢休憩最舒适的坐处。 安睡之榻的华美则属于 米利都以及奥诺庇翁的水上城邦希俄斯。 伊特鲁里亚的金压花浅酒杯独占鳌头, 以及一切因某种用处而装饰居所的青铜器皿。 腓尼基人发明了守护言语的文字。 忒拜最先装配了战车的车厢; 执掌海洋的卡里亚人发明了货船。 而那座在马拉松树立起崇高战利碑的城邦(雅典), 发明了泥土与窑炉之子——陶轮, 最富盛名的陶器,家中极有益处的执事。” 阿提卡的陶器确实备受赞赏。欧布洛斯说:“克尼多斯陶罐,西西里小盘,墨加拉小坛。”安提法尼斯亦说: “还有塞浦路斯的芥末,以及斯卡蒙尼亚树脂汁, 米利都的水芹,萨莫色雷斯的 葱,以及来自迦太基的茎, 还有希梅托斯山的阿魏与百里香, 以及忒涅多斯岛的牛至。”

ὅτι ὁ Περσῶν βασιλεὺς τὸν Χαλυβώνιον μόνον οἶνον ἔπινεν· ὅν φησι Ποσειδώνιος () κἀν Δαμασκῷ τῆς Συρίας γίνεσθαι, Περσῶν αὐτόθι καταφυτευσάντων τὰς ἀμπέλους. ἐν δὲ Ἴσσῃ τῇ κατὰ τὸν Ἀδρίαν νήσῳ Ἀγαθαρχίδης φησὶν () οἶνον γίνεσθαι ὃν πᾶσι συγκρινόμενον καλλίω εὑρίσκεσθαι. Χίου δὲ οἴνου καὶ Θασίου μέμνηται Ἐπίλυκος ()· ‘Χῖος καὶ Θάσιος ἠθημένος.’ καὶ Ἀντίδοτος δέ ()· " Θάσιον ἔγχει.... ὁ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν, ὅταν πίω τοῦδ᾽, εὐθὺς ὑγιὴς γίνεται· Ἀσκληπιὸς κατέβρεξε.... οἶνος Λέσβιος, ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων, μοι δοκῶ, " φησὶ Κλέαρχος (). " Λεσβίου... πώματος οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν, " φησὶν Ἄλεξις (). " Θασίοις καὶ Λεσβίοις οἰναρίοις τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος καὶ νωγαλίζει. " ὁ αὐτός ()· " ἡδὺς ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε· ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.4 " Ἔφιππος ()· " φιλῶ γε πράμνιον οἶνον Λέσβιον.... πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται ἄγαν. " Ἀντιφάνης ()· " ἔστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα. ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς. " Εὔβουλος ()· " Θάσιον ἢ Χῖον λαβὼν ἢ Λέσβιον γέροντα νεκταροσταγῆ. " μέμνηται δὲ οὗτος καὶ ψιθίου οἴνου ()· " οἶνον γάρ με ψίθιον γεύσας ἡδὺν ἄκρατον, διψῶντα λαβὼν ὄξει παίει πρὸς τὰ στήθη. " καὶ Ἀναξανδρίδης ()· ‘χοῦς κεκραμένος | ψιθίου.’

波斯国王只饮用卡吕邦酒;波塞多尼奥斯说,叙利亚的大马士革亦产此酒,那是波斯人在当地种植了葡萄藤。阿加塔尔基德斯说,在亚得里亚海的伊萨岛产有一种酒,与所有酒相比较都被认为更加优质。埃庇卢科斯提到了希俄斯酒与萨索斯酒:“过滤过的希俄斯酒与萨索斯酒。”安提多托斯亦说: “斟上萨索斯酒…… 因为那攫取并侵蚀我内心的狂热, 一旦饮下此酒,便立刻转为康复; 阿斯克勒庇俄斯浇灌润泽了它……” “列斯堡的葡萄酒, 我以为正是马隆亲自酿造的,” 克莱阿尔科斯说。 “除列斯堡的……饮品之外, 再无更为甘美适饮的葡萄酒了,” 阿莱克西斯说。 “用萨索斯与列斯堡的淡酒 润泽一天剩余的时光, 并细品甜食。” 同一位诗人说: “布罗米奥斯令人喜悦,他使运送列斯堡葡萄酒 到此处的人享有免税; 若有人被发现向别的城邦哪怕送出一勺酒, 便将其财产登记没收为神圣之物。” 埃菲普斯说: “我确深爱普拉姆尼奥斯之列斯堡酒…… 大量的列斯堡酒滴被过度地 饮尽。” 安提法尼斯说: “有上等的美食,极为诱人, 萨索斯酒、香膏与花环。 因为库普里斯居于餍足之中,而在境况穷困的 凡人那里,阿佛洛狄忒并不存在。” 欧布洛斯说: “或是取来萨索斯酒、希俄斯酒, 或是甘如琼浆的陈年列斯堡酒。” 该诗人亦提到了普西蒂亚酒: “因为他先让我尝了甘美纯正的普西蒂亚酒, 趁我口渴之时擒住我, 却用醋猛击我的胸膛。” 阿纳克桑德里德斯亦说:“混合了 | 普西蒂亚酒的一霍厄斯。”

语法注4 条
  1. 1.49ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι, ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ’ οἴνοπα πόντον, ὅσσ’ ἀγάθ’ ἀνθρώποις δεῦρ’ ἤγαγε

    主要动词是祈使语气不定过去时 ἕσπετε(“请诉说”,相当于 ἔννεπε)。ἐξ οὗ 引导时间从句(“自……以来”),而由 ὅσσʼ ἀγάθʼ(“多少佳品”)引导的感叹/间接疑问从句则充当 ἕσπετε 的直接宾语从句。整句骨架为:“缪斯啊,请告诉我,自狄奥尼索斯航行海上以来,为人间带来了多少佳品”。

  2. 1.50ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν. ... ματεύειν.

    品达引文中,不定词 τρέχειν 是限定最高级形容词 πυκινώτατον 的补充不定词(“最善于奔跑追逐的”);而 ματεύειν 则既可解释为代表命令语气的独立不定词(infinitive for imperative),亦可看作省略了表示必须的主动词(如 χρή)的不定词结构,并统摄前文的宾格宾语(κύνα 等)。此外,将猎犬(κύνα)与原意为“爬行动物/活物”的 ἑρπετόν 作同位语并置,是品达用以形容猎犬贴地疾驰、机敏敏捷的特殊诗学表达。

  3. 1.50ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.

    阴性单数定冠词 ἡ 连同分词短语 τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον(“在马拉松树立起崇高战利碑者”)在此作名词性用法,充当动词 εὗρε(“发明了”)的主语。根据上下文,它与前文出现的腓尼基人、忒拜人和卡里亚人并列,指代雅典城。

  4. 1.51ἡδὺς ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε· ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.

    此句骨架为主句 ἡδὺς ὁ Βρόμιος(“布罗米奥斯令人悦乐”),后接现在分词 ποιῶν(“赋予/给予”);与格分词 εἰσάγουσιν(“给予运入者”)作间接宾语,宾格 τὴν ἀτέλειαν(“免税权”)作直接宾语。接下来的关系条件从句 ὃς ἂν ... ληφθῇ(“若有被捕获者……”)与分词 ἐγγράφων(“登记……”)相配,共同描述主语布罗米奥斯将违例者的财产登记没收为神圣物之举。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.49-1.51