- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
参会学者盖伦详述了意大利各地及周边各类名酒的熟成年限、风味特征与药用功效,末尾附引了关于印度神祇索罗阿代奥斯的记载。
περὶ Ἰταλικῶν οἴνων φησὶν ὁ παρὰ τούτῳ τῷ σοφιστῇ Γαληνός· ‘ὁ Φαλερῖνος οἶνος ἀπὸ ἐτῶν δέκα ἐστὶ πότιμος καὶ ἀπὸ πεντεκαίδεκα μέχρι εἴκοσιν· ὁ δ’ ὑπὲρ τοῦτον ἐκπίπτων τὸν χρόνον κεφαλαλγὴς καὶ τοῦ νευρώδους καθάπτεται.1 εἴδη δ᾽ αὐτοῦ δύο, ὁ αὐστηρὸς καὶ ὁ γλυκάζων· οὗτος δὲ τοιοῦτος γίνεται ὅταν ὑπὸ τὸν τρυγητὸν νότοι πνεύσωσι, παρ’ ὃ2 καὶ μελάντερος γίνεται. ὁ δὲ μὴ οὕτω τρυγηθεὶς αὐστηρός τε καὶ τῷ χρώματι κιρρός. καὶ τοῦ Ἀλβανοῦ δὲ οἴνου εἴδη δύο, ὃ μὲν γλυκάζων, ὃ δ’ ὀμφακίας· ἀμφότεροι δὲ ἀπὸ πεντεκαίδεκα ἐτῶν ἀκμάζουσι. Συρεντῖνος δὲ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν ἄρχεται γίνεσθαι πότιμος· ὢν γὰρ ἀλιπὴς καὶ λίαν ψαφαρὸς μόλις πεπαίνεται· καὶ παλαιούμενος σχεδὸν μόνοις ἐστὶν ἐπιτήδειος τοῖς χρωμένοις διηνεκῶς. ὁ δὲ Ῥηγῖνος τοῦ Συρεντίνου λιπαρώτερος ὢν χρήσιμος ἀπὸ ἐτῶν πεντεκαίδεκα. χρήσιμος καὶ ὁ Πριούερνος λεπτομερέστερος ὢν τοῦ Ῥηγίνου ἥκιστά τε καθαπτόμενος κεφαλῆς. τούτῳ ἐμφερὴς ὁ Φορμιανός, ταχὺ δὲ ἀκμάζει καὶ λιπαρώτερός ἐστιν αὐτοῦ. βράδιον δ’ ἀκμάζει ὁ Τριφολῖνος, ἐστὶ δὲ τοῦ Συρεντίνου γεωδέστερος. ὁ δὲ Στατανὸς τῶν πρώτων ἐστὶν οἴνων, ἐμφερὴς τῷ Φαλερίνῳ, κουφότερος δέ, οὐ πληκτικός. ὁ Τιβουρτῖνος λεπτός, εὐδιάπνευστος, ἀκμάζων ἀπὸ ἐτῶν δέκα· κρείττων δὲ γίνεται παλαιούμενος. ὁ Λαβικανὸς ἡδὺς καὶ λιπαρὸς τῇ γεύσει, μεταξὺ Φαλερίνου καὶ Ἀλβανοῦ· ὃ δὲ ἄρχεται τῆς πόσεως ἀπὸ ἐτῶν δέκα. ὁ Γαυρανὸς δὲ καὶ ὀλίγος καὶ κάλλιστος, προσέτι τε εὔτονος καὶ παχύς, Πραινεστίνου δὲ καὶ Τιβουρτίνου λιπαρώτερος. ὁ Μαρσικὸς δὲ πάνυ αὐστηρός, εὐστόμαχος δέ. γίνεται δὲ περὶ τὴν Καμπανίας Κύμην ὁ καλούμενος Οὐλβανός, κοῦφος, πότιμος ἀπὸ ἐτῶν πέντε. ὁ Ἀγκωνιτανὸς χρηστός, λιπαρός, πο..... ὁ Βυξεντῖνος ἐμφερῶς ἔχει τῷ Ἀλβανῷ τῷ ὀμφακίᾳ· ἐστὶ δὲ δυνάμει καὶ εὐστόμαχος. ὁ Οὐελίτερνος δὲ ἡδὺς πινόμενος, εὐστόμαχος· ἴδιον δ’ αὐτοῦ τὸ μὴ δοκεῖν ἀπαρέγχυτος εἶναι· ἐμφαίνει γὰρ ὡς ἐμμεμιγμένου αὐτῷ ἑτέρου.3 ὁ Καληνὸς κοῦφος, τοῦ Φαλερίνου εὐστομαχώτερος. εὐγενὴς δὲ καὶ ὁ Καίκουβος, πληκτικός, εὔτονος· παλαιοῦται δὲ μετὰ ἱκανὰ ἔτη. ὁ Φουνδανὸς εὔτονος, πολύτροφος, κεφαλῆς καὶ στομάχου ἅπτεται· διὸ οὐ πολὺς ἐν συμποσίοις πίνεται. πάντων δὲ τούτων ὁ Σαβῖνος κουφότερος, ἀπὸ ἐτῶν ἑπτὰ ἐπιτήδειος πίνεσθαι μέχρι πεντεκαίδεκα. ὁ δὲ Σιγνῖνος μέχρις ἐτῶν ἓξ χρήσιμος, παλαιωθεὶς δὲ πολὺ χρησιμώτερος. ὁ Νουμεντανὸς ἀκμάζει ταχὺ καὶ ἀπὸ ἐτῶν πέντε πότιμός ἐστιν· ἐστὶ δ’ οὔτε λίαν ἡδὺς οὔτε λεπτός. ὁ Σπωλητῖνος οἶνος.... καὶ πινόμενος ἡδὺς καὶ τῷ χρώματι χρυσίζει. Αἰκουανὸς κατὰ πολλὰ τῷ Συρεντίνῳ παρεμφερής. ὁ Βαρῖνος λίαν αὐστηρὸς καὶ ἀεὶ ἑαυτοῦ κρείττων γίνεται.4 εὐγενὴς καὶ ὁ Καυκῖνος καὶ τῷ Φαλερίνῳ ἐμφερής. ὁ Βενεφρανὸς εὐστόμαχος καὶ κοῦφος. ὁ ἐν Νεαπόλει Τρεβιλλικὸς εὔκρατος τῇ δυνάμει εὐστόμαχος, εὔστομος. ὁ Ἔρβουλος ἐν ἀρχῇ μέν ἐστι μέλας, μετ’ οὐ πολλὰ δὲ ἔτη λευκὸς γίνεται· ἐστὶ δὲ λίαν κοῦφος καὶ τρυφερός. ὁ Μασσαλιήτης καλός· ὀλίγος δὲ γίνεται, παχύς, σαρκώδης. Ταραντῖνος δὲ καὶ οἱ ἀπὸ τοῦ κλίματος τούτου πάντες ἁπαλοί, οὐ πλῆξιν, οὐ τόνον ἔχοντες, ἡδεῖς, εὐστόμαχοι. ὁ δὲ Μαμερτῖνος ἔξω μὲν τῆς Ἰταλίας γίνεται· καὶ γινόμενος ἐν Σικελίᾳ καλεῖται Ἰωτάλινος. ἡδὺς δ’ ἐστί, κοῦφος, εὔτονος. ὅτι παρ’ Ἰνδοῖς τιμᾶται δαίμων, ὥς φησι Χάρης ὁ Μιτυληναῖος (), ὃς καλεῖται Σοροάδειος· ἑρμηνεύεται δὲ Ἑλλάδι φωνῇ οἰνοποιός.
关于意大利的葡萄酒,在这位学者身旁的盖伦说道:“法莱尔诺酒从十年起,以及从十五年到二十年间适饮;而超过此时限的酒则会引发头痛并侵害神经系统。它有两种类型:涩口的与微甜的。微甜的那种是在葡萄采收期吹南风时形成的,因此其色泽也更深。而未在此条件下采收的则口感干涩,色呈黄褐。阿尔巴酒亦有两种,一种微甜,另一种酸涩;两者都在十五年时达到顶峰。苏伦图姆酒要到二十五年后才开始适宜饮用;因为它缺乏油脂性且过于干燥,极难成熟;老熟之后几乎只适合那些常年饮用它的人。雷吉翁酒比苏伦图姆酒更为丰腴,从十五年起便有益可用。普里韦尔努姆酒亦很有益,其质地比雷吉翁酒更为细腻,对头部的侵害最小。福尔米亚酒与此相似,但成熟得快且比它更为丰满。特里福利努姆酒成熟较慢,比苏伦图姆酒更有土味。斯塔塔酒属于顶级葡萄酒之列,与法莱尔诺酒相似,但更清淡,且不上头。蒂布尔酒淡薄,易于发散,十年时达到顶峰;陈年之后品质更佳。拉比库姆酒在口感上甘美而丰润,介于法莱尔诺酒与阿尔巴酒之间;它从十年起开始饮用。高拉努姆酒产量稀少且极为优异,并且强劲而浓郁,比普莱内斯特酒和蒂布尔酒更为丰厚。马尔西酒极涩,但有健胃之效。在坎帕尼亚的库麦附近产有一种称为乌尔巴努姆的酒,质轻,从五年起即可饮用。安科纳酒优良、丰润、适……。布克森图姆酒与酸涩的阿尔巴酒相似;按药性而言亦能健胃。韦利特拉埃酒饮之甘美,有益于胃;它的奇特之处在于看起来并不纯正,因为它给人一种仿佛掺杂了别物的印象。卡莱斯酒质地轻盈,比法莱尔诺酒更健胃。塞库布姆酒亦属高贵,劲道强烈,充满张力;它在经过足年后才趋于陈熟。丰迪酒力劲十足,极富滋养,但会侵害头部和肠胃;因此在宴饮中不会被大量饮用。在所有这些酒中,萨宾酒最为清淡,从七年到十五年间皆适宜饮用。锡格尼亚酒直到六年都有益,陈年之后则有益得多。诺门图姆酒成熟迅速,五年即可饮用;既非极甜,亦不单薄。斯波莱蒂乌姆酒……饮之甘美,且色呈金黄。埃夸努姆酒在许多方面与苏伦图姆酒相似。巴里酒极干涩,且随着陈放总是不断超越自身品质。考基努姆酒亦很高贵,与法莱尔诺酒相似。韦纳弗鲁姆酒健胃且轻盈。那不勒斯的特雷贝利乌斯酒药力适度,健胃,口感良好。埃尔布卢斯酒起初是深色的,但没过多少年便变成白色;它极其轻盈娇嫩。马萨利亚酒品质优良;产量很少,浓郁而醇厚。塔兰托酒以及来自该气候区的所有酒皆柔和,无刺激亦无强劲的烈度,甘美且健胃。马麦尔廷酒产于意大利境外;且产于西西里,被称为伊奥塔利诺斯酒。它甘甜、轻盈而有力。” 米蒂利尼的沙雷斯指出,在印度人那里供奉着一位被称为索罗阿代奥斯的神祇;用希腊语解释,其意为“酿酒者”。
- 1.48τοῦ νευρώδους καθάπτεται
动词 καθάπτομαι(侵袭、触及、影响)要求受词使用属格。此处 τοῦ νευρώδους 为中性形容词的名词化用法,作其宾格性属格,意为“神经系统/筋腱组织”。
- 1.48παρ’ ὃ
前置词 παρά 与中性单数宾格关系代词 ὅ 构成习语,表示因果推论或原因(“由此”、“因此”)。其先行成分为前句所述“葡萄采摘期吹南风”整件事。
- 1.48ὡς ἐμμεμιγμένου αὐτῷ ἑτέρου
由 ὡς 引导的属格独立结构(完成时被动分词 ἐμμεμιγμένου 与主语 ἑτέρου),表示主观判断或表象特征(“仿佛掺入了另一种物质一般”),补充说明主句动词 ἐμφαίνει。
- 1.48ἀεὶ ἑαυτοῦ κρείττων γίνεται
比较级形容词 κρείττων 与反身代名词的比较属格 ἑαυτοῦ 连用,构成表示随时间不断提升的习用结构,意为“总是比过去的自身更好”,即陈化过程中品质不断超越以往。
