- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.46-1.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节探讨荷马史诗中食用鱼、禽与炖肉的习俗及烹饪的奢华,论及英雄们与女子同寝之事,并进一步论述陈酒与黑葡萄酒的功效、特性及起源。
ὅτι δὲ καὶ ἰχθῦς ἤσθιον Σαρπηδὼν δῆλον ποιεῖ (), ὁμοιῶν τὴν ἅλωσιν πανάγρου δικτύου θήρᾳ. καίτοι Εὔβουλος κατὰ τὴν κωμικὴν χάριν φησὶ παίζων ()· "ἰχθὺν δ’ Ὅμηρος ἐσθίοντ’ εἴρηκε ποῦ τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ ἕψοντά γ’ οὐ πεποίηκεν αὐτῶν οὐδένα. ἀλλ’ οὐδὲ μίαν ἀλλ’ ἑταίραν εἶδέ τις αὐτῶν, ἑαυτοὺς δ’ ἔδεφον ἐνιαυτοὺς δέκα. πικρὰν στρατείαν δ’ εἶδον, οἵτινες πόλιν μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ τῆς πόλεος ἀπεχώρησαν ἧς εἷλον τότε." οὐδὲ τὸν ἀέρα δ’ οἱ ἥρωες τοῖς ὄρνισιν εἴων ἐλεύθερον, παγίδας καὶ νεφέλας ἐπὶ ταῖς κίχλαις καὶ πελειάσιν ἱστάντες. ἐγυμνάζοντο δὲ πρὸς ὀρνεοθηρευτικὴν τὴν πελειάδα τῇ μηρίνθῳ κρεμάντες ἀπὸ νηὸς ἱστοῦ καὶ τοξεύοντες ἑκηβόλως εἰς αὐτήν, ὡς ἐν τῷ ἐπιταφίῳ δηλοῦται (). παρέλιπε δὲ τὴν χρῆσιν τῶν λαχάνων καὶ ἰχθύων καὶ τῶν ὀρνίθων διά τε τὴν λιχνείαν καὶ προσέτι τὴν ἐν ταῖς σκευασίαις ἀπρέπειαν, ἐλάττω κεκρικὼς ἡρωικῶν καὶ θείων ἔργων. ὅτι δὲ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν ἐμφανίζει ἐν οἷς λέγει· "ὡς δὲ λέβης ζεῖ........ κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο." καὶ ὁ κατ’ Ὀδυσσέως ἀφεθεὶς ποῦς βοὸς () τούτου σημεῖον· πόδα γὰρ βόειον οὐδεὶς ὀπτᾷ. καὶ τὸ () ‘κρειῶν δὲ πίνακας παρέθηκεν ἀείρας παντοίων’ οὐ μόνον τὴν τῶν κρεῶν ἐξαλλαγὴν δηλοῖ, ὡς ὀρνίθεια, χοίρεια, ἐρίφεια, βόεια λέγων, ἀλλὰ τὴν σκευασίαν ὡς ποικίλην ἔχοντα καὶ οὐ μονοειδῆ ἀλλὰ περιττήν. ὡς ἀνακύπτειν τὰς Σικελικὰς καὶ Συβαριτικὰς τραπέζας,1 ἤδη δὲ καὶ Χίας. μαρτυροῦνται γὰρ καὶ Χῖοι οὐκ ἔλαττον τῶν προειρημένων ἐπὶ ὀψαρτυτικῇ. Τιμοκλῆς ()· "Χῖοι πολὺ ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν." κοιμῶνται δὲ μετὰ γυναικῶν παρ’ Ὁμήρῳ οὐ μόνον οἱ νέοι, ἀλλὰ καὶ οἱ γέροντες Φοῖνιξ τε καὶ Νέστωρ. μόνῳ Μενελάῳ οὐ συνέζευκται γυνὴ διὰ γυναῖκα γαμετὴν ἡρπασμένην τὴν στρατείαν πεποιημένῳ.2
他们也吃鱼,萨尔佩冬对此阐述得十分清楚,他将陷落比作全捕之网的猎捕。然而欧布罗斯以喜剧的风趣戏谑地说道: “可是荷马究竟在何处说过阿开奥斯人中 有谁吃鱼呢?他们只烤肉,因为 他未曾把他们中的任何人描绘为煮肉的。 他们不仅连一个歌妓也未曾见过, 反而自慰了整整十年。 他们经历了一场苦难的远征,这帮人攻下了一座城池, 归去时屁股却被扩得 比他们当年拿下的城池还要宽阔得多。” 英雄们也没有把天空留给鸟雀作为自由之地,而是为鸫鸟和鸽子设下绳套和细网。他们还将鸽子用细绳系在船桅上,远远地向它射箭,借此演练捕鸟之术,正如在丧礼竞技中所展现的那样。诗人省略了对蔬菜、鱼类和鸟类的食用,这既是由于贪食之嫌,也是由于其烹制上的不雅,他认为这些东西逊色于英雄和神圣的伟业。然而他们也食用煮肉,这在诗人所说之处表现得很清楚: “正如大锅沸腾,…… 浸润在娇嫩肥硕的猪油之中。” 向奥德修斯扔去的那只牛蹄也是此事的明证;因为绝没有人会去烤牛蹄。而“端起盛有各类肉食的盘子摆在面前”一句,不仅表明肉类的多样——如提及禽肉、猪肉、山羊肉、牛肉——而且表明其烹制方法繁复精细,并非单一而是极其奢华,以至于西西里和叙巴里斯的餐桌,甚至如今奇奥斯的餐桌都赫然浮现。因为据证实,奇奥斯人在烹饪技艺上丝毫不亚于前述之人。梯摩克勒斯说: “奇奥斯人极其卓越地 发明了烹饪技艺。” 在荷马那里,不仅年轻人,连菲尼克斯和涅斯托尔这样的老人也与女子同寝。唯独墨涅拉俄斯没有女子相伴同居,因为他是为了被拐走的结发妻子而发动远征的。
" ‘παλαιὸν μὲν οἶνον, ἄνθεα δ’ ὕμνων νεωτέρων’" Πίνδαρος ἐπαινεῖ (). Εὔβουλος δέ φησιν ()· "ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον." τὸ αὐτὸ δὲ καὶ Ἄλεξις σχεδὸν ἀπαραλλάκτως (), τοῦ σφόδρα μόνου κειμένου ἀντὶ τοῦ ἀεί.3 ὄντως δὲ ὁ παλαιὸς οἶνος οὐ πρὸς ἡδονὴν μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν προσφορώτερος. πέσσει τε γὰρ μᾶλλον τὰ σῖτα καὶ λεπτομερὴς ὢν εὐανάδοτός ἐστι δύναμίν τε τοῖς σώμασιν ἐμποιεῖ τὸ αἷμά τε ἐνερευθὲς καὶ εὐανάδοτον κατασκευάζει καὶ τοὺς ὕπνους ἀταράχους παρέχει. ἐπαινεῖ δὲ Ὅμηρος τὸν ἐπιδεχόμενον ἱκανὴν κρᾶσιν, ὡς τὸν τοῦ Μάρωνος (). ἐπιδέχεται δὲ πλείω κρᾶσιν ὁ παλαιὸς οἶνος διὰ τὸ μᾶλλον θερμὸς γίνεσθαι παλαιούμενος. ἔνιοι δὲ καὶ τὴν Διονύσου φυγὴν () εἰς τὴν θάλασσαν οἰνοποιίαν σημαίνειν φασὶ πάλαι γνωριζομένην. ἡδὺν γὰρ εἶναι τὸν οἶνον παρεγχεομένης θαλάσσης. ἐπαινῶν δὲ Ὅμηρος τὸν μέλανα οἶνον πολλάκις αὐτὸν καὶ αἴθοπα καλεῖ. δυναμικώτατος γάρ ἐστι καὶ μένων ἐν ταῖς ἕξεσι τῶν πινόντων πλεῖστον χρόνον. Θεόπομπος δέ φησι () παρὰ Χίοις πρώτοις γενέσθαι τὸν μέλανα οἶνον, καὶ τὸ φυτεύειν δὲ καὶ θεραπεύειν ἀμπέλους Χίους πρώτους μαθόντας παρ’ Οἰνοπίωνος τοῦ Διονύσου, ὃς καὶ συνῴκισε τὴν νῆσον, τοῖς ἄλλοις ἀνθρώποις μεταδοῦναι. ὁ δὲ λευκὸς οἶνος ἀσθενὴς καὶ λεπτός. ὁ δὲ κιρρὸς πέττει ῥᾷον ξηραντικὸς ὤν.
品达赞颂道: “陈年的美酒,以及较新颂歌的花朵。” 欧布罗斯则说: “这真奇怪:陈年的美酒 在名妓那里总是备受青睐, 而男人,不是年老的,倒是较年轻的受人喜爱。” 阿莱克西斯所说的也几乎毫无二致,仅仅是用“极其”代替了“总是”。事实上,陈酒不仅有益于享乐,而且更有益于健康。因为它更能助消化食物,因其质地细微而易于运化吸收,给身体注入力量,使血液变得红润且易于循环,并带来安稳的睡眠。荷马赞赏能承受大量勾兑稀释的酒,例如马戎的酒。陈酒之所以能经受更多的勾兑,是因为它随着陈化而变得更为温热。有些人甚至说,狄奥尼索斯逃往大海的传说象征着自古闻名的一种酿酒法;因为掺入海水后酒会变得甘甜。荷马在赞美黑葡萄酒时,常称其为“闪光的”;因为它最为强劲,留在饮酒者体质中的时间最长。泰奥彭波斯说,黑葡萄酒最早出现于奇奥斯人那里,奇奥斯人最早从狄奥尼索斯之子俄诺庇翁(他也殖民了该岛)那里学会种植和照料葡萄藤,并传授给了其他人类。白葡萄酒则力弱且质薄;而黄褐色葡萄酒由于具有收敛干燥之性,因而更容易消化。
- 1.46ὡς ἀνακύπτειν τὰς Σικελικὰς καὶ Συβαριτικὰς τραπέζας
连词 ὡς 搭配不定式 ἀνακύπτειν,承接前文表示结果或程度(“以至于……浮现/露头”)。宾格短语 τὰς ... τραπέζας 作不定式的逻辑主语。
- 1.46διὰ γυναῖκα γαμετὴν ἡρπασμένην τὴν στρατείαν πεποιημένῳ
与格分词 πεποιημένῳ 与前文的 μόνῳ Μενελάῳ 保持一致。介词短语 διὰ γυναῖκα γαμετὴν ἡρπασμένην 采用“名词+完成时被动分词”结构,意为“因为结发妻子被拐走这一事件”,表达行为本身作为原因(相当于拉丁语的 ab urbe condita 结构)。
- 1.47τοῦ σφόδρα μόνου κειμένου ἀντὶ τοῦ ἀεί
属格独立结构。带中性定冠词 τοῦ 的引语 σφόδρα 作为主语,与分词 κειμένου 结合,表示附带情况:“仅有 σφόδρα 替代了 ἀεί”。
