← 阿特纳奥斯

学者们的宴会

§1.1-1.3

拉伦西斯的宴席与受邀的学者名流

本段介绍了雅典娜奥斯《学者之宴》的主题、结构以及受邀参加拉伦西斯宴席的各派学者名流,并引述了效仿柏拉图对话的开篇问答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

Ἀθήναιος μὲν ὁ τῆς βίβλου πατήρ· ποιεῖται δὲ τὸν λόγον πρὸς Τιμοκράτην· Δειπνοσοφιστὴς δὲ ταύτῃ τὸ ὄνομα. ὑπόκειται δὲ τῷ λόγῳ Λαρήνσιος Ῥωμαῖος, ἀνὴρ τῇ τύχῃ περιφανής, τοὺς κατὰ πᾶσαν παιδείαν ἐμπειροτάτους ἐν αὑτοῦ δαιτυμόνας ποιούμενος· ἐν οἷς οὐκ ἔσθ’ οὗτινος τῶν καλλίστων οὐκ ἐμνημόνευσεν.1 ἰχθῦς τε γὰρ τῇ βίβλῳ ἐνέθετο καὶ τὰς τούτων χρείας καὶ τὰς τῶν ὀνομάτων ἀναπτύξεις καὶ λαχάνων γένη παντοῖα καὶ ζῴων παντοδαπῶν καὶ ἄνδρας ἱστορίας συγγεγραφότας καὶ ποιητὰς καὶ φιλοσόφους καὶ ὄργανα μουσικὰ καὶ σκωμμάτων εἴδη μυρία καὶ ἐκπωμάτων διαφορὰς καὶ πλούτους βασιλέων διηγήσατο καὶ νηῶν μεγέθη καὶ ὅσα ἄλλα οὐδ’ ἂν εὐχερῶς ἀπομνημονεύσαιμι, ἢ ἐπιλίποι μ’ ἂν ἡ ἡμέρα κατ’ εἶδος διεξερχόμενον.2 καί ἐστιν ἡ τοῦ λόγου οἰκονομία μίμημα τῆς τοῦ δείπνου πολυτελείας καὶ ἡ τῆς βίβλου διασκευὴ τῆς ἐν τῷ δείπνῳ παρασκευῆς. τοιοῦτον ὁ θαυμαστὸς οὗτος τοῦ λόγου οἰκονόμος Ἀθήναιος ἥδιστον λογόδειπνον εἰσηγεῖται κρείττων τε αὐτὸς ἑαυτοῦ γινόμενος, ὥσπερ οἱ Ἀθήνησι ῥήτορες, ὑπὸ τῆς ἐν τῷ λέγειν θερμότητος πρὸς τὰ ἑπόμενα τῆς βίβλου βαθμηδὸν ὑπεράλλεται.

雅典娜奥斯是本书的作者,他向提摩克拉泰斯展开这篇论说,而《学者之宴》是此书的名称。这篇论说的基础是罗马人拉伦西斯,他门第显赫,将各门学识中最有经验的人聘为自己的食客;在他们之中,最美妙的事物没有一样是他未曾提及的。因为他在书中载入了鱼类、其用途及其名称的释义,各种蔬菜和各类动物,撰写历史的人物、诗人、哲学家、乐器、数以万计的戏谑种类、饮杯的差异、君王的财富、舟船的体量,以及许多其他事物,以至于我无法轻易记起,或者如果我逐项详述,这一天的时间都将不够用。论说的结构是宴席奢华的摹仿,全书的编排则是筵席准备的摹仿。这位令人赞叹的论说主管雅典娜奥斯,引入了这样一场最令人愉快的言论盛宴,并且如同雅典的演说家一样,凭借演说中的热情而超越了自己,逐步跃向该书的后续部分。

§1.2

οἱ δ’ ἐν τῷ δείπνῳ δῆθεν ἐπιδημήσαντες δειπνοσοφισταὶ ἦσαν Μανσούριος, νόμων ἐξηγητὴς καὶ πάσης παιδείας οὐ παρέργως ἐπιμέλειαν ποιούμενος, μόνος ποιητής, ἀνὴρ καὶ κατὰ τὴν ἄλλην παιδείαν οὐδενὸς δεύτερος καὶ τὴν ἐγκύκλιον οὐ παρέργως ἐζηλωκώς· ἕκαστον γὰρ ὧν ἐπεδείκνυτο ὡς μόνον τοῦτο ἠσκηκὼς ἐφαίνετο,3 τοιαύτῃ πολυμαθείᾳ ἐκ παίδων συνετράφη· ἰάμβων δὲ ἦν ποιητὴς οὐδενὸς δεύτερος, φησί, τῶν μετ’ Ἀρχίλοχον ποιητῶν. παρῆν δὲ καὶ Πλούταρχος καὶ Λεωνίδης ὁ Ἠλεῖος καὶ Αἰμιλιανὸς ὁ Μαυρούσιος καὶ Ζωίλος, γραμματικῶν οἱ χαριέστατοι. φιλοσόφων δὲ παρῆσαν Ποντιανὸς καὶ Δημόκριτος οἱ Νικομηδεῖς, πολυμαθείᾳ πάντας ὑπερηκοντικότες, Φιλάδελφός τε ὁ Πτολεμαεύς, ἀνὴρ οὐ μόνον ἐν φιλοσόφῳ θεωρίᾳ τεθραμμένος, ἀλλὰ καὶ κατὰ τὸν ἄλλον βίον ἐξητασμένος. τῶν δὲ κυνικῶν εἷς ἦν ὃν Κύνουλκον καλεῖ· ᾧ οὐ μόνον "δύο κύνες ἀργοὶ εἵποντο", ὡς τῷ Τηλεμάχῳ ἐκκλησιάζοντι, ἀλλὰ τῶν Ἀκταίωνος πολὺ πλείονες. ῥητόρων τε ἦν ἄγυρις τῶν κυνικῶν κατ’ οὐδὲν ἀπολειπομένη· ὧν κατέτρεχε μετὰ καὶ τῶν ἄλλων ὅσοι τι ἐφθέγγοντο Οὐλπιανὸς ὁ Τύριος, ὃς διὰ τὰς συνεχεῖς ζητήσεις, ἃς ἀνὰ πᾶσαν ὥραν ποιεῖται ἐν ταῖς ἀγυιαῖς, περιπάτοις, βιβλιοπωλείοις, βαλανείοις, ἔσχεν ὄνομα τοῦ κυρίου διασημότερον Κειτούκειτος. οὗτος ὁ ἀνὴρ νόμον εἶχεν ἴδιον μηδενὸς ἀποτρώγειν πρὶν εἰπεῖν ‘κεῖται ἢ οὐ κεῖται;’4 οἷον εἰ κεῖται ὥρα ἐπὶ τοῦ τῆς ἡμέρας μορίου, εἰ ὁ μέθυσος ἐπὶ ἀνδρός, εἰ ἡ μήτρα κεῖται ἐπὶ τοῦ ἐδωδίμου βρώματος, εἰ σύαγρος κεῖται τὸ σύνθετον ἐπὶ τοῦ συός. ἰατρῶν δὲ παρῆσαν Δάφνος Ἐφέσιος, ἱερὸς τὴν τέχνην καὶ κατὰ τὰ ἤθη, τῶν Ἀκαδημαικῶν λόγων οὐ παρέργως ἁπτόμενος, Γαληνός τε ὁ Περγαμηνός, ὃς τοσαῦτ’ ἐκδέδωκε συγγράμματα φιλόσοφά τε καὶ ἰατρικὰ ὡς πάντας ὑπερβαλεῖν τοὺς πρὸ αὐτοῦ, καὶ κατὰ τὴν ἑρμηνείαν οὐδενὸς ὢν τῶν ἀρχαίων ἀδυνατώτερος, Ῥουφῖνός τε ὁ Νικαεύς. μουσικὸς δὲ παρῆν Ἀλκείδης ὁ Ἀλεξανδρεύς. καὶ ἦν ὁ κατάλογος οὗτος στρατιωτικός, φησί (), μᾶλλον ἢ συμποτικός.

那些据称莅临宴席的学者们包括:马苏里乌斯,他是法律的阐释者,对一切学问皆倾注了非同寻常的心血,是一位无可匹敌的诗人,在其他学识上也绝不逊于任何人,并以非同寻常的热情研习博雅教育;因为在他所展示的每一件事上,他看起来都仿佛只钻研过这一项,自幼便在如此渊博的学识中熏陶成长;据他说,他是阿尔基洛科斯之后的诗人中绝不亚于任何人的抑扬格诗人。出席的还有普鲁塔克、厄利斯的莱奥尼德斯、毛利塔尼亚的埃米利安以及佐伊鲁斯,他们是文法学者中最儒雅的人物。哲学家中出席的有尼科米底亚的蓬提阿努斯和德谟克利特,他们在博学上超越了所有人,还有托勒迈斯的菲拉德尔福斯,他不仅浸润于哲学的思辨,在其他生活实践中也历经考验。在犬儒派中,有一位被他称为“引犬者”;追随他的不仅有“两条敏捷的猎犬”,犹如前往集会的忒勒玛科斯一样,而且远多于阿克泰翁的猎犬。还有一群演说家,丝毫不比犬儒派逊色;提尔的乌尔庇安攻击他们以及其他所有出声说话的人,他由于每时每刻在街巷、步道、书店和浴室中进行持续不断的探究,获得了一个比其本名更为显著的称号“用例否”(是否存在或不存在)。此人有一条独特的规矩,在说出“是否有用例,还是没有用例”之前,绝不品尝任何食物;例如,hora 是否被用于指一天的某一部分,methysos 是否被用于指男人,mētra 是否被用于指可食用的菜肴,syagros 这一复合词是否被用于指猪。医生中出席的有以弗所的达夫努斯,其医术与品行皆神圣无暇,潜心钻研阿卡德米派的学说;还有帕加马的盖伦,他出版了如此之多的哲学与医学著作,以至于超越了在他之前的所有人,在措辞表达上也绝不比古代的任何人逊色;以及尼西亚的鲁菲努斯。音乐家出席的有亚历山大的阿尔凯德斯。据他说,这套名单与其说是宴会的名册,不如说更像是军队的名册。

§1.3

δραματουργεῖ δὲ τὸν διάλογον ὁ Ἀθήναιος ζήλῳ Πλατωνικῷ ()· οὕτως γοῦν ἄρχεται· "‘αὐτός, ὦ Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνης" συνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, ἢ παρ’ ἄλλου μαθὼν τοῖς ἑταίροις διεξῄεις’;5 ‘αὐτός, ὦ Τιμόκρατες, μετασχών’. ‘ἆρ’ οὖν ἐθελήσεις καὶ ἡμῖν τῶν καλῶν ἐπικυλικίων λόγων μεταδοῦναι — "τρὶς δ’ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον," ὥς πού φησιν ὁ Κυρηναῖος ποιητής () — ἢ παρ’ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ;’

雅典娜奥斯怀着对柏拉图的效法来编排这一对话;无论如何,它是这样开始的: “雅典娜奥斯,对于如今被称为‘宴席学者’的那些人的那场全城盛传的极佳聚会,是你亲自参加,还是从别人那里听闻后,转述给同伴们的呢?”“提摩克拉泰斯,是我亲自参加的。”“那么你是否愿意将那些杯中美妙的高论也分享给我们呢—— ‘对于三次净手之人,神明赐予更佳之物’, 正如库勒涅的诗人某处所言——还是说我们必须向其他某个人打听呢?”

语法注5 条
  1. 1.1ἐν οἷς οὐκ ἔσθ’ οὗτινος τῶν καλλίστων οὐκ ἐμνημόνευσεν

    基于成语 οὐδεὶς ὅστις οὐ(“没有人不……”/“每个人都……”)的双重否定强调句式,此处属格形式为 οὐκ ἔσθ’ οὗτινος... οὐκ ἐμνημόνευσεν,意为“在最美妙的事物中,没有什么是他未曾提及的”(即他提及了所有最美妙的事物)。

  2. 1.1ὅσα ἄλλα οὐδ’ ἂν εὐχερῶς ἀπομνημονεύσαιμι, ἢ ἐπιλίποι μ’ ἂν ἡ ἡμέρα κατ’ εἶδος διεξερχόμενον

    由 ἄν 与希求法(ἀπομνημονεύσαιμι 与 ἐπιλίποι)构成的潜势句。分词 διεξερχόμενον 为宾格,与 ἐπιλίποι 的宾语代词 με 一致,构成修辞性的常见假定表达:“如果我逐项详述,这一天的时间对于我来说都会不够用”。

  3. 1.2ἕκαστον γὰρ ὧν ἐπεδείκνυτο ὡς μόνον τοῦτο ἠσκηκὼς ἐφαίνετο

    先行词 ἕκαστον 被置于关系从句之前构成强调(ὧν 为 τούτων ἅ 的同化形式),充当主句意义上的关系宾格或话题化宾格。带有 ὡς 的完成时主格分词 ἠσκηκὼς 与主语(马苏里乌斯)一致,意为“仿佛他只钻研过这一门一样”。

  4. 1.2πρὶν εἰπεῖν ‘κεῖται ἢ οὐ κεῖται;’

    紧接在否定从句(μηδενὸς ἀποτρώγειν)之后的 πρίν + 不定词(εἰπεῖν)句式,意为“在说出……之前(绝不尝一口)”。这里的动词 κεῖμαι 是语文学上的专业术语,指某个词语“见于典籍、有用例”。

  5. 1.3αὐτός, ὦ Ἀθήναιε, μετειληφὼς ... ἢ παρ’ ἄλλου μαθὼν τοῖς ἑταίροις διεξῄεις;

    该句式直接戏仿了柏拉图《斐多篇》的开篇(57A: Αὐτός, ὦ Φαίδων, παρεγένου... ἢ ἄλλου του ἤκουσας;)。主格完成时分词 μετειληφώς 与不定过去时分词 μαθών 由 ἢ 并列连接,二者皆从属于限定动词 διεξῄεις(未完成过去时直陈式),共同承担疑问的焦点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.1-1.3