- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.39-1.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了埃斯库罗斯等早期悲剧诗人对舞蹈动作的独创与指导、著名舞者特勒斯忒斯的高超技艺,并列举了各民族的舞蹈、诸神起舞的诗句以及由笛手安德隆开启的形体律动传统。
καὶ Αἰσχύλος δὲ οὐ μόνον ἐξεῦρε τὴν τῆς στολῆς εὐπρέπειαν καὶ σεμνότητα, ἣν ζηλώσαντες οἱ ἱεροφάνται καὶ δᾳδοῦχοι ἀμφιέννυνται, ἀλλὰ καὶ πολλὰ σχήματα ὀρχηστικὰ αὐτὸς ἐξευρίσκων ἀνεδίδου τοῖς χορευταῖς. Χαμαιλέων γοῦν πρῶτον αὐτόν φησι () σχηματίσαι τοὺς χοροὺς ὀρχηστοδιδασκάλοις οὐ χρησάμενον, ἀλλὰ καὶ αὐτὸν τοῖς χοροῖς τὰ σχήματα ποιοῦντα τῶν ὀρχήσεων, καὶ ὅλως πᾶσαν τὴν τῆς τραγῳδίας οἰκονομίαν εἰς ἑαυτὸν περιιστᾶν. ὑπεκρίνετο γοῦν μετὰ τοῦ εἰκότος τὰ δράματα. Ἀριστοφάνης γοῦν (παρὰ δὲ τοῖς κωμικοῖς ἡ περὶ τῶν τραγικῶν ἀπόκειται πίστις) ποιεῖ αὐτὸν Αἰσχύλον λέγοντα ()· "τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ’ ἐποίουν." καὶ πάλιν· "τοὺς Φρύγας οἶδα θεωρῶν, ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ’ ἦλθον τεθνεῶτα, πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντας.1" καὶ Τέλεσις δὲ ἢ Τελέστης ὁ ὀρχηστοδιδάσκαλος πολλὰ ἐξεύρηκε σχήματα, ἄκρως ταῖς χερσὶ τὰ λεγόμενα δεικνύς. Φίλλις ὁ Δήλιος μουσικὸς () τοὺς ἀρχαίους φησὶ κιθαρῳδοὺς κινήσεις ἀπὸ μὲν τοῦ προσώπου μικρὰς φέρειν, ἀπὸ ποδῶν δὲ πλείους, ἐμβατηρίους καὶ χορευτικάς. Ἀριστοκλῆς οὖν φησιν () ὅτι Τελέστης ὁ Αἰσχύλου ὀρχηστὴς οὕτως ἦν τεχνίτης ὥστε ἐν τῷ ὀρχεῖσθαι τοὺς Ἑπτὰ ἐπὶ Θήβας φανερὰ ποιῆσαι τὰ πράγματα δι’ ὀρχήσεως. φασὶ δὲ καὶ ὅτι οἱ ἀρχαῖοι ποιηταί, Θέσπις, Πρατίνας, Φρύνιχος, ὀρχησταὶ ἐκαλοῦντο διὰ τὸ μὴ μόνον τὰ ἑαυτῶν δράματα ἀναφέρειν εἰς ὄρχησιν τοῦ χοροῦ, ἀλλὰ καὶ ἔξω τῶν ἰδίων ποιημάτων διδάσκειν τοὺς βουλομένους ὀρχεῖσθαι. μεθύων δὲ ἐποίει τὰς τραγῳδίας Αἰσχύλος, ὥς φησι Χαμαιλέων (). Σοφοκλῆς γοῦν ὠνείδιζεν αὐτῷ ὅτι εἰ καὶ τὰ δέοντα ποιεῖ, ἀλλ’ οὐκ εἰδώς γε.2
此外,埃斯库罗斯不仅开创了服饰的庄严与尊贵——入神教祭司与持火炬者仿效这种服饰并以此着装——而且他还亲自构思出许多舞蹈姿态传授给歌队成员。至少卡迈莱昂说,他第一个指导歌队排演姿态,没有聘用舞蹈教师,而是也亲自为歌队设计舞蹈的动作姿态,总体上将整部悲剧的统筹全揽于自身。总之,他以相当出色的技艺亲自参演这些剧作。阿里斯托芬也确实(在喜剧诗人那里存留着关于悲剧诗人的可靠证据)让埃斯库罗斯亲自说道: “我自己为歌队设计了那些姿态。” 又说: “我看过《弗里吉亚人》,深知他们 在同普里阿摩斯前来赎回他那 死去的儿子时, 曾做出许多如此、如彼以及朝这边的姿态。” 此外,舞蹈教师特勒西斯(或特勒斯忒斯)也构思出了许多姿态,极尽精妙地用双手演示所唱诵之意。提洛岛的音乐家菲利斯说,古代的齐特拉琴歌者面部动作极少,而脚步动作较多,多用行进步履与舞蹈步伐。因此阿里斯托克勒斯说,埃斯库罗斯的舞者特勒斯忒斯技艺极为精湛,以至于在伴舞演出《七雄攻忒拜》时,能够完全通过舞蹈使剧情昭然若揭。人们还说,古昔的诗人们——塞斯庇斯、普拉提纳斯、弗律尼科斯——之所以被称为舞者,不仅是因为他们将自己的剧作诉诸歌队的舞蹈,而且还因为他们在自己的诗作之外教授那些意欲习舞之人。 卡迈莱昂说,埃斯库罗斯是在醉酒状态下创作悲剧的。索福克勒斯至少曾责备他说,他即使做出了应做之事,也全然是在不知不觉中做出的。
ὀρχήσεις δὲ ἐθνικαὶ αἵδε· Λακωνικαί, Τροιζήνιαι, Ἐπιζεφύριοι,| Κρητικαί, Ἰωνικαί, Μαντινικαί, ἃς προκρίνει Ἀριστόξενος () διὰ τὴν τῶν χειρῶν κίνησιν. οὕτως δ’ ἦν ἔνδοξον καὶ σοφὸν ἡ ὄρχησις ὥστε Πίνδαρος τὸν Ἀπόλλωνα ὀρχηστὴν καλεῖ ()· "ὀρχήστ’ ἀγλαΐας ἀνάσσων, εὐρυφάρετρ’ Ἄπολλον," καὶ Ὅμηρος ἢ τῶν Ὁμηριδῶν τις ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ φησίν ()· "Ἀπόλλων φόρμιγγ’ ἐν χείρεσσιν ἔχων χάριεν κιθάριζε, καλὰ καὶ ὕψι βιβάς." Εὔμηλος δὲ ὁ Κορίνθιος ἢ Ἀρκτῖνος τὸν Δία ὀρχούμενόν που παράγει λέγων ()· "μέσσοισιν δ’ ὠρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε." Θεόφραστος δὲ () πρῶτόν φησιν Ἄνδρωνα τὸν Καταναῖον αὐλητὴν κινήσεις καὶ ῥυθμοὺς ποιῆσαι τῷ σώματι αὐλοῦντα· ὅθεν σικελίζειν τὸ ὀρχεῖσθαι παρὰ τοῖς παλαιοῖς·3 μεθ’ ὃν Κλεόλαν τὸν Θηβαῖον. ὀρχησταὶ δὲ ἔνδοξοι Βολβὸς μὲν παρὰ Κρατίνῳ καὶ Καλλίᾳ (), Ζήνων δὲ ὁ Κρὴς ὁ πάνυ Ἀρταξέρξῃ προσφιλέστατος παρὰ Κτησίᾳ (). Ἀλέξανδρος δὲ ἐν τῇ πρὸς Φιλόξενον ἐπιστολῇ μέμνηται Θεοδώρου καὶ Χρυσίππου.
各民族的特色舞蹈有以下几种:拉科尼亚舞、特罗曾舞、厄庇泽费里奥伊舞、克里特舞、爱奥尼亚舞,以及阿里斯托克塞诺斯因其手部动作而推崇的曼提内亚舞。舞蹈曾是如此享负盛名且充满智慧,以至于品达称阿波罗为舞者: “舞者啊,光辉的统治者, 配带宽阔箭筒的阿波罗,”荷马或荷马学派的某人在《阿波罗颂诗》中亦云: “阿波罗 双手怀抱福尔明克斯琴,曼妙地弹拨, 优美且高抬阔步地走着。” 科林斯的欧墨洛斯或阿尔克提诺斯在某处也让宙斯起舞,说道: “在他们中间,人类与诸神之父正在起舞。” 泰奥弗拉斯托斯说,卡塔奈的笛手安德隆是第一个在吹笛时用身体做出动作和节律的人;由此,古代人把跳舞称作“效仿西西里人”;继他之后的是忒拜的克莱奥拉斯。著名的舞者在克拉提诺斯和卡利亚斯的作品中有博尔博斯,在克特西亚斯的作品中有深受阿尔塔薛西斯钟爱的克里特人芝诺。亚历山大在给菲洛克塞诺斯的信中也提到了塞奥多洛斯与克律西波斯。
- 1.39τοὺς Φρύγας οἶδα θεωρῶν... σχηματίσαντας
动词 οἶδα 带感知分词补足语(θεωρῶν),而 θεωρῶν 本身又带宾格分词结构 τοὺς Φρύγας ... σχηματίσαντας 作为直接宾语与补足语,形成层叠的感知分词句式:“我通过观看《弗里吉亚人》,深知他们曾做出许多姿态”。
- 1.39εἰ καὶ τὰ δέοντα ποιεῖ, ἀλλ’ οὐκ εἰδώς γε
让步从句 εἰ καί(纵使他做应做之事)之后,主句在转折连词 ἀλλά 后面仅接分词短语 οὐκ εἰδώς(不知不觉),省略了谓语动词 ποιεῖ,形成鲜明对照:“纵使他做出了合宜之事,却也只是不知不觉中做出的”。
- 1.40ὅθεν σικελίζειν τὸ ὀρχεῖσθαι παρὰ τοῖς παλαιοῖς
在由关系副词 ὅθεν(由此)引导的分句中,省略了表达习惯或传闻的动词(如 ἐλέγετο),构成不定式承接结构。冠词化不定式 τὸ ὀρχεῖσθαι(跳舞)充当主语(或宾语),σικελίζειν(效仿西西里人)作谓语不定式。
