- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.41-1.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在引用蒂蒙讽刺缪斯学宫学者的诗句后,作者引述了关于伏天酷暑饮酒的神谕与诗句,随后通过戏剧诗人的诸多例证探讨了表示“饮酒”(βρέχειν)与宴席上“躺卧”(ἀναπίπτειν、ἀνακεῖσθαι、κατακεῖσθαι)诸词的本义及修辞用法。
ὅτι τὸ Μουσεῖον ὁ Φιλιάσιος Τίμων ὁ σιλλογράφος () τάλαρόν πού φησιν ἐπισκώπτων τοὺς ἐν αὐτῷ τρεφομένους φιλοσόφους, ὅτι ὥσπερ ἐν πανάγρῳ τινὶ σιτοῦνται καθάπερ οἱ πολυτιμότατοι ὄρνιθες· "πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες Μουσέων ἐν ταλάρῳ. ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ" τραπεζορήτορες,1 οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ, ὃν ἀναγράφει Χαμαιλέων ()· "εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ." καὶ Μνησίθεος δ’ ὁ Ἀθηναῖος Διόνυσον ἰατρόν φησι τὴν Πυθίαν χρῆσαι τιμᾶν Ἀθηναίοις. φησὶ δὲ καὶ Ἀλκαῖος ὁ Μιτυληναῖος ποιητής ()· "τέγγε πνεύμονα οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· ἡ δ’ ὥρη χαλεπή· πάντα δὲ δίψαισ’ ὑπὸ καύματος." καὶ ἀλλαχοῦ ()· "πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται." Εὔπολίς τε τὸν Καλλίαν φησὶν ἀναγκάζεσθαι ὑπὸ Πρωταγόρου πίνειν, ἵνα ()· "πρὸ τοῦ κυνὸς τὸν πνεύμον’ ἔκλυτον φορῇ." ἡμῖν δ’ οὐ μόνον ὁ πνεύμων ἀπεξήρανται, κινδυνεύει δὲ καὶ ἡ καρδία. καίτοι Ἀντιφάνης λέγει ()· "τὸ δὲ ζῆν, εἰπέ μοι, τί ἐστι; τὸ πίνειν φήμ’ ἐγώ. ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν βρέχεται, μέγεθος καὶ κάλλος οἷα γίνεται, τὰ δ’ ἀντιτείνοντ’ [οἱονεὶ δίψαν τινὰ ἢ ξηρασίαν ἔχοντ᾽] αὐτόπρεμν’ ἀπόλλυται." οὕτω τούτοις, φησί, κυνολογήσασιν ἐδόθη πιεῖν. εἴρηται δὲ τὸ βρέχειν καὶ ἐπὶ τοῦ πίνειν. Ἀντιφάνης ()· "δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν." Εὔβουλος ()· "Σίκων ἐγὼ βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος. Β. πέπωκας οὗτος; Α...... πέπωκ’ ἐγώ, μὰ Δία τὸν Μενδαῖον."
弗利乌斯的讽刺诗作者蒂蒙在某处把缪斯学宫称作“鸟笼”,嘲弄其中受供养的哲学家,说他们就像在某种捕鸟笼里受喂养的最珍贵的禽鸟: “在人烟稠密的埃及,牧养着许多人, 深闭笼中的书虫无休止地争吵, 在缪斯们的鸟笼里。” 直到这些食桌演说家摆脱了这种言语泄泻为止!在我看来,他们由于喋喋不休,甚至连卡迈莱昂所记载的皮提亚神谕都忘却了: “犬星之前的二十天,以及其后的二十天, 在阴凉的屋子里以狄奥尼索斯为医师。” 雅典的涅西修斯也说,皮提亚向雅典人发布神谕,要他们尊奉狄奥尼索斯为医神。米蒂利尼的诗人阿尔开奥斯亦云: “用酒润湿肺部吧,因为那颗星正巡回而来; 时令艰难,万物因酷热而焦渴。” 又在别处说: “让我们畅饮吧,因为那颗星正巡回而来。” 欧波利斯也说,卡利亚斯被普罗泰戈拉强迫饮酒,以便: “在犬星升起之前让肺部保持舒爽。” 然而对于我们来说,不仅肺部干透,连心脏也危在旦夕。可是安提法涅斯说: “告诉我,活着究竟 是什么?我说那就是畅饮。 你看见在冬日奔流的溪水旁,那些 日日夜夜常受浸润的树木, 长成了何等硕大而优美的模样, 而那些抗拒的[仿佛怀有某种干渴 或枯涸之物]则连根覆灭。” 讲述者说,在他们如此谈论过天狼星后,便被奉上了酒饮。“浸润”一词也被用来表示“饮酒”。安提法涅斯说: “因为在饱餐之后,必须充分地浸润。” 欧布罗斯说: “我西孔 已经浸润透彻、豪饮微醺而来了。 乙:你这人喝过酒了?甲:……我喝过了, 指着门德的宙斯发誓!”
ὅτι τὸ ἀναπίπτειν κυρίως ἐπὶ ψυχῆς ἐστιν, οἷον ἀθυμεῖν, ὀλιγοδρανεῖν. Θουκυδίδης αʹ ()· ‘νικώμενοι ἐπ’ ἐλάχιστον ἀναπίπτουσι.’ Κρατῖνος δ’ ἐπὶ ἐρετῶν χρᾶται τῇ λέξει ()· ‘ῥοθίαζε κἀνάπιπτε.’ καὶ Ξενοφῶν ἐν Οἰκονομικῷ ()· ‘διὰ τί ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐρέται; ἢ ὅτι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δὲ ἀναπίπτουσιν;’ ἀνακεῖσθαι δέ φαμεν ἐπὶ ἀνδριάντος· ὅθεν τοὺς ἐπὶ κατακειμένων χρωμένους τῇ λέξει διέσυρον. Δίφιλος ()· "ἐγὼ δ’ ἕως μέν τινος ἀνεκείμην." πρὸς ὃν δυσχεραίνων ὁ ἑταῖρός φησιν· ‘ἀνάκεισο.’ Φιλιππίδης ()· "καὶ δειπνῶν ἀεὶ ἀνακείμενος παρ’ αὐτόν." καὶ ἐπάγει· "πότερον ἀνδριάντας εἱστία;" κατακεῖσθαι δὲ λέγεται καὶ κατακεκλίσθαι, ὡς ἐν Συμποσίοις Ξενοφῶν καὶ Πλάτων. Ἄλεξις ()· "ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά· οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν’ ἂν λάβοι οὔθ’ ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἄν· ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον." ἔστι δὲ εὑρεῖν καὶ ἐπὶ τῆς ἐννοίας ταύτης σπανίως τὸ ἀνακεῖσθαι. σάτυρος παρὰ Σοφοκλεῖ τοῦτό φησιν ἐπικαιόμενος τῷ Ἡρακλεῖ ()· "ἀνακειμένῳ μέσον εἰς τὸν αὐχέν’ εἰσαλοίμην.2" Ἀριστοτέλης ἐν Τυρρηνῶν Νομίμοις ()· ‘οἱ δὲ Τυρρηνοὶ δειπνοῦσι μετὰ τῶν γυναικῶν ἀνακείμενοι ὑπὸ τῷ αὐτῷ ἱματίῳ.’ Θεόπομπος ()· "ἐπίνομεν μετὰ ταῦτα...... κατακείμενοι μαλακώτατ’ ἐπὶ τρικλινίῳ, Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη." Φιλωνίδης ()· "κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι." Εὐριπίδης Κύκλωπι ()· "ἀνέπεσε φάρυγος αἰθέρ’ ἐξανιεὶς βαρύν." Ἄλεξις ()· "μετὰ ταῦτ’ ἀναπεσεῖν ἐκέλευον αὐτὴν παρ’ ἐμέ."
“往后倒下”一词本义是指心灵,意为“沮丧”“灰心”。修昔底德卷一:“他们若被打败,也最少陷入沮丧。”克拉提诺斯把该词用于桨手:“起桨拍浪,往后倾仰。”色诺芬在《经济论》中亦云:“为什么桨手之间互不妨碍?难道不是因为他们井然有序地坐着,有序地前倾,又有序地后仰吗?”我们用“安置/献立”一词来形容雕像;因此,人们嘲弄那些把该词用于侧卧就餐者的人。狄菲罗斯说: “我曾在一段工夫里被安置在那儿。” 同伴听后不悦地对他说:“那你就在那儿立着吧!”腓立庇得斯说: “且在用餐时总是 被安置在他的身旁。” 接着他又说: “难道他是在宴请雕像不成?” 反之则说“横卧”和“侧卧”,如色诺芬和柏拉图在各自的《会饮篇》中所用。亚历克西斯说: “在开宴之前就横卧在榻上,是何等的灾难! 因为无论如何睡意都不会袭来, 无论谁说了什么,我们也绝听不进去; 因为心思早已扑在餐桌旁了。” 不过也可以罕见地发现“安置”一词被用作这个意思。索福克勒斯剧中迷恋赫拉克勒斯的萨堤洛斯这样说道: “趁他躺卧之时, 我愿纵身跳到他的脖颈中间。” 亚里士多德在《第勒尼安人的风俗》中说:“第勒尼安人与妻子们在同一条斗篷下并肩躺卧进餐。”泰奥彭波斯说: “在那之后我们畅饮…… 极其舒适地躺卧在三椅榻上, 彼此哀怨地唱着忒拉蒙的歌曲。” 菲洛尼得斯说: “正如你们所见,我躺卧在这里已有很久了。” 欧里庇得斯在《独目巨人》中说: “他向后仰倒,从咽喉中喷出粗重的气息。” 亚历克西斯说: “在此之后,我吩咐她 侧卧在我的身旁。”
- 1.41ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ τραπεζορήτορες
紧接着前引诗句出现的破格句式。连词 ἕως ἄν 搭配虚拟语气通常引导表示“直到……”的时间从句,在此处缺乏明确的主句谓语,具有感叹或祈使色彩(“直到这些食桌演说家摆脱了言语泄泻!”)。随后的句子则以关系代名词 οἵ 承接这群人展开叙述。
- 1.42ἀνακειμένῳ μέσον εἰς τὸν αὐχέν’ εἰσαλοίμην
与格分词 ἀνακειμένῳ(躺卧着)作为关涉与格,间接指代方向短语 μέσον εἰς τὸν αὐχένα(跳至其脖颈中央)的目标(即躺卧的赫拉克勒斯)。形容词 μέσον 呈述语性修饰 αὐχένα,意为“脖颈之中部”。希求法 εἰσαλοίμην(动词 εἰσάλλομαι 的不定过去时希求法)表示愿望。
