- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.36-1.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典娜奥斯记述罗马汇聚万邦万民堪称世界的缩影,继而论及哲人舞者孟菲斯与哑剧舞蹈的演变、索福克勒斯及苏格拉底对舞蹈的研习,以及泰奥弗拉斯托斯的讲学姿态与衣着端正得体的教养意义。
ὅρος οἰκουμένης. δῆμον τὴν Ῥώμην φησί. λέγει δὲ καὶ ὅτι οὐκ ἄν τις σκοποῦ πόρρω τοξεύων λέγοι1 τὴν Ῥώμην πόλιν ἐπιτομὴν τῆς οἰκουμένης· ἐν ᾗ συνιδεῖν ἔστιν οὕτως πάσας τὰς πόλεις ἱδρυμένας, καὶ κατ’ ἰδίαν δὲ τὰς πολλάς, ὡς Ἀλεξανδρέων μὲν τὴν χρυσῆν, Ἀντιοχέων δὲ τὴν καλήν, Νικομηδέων δὲ τὴν περικαλλῆ, προσέτι τε () "τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς ἀναφαίνει," τὰς Ἀθήνας λέγω. ἐπιλείποι δ’ ἄν με οὐχ ἡμέρα μία ἐξαριθμούμενον2 τὰς ἐν τῇ Ῥωμαίων οὐρανοπόλει ἀριθμουμένας πόλεις, ἀλλὰ πᾶσαι αἱ κατὰ τὸν ἐνιαυτὸν διὰ τὸ πλῆθος. καὶ γὰρ ὅλα ἔθνη ἀθρόως αὐτόθι συνῴκισται, ὡς τὸ Καππαδοκῶν καὶ Σκυθῶν καὶ Ποντίων καὶ ἄλλων πλειόνων. οὗτοι οὖν πάντες, ὁ σύμπας δῆμος τῆς οἰκουμένης, τὸν ἐφ’ ἡμῖν, φησί, φιλόσοφον ὀρχηστὴν Μέμφιν ἐκάλεσαν ἀπαρχαίζοντες τὴν διὰ τοῦ σώματος αὐτοῦ κίνησιν τῇ τῶν πόλεων ἀρχαιοτάτῃ3 καὶ βασιλικωτάτῃ, περὶ ἧς Βακχυλίδης φησί ()· "τὴν ἀχείμαντόν τε Μέμφιν καὶ δονακώδεα Νεῖλον." οὗτος τὴν Πυθαγόρειον φιλοσοφίαν ἐπιδείκνυσιν ἥτις ἐστί, μετὰ σιωπῆς πάνθ’ ἡμῖν ἐμφανίζων σαφέστερον ἢ οἱ τὰς τῶν λόγων τέχνας ἐπαγγελλόμενοι διδάσκειν.
“有居之地的界限。”他称罗马为一个民众。他还说,若有人把罗马城称作“有居之地的缩影”,并不会离靶心太远;在这座城中,人们可以总览建立于此的所有城邦,也能分别得见众多名城:如亚历山大里亚人的黄金之城,安条克人的优美之城,尼科墨得亚人的极美之城,此外还有 “宙斯所照亮的所有城邦中 最为辉煌的城”,我指的就是雅典。若要一一列举罗马人这座天界之城中所罗列的城邦,莫说一日不够我用,因其数量之众,便是一年中的所有日子也全然不够。因为整支整支的部族都成群聚居于此,例如卡帕多细亚人、斯基泰人、本都人以及更多其他民族。因此,这所有的人,即有居之地的全体民众,他说,把我们时代的哲人舞者称作“孟菲斯”,将其身体的律动拟古地比作诸城中最古老、最显王家风范的城市;关于那座城,巴克基利得斯曾说: “无风暴的孟菲斯与多芦苇的尼罗河。” 此人展示了毕达哥拉斯哲学究竟为何物,在静默中向我们彰显一切,比那些声称教授言辞技艺的人更为明晰。
τῆς δὲ κατὰ τοῦτον ὀρχήσεως τῆς τραγικῆς καλουμένης πρῶτος εἰσηγητὴς γέγονε Βάθυλλος ὁ Ἀλεξανδρεύς, ὅν φησι παντομίμους ὀρχήσασθαι Σέλευκος. τοῦτον τὸν Βάθυλλόν φησιν Ἀριστόνικος καὶ Πυλάδην, οὗ ἐστι καὶ σύγγραμμα περὶ ὀρχήσεως, τὴν Ἰταλικὴν ὄρχησιν συστήσασθαι ἐκ τῆς κωμικῆς, ἣ ἐκαλεῖτο κόρδαξ, καὶ τῆς τραγικῆς, ἣ ἐκαλεῖτο ἐμμέλεια, καὶ τῆς σατυρικῆς, ἣ ἐλέγετο σίκιννις (διὸ καὶ οἱ σάτυροι σικιννισταί), ἧς εὑρετὴς Σίκιννός τις βάρβαρος. οἳ δέ φασιν ὅτι Κρὴς ἦν ὁ Σίκιννος. ἦν δὲ ἡ Πυλάδου ὄρχησις ὀγκώδης παθητική τε καὶ πολυπρόσωπος, ἡ δὲ Βαθύλλειος ἱλαρωτέρα· καὶ γὰρ ὑπόρχημά τι τοῦτον διατίθεσθαι. Σοφοκλῆς δὲ πρὸς τῷ καλὸς γεγενῆσθαι τὴν ὥραν4 ἦν καὶ ὀρχηστικὴν δεδιδαγμένος καὶ μουσικὴν ἔτι παῖς ὢν παρὰ Λάμπρῳ. μετὰ γοῦν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν περὶ τρόπαιον γυμνὸς ἀληλιμμένος ἐχόρευσε μετὰ λύρας· οἳ δὲ ἐν ἱματίῳ φασί. καὶ τὸν Θάμυριν διδάσκων αὐτὸς ἐκιθάρισεν· ἄκρως δὲ ἐσφαίρισεν, ὅτε τὴν Ναυσικάαν καθῆκε. τῆς δὲ Μέμφιδος ὀρχήσεως ἤρα καὶ Σωκράτης ὁ σοφὸς καὶ πολλάκις καταλαμβανόμενος ὀρχούμενος, ὥς φησι Ξενοφῶν (), ἔλεγε τοῖς γνωρίμοις παντὸς εἶναι μέλους τὴν ὄρχησιν γυμνάσιον. ἔταττον γὰρ τὸ ὀρχεῖσθαι ἐπὶ τοῦ κινεῖσθαι καὶ ἐρεθίζεσθαι. Ἀνακρέων ()· "καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ’ ἐλαφρῶς." Ἴων ()· "ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησεν φρένας."
他这种风格的、被称为悲剧性的舞蹈,其最初的开创者是亚历山大里亚的巴提洛斯,塞琉古称其跳过哑剧。阿里斯托尼科斯说,这位巴提洛斯与写有舞蹈专论的皮拉得斯二人,综合了被称为科尔达克斯的喜剧舞蹈、被称为埃梅莱亚的悲剧舞蹈,以及被称为西金尼斯的萨堤洛斯舞蹈——因此萨堤洛斯也被称为西金尼斯舞者,其发明者是某个叫西金诺斯的异族人,但也有人说西金诺斯是克里特人——创立了意大利式舞蹈。皮拉得斯的舞蹈庄重、富于感染力且角色多样,而巴提洛斯的舞蹈则更为欢快,因为他排演某种伴舞歌。索福克勒斯除了在盛年时相貌俊美之外,尚为少年时便在兰普罗斯门下学习了舞蹈与音乐。至少在萨拉米斯海战之后,他曾涂抹膏油、赤身裸体围绕纪念碑手持里拉琴起舞;也有人说他是穿着披风起舞的。他在上演《塔米拉斯》时亲自弹奏齐特拉琴;而在推出《瑙西卡亚》时,他的球技极其高超。智者苏格拉底也热爱孟菲斯的舞蹈,色诺芬说,他屡次在起舞时被撞见,便对熟人说舞蹈是对全身肢体的锻炼。因为人们用“起舞”来指代“运动”与“激动”。阿那克里翁说: “宙斯美丽的秀发女儿们轻盈起舞。” 伊翁说: “出于意料之外的变故,更令心神翩翩起舞。”
Ἕρμιππος δέ φησι () Θεόφραστον παραγίνεσθαι εἰς τὸν περίπατον καθ’ ὥραν λαμπρὸν καὶ ἐξησκημένον, εἶτα καθίσαντα διατίθεσθαι τὸν λόγον οὐδεμιᾶς ἀπεχόμενον κινήσεως οὐδὲ σχήματος ἑνός. καί ποτε ὀψοφάγον μιμούμενον ἐξείραντα τὴν γλῶσσαν περιλείχειν τὰ χείλη. ἔμελε δὲ αὐτοῖς καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ ()· ‘πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναβάλλεσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδέξι᾽ ἐλευθερίως οὐδ’ ἁρμονίαν λόγων λαβόντας ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνθρώπων εὐδαιμόνων βίον.’ Σαπφὼ περὶ Ἀνδρομέδας σκώπτει ()· "τίς δ’ ἀγροιῶτις θέλγει νόον οὐκ ἐπισταμένη τὰ βράκε’ ἕλκειν ἐπὶ τῶν σφυρῶν;" Φιλέταιρος ()· "ἀμφιβάλλου σφυροῖς· οὐ καθήσεις, τάλαν, μηδ’ ἀγροίκως ἄνω γόνατος ἀμφέξει;" Ἕρμιππος δέ φησι () Θεόκριτον τὸν Χῖον ὡς ἀπαίδευτον μέμφεσθαι τὴν Ἀναξιμένους περιβολήν· Καλλίστρατός τε ὁ Ἀριστοφάνειος Ἀρίσταρχον ἐν συγγράμματι κακῶς εἴρηκεν ἐπὶ τῷ μὴ εὐρύθμως ἀμπέχεσθαι, φέροντός τι καὶ τοῦ τοιούτου πρὸς παιδείας ἐξέτασιν. διὸ καὶ Ἄλεξίς φησιν ()· "ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς.5 οὗ μήτε πράττεται τέλος μηδεὶς... ἡμᾶς μήτε τιμὴν δόντα δεῖ ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ — τὸ τοιοῦτον γέρας τίς οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν;"
赫尔米普斯说,泰奥弗拉斯托斯总是在规定时辰容光焕发、修饰整洁地来到讲学林荫道,然后坐下讲授,不放弃任何动作与单一姿态;有一次为了模仿贪吃者,他伸出舌头舔遍嘴唇四周。 他们也讲究端正地整理衣裳,并讥嘲那些不这样做的人。柏拉图在《泰阿泰德》中说:“凡事都能敏捷尖利地服侍,却不知如何以自由人之姿得体地向右披上长袍,亦不懂领悟言辞的和谐去正当地歌颂神祇与幸福人类的生活。”萨福曾讥嘲安德洛墨达道: “究竟是哪个村姑迷住了你的心, 她连把衣裙提到脚踝之上的规矩都不晓得?” 斐勒泰罗斯说: “裹到脚踝上去;难道你还不放下来吗,可怜的家伙, 不要像村夫一样裹在膝盖以上!” 赫尔米普斯说,希俄斯的泰奥克里托斯曾指责阿那克西美尼的着装缺乏教养;阿里斯托芬的门徒卡利斯特拉托斯在著作中恶言指责阿里斯塔库斯着装缺乏节律,因为这种小事也关乎教养的检验。为此阿莱克西斯也说: “因为我认为这正是缺乏教养的鄙陋之举之一: 明明可以仪态端庄, 却在街道上步履散乱。对此既无人向我们征税, 也无须付出代价去从他人那里换取; 它却能为践行者带来声望的分量,为目睹者带来愉悦, 为生活带来井然秩序——试问任何自称有理智之人, 谁不愿为自己赢得这样的荣光?”
- 1.36οὐκ ἄν τις σκοποῦ πόρρω τοξεύων λέγοι
带有 ἄν 的希求法(λέγοι)表示潜势语气。分词短语 σκοποῦ πόρρω τοξεύων(“射箭远离靶心”)表示方式或伴随状况,构成习语“若说……并不算离靶心太远”,意即“这样说相当准确/并不为过”。
- 1.36ἐπιλείποι δ’ ἄν με οὐχ ἡμέρα μία ἐξαριθμούμενον
潜势希求法(ἐπιλείποι ἄν)与宾格分词 ἐξαριθμούμενον 搭配,分词与动词宾语 με 一致(“若我一一列举,一日对我而言将不够用”)。分词带有假设或情况条件色彩。
- 1.36ἀπαρχαίζοντες τὴν διὰ τοῦ σώματος αὐτοῦ κίνησιν τῇ τῶν πόλεων ἀρχαιοτάτῃ
动词 ἀπαρχαΐζω(“以古风拟之/赋予古色”)支配宾格 τὴν... κίνησιν 作为直接宾语,与格 τῇ... ἀρχαιοτάτῃ [πόλει](古都孟菲斯)表示比较或比附的标准,意为“将其身体律动以拟古的方式比作诸城中最古老者”。
- 1.37πρὸς τῷ καλὸς γεγενῆσθαι τὴν ὥραν
介词 πρός 搭配与格定冠词不定式(τῷ καλὸς γεγενῆσθαι),表示“除了……之外”。述语形容词 καλός 受主句主语(索福克勒斯)的吸引而保持主格,后面的 τὴν ὥραν 是限定宾格/关系宾格(“在青春盛貌方面”)。
- 1.38ἐξὸν καλῶς
无人称动词 ἔξεστι(可能)的绝对宾格用法(accusative absolute),具有让步意味:“在明明可以走得很好时”。与前面不定式短语 τὸ βαδίζειν ἀρρύθμως(“步履散乱无序”)形成对比。
