- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.33-1.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节讨论了荷马史诗在香膏、花冠及饭前洗手描写上的差异,并列举了后世希腊及希腊化社会对手艺人、杂耍艺人、滑稽模仿者以及玩球师给予过分崇高礼遇的诸多事例。
Ὅμηρος δὲ τὴν τοῦ μύρου φύσιν εἰδὼς οὐκ εἰσήγαγε μύροις ἀλειφομένους τοὺς ἥρωας πλὴν τὸν Πάριν ἐν οἷς φησὶ () ‘κάλλει στίλβων’, ὡς καὶ Ἀφροδίτη κάλλει τὰ πρόσωπα καθαίρει (). ἀλλ’ οὐδὲ στεφανουμένους εἰσάγει, καίτοι τῷ ἐκ τῆς μεταφορᾶς ὁμοιώματι σημαίνεται ὅτι ᾔδει τὸν στέφανον. φησὶ γοῦν· "νῆσος, ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο.1" καί· "πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε." παρατηρητέον δὲ καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἀπονιζομένους τὰς χεῖρας ποιεῖ πρὶν μεταλαβεῖν τροφῆς, ἐν Ἰλιάδι δὲ τοῦτο ποιοῦντας οὐκ ἔστιν εὑρεῖν. σχολαζόντων γὰρ βίος ὁ ἐν Ὀδυσσείᾳ καὶ διὰ τὴν εἰρήνην τρυφώντων· διὸ οἱ ἐνταῦθα ἐθεράπευον τὸ σῶμα διὰ λουτρῶν καὶ κατανιμμάτων. διὰ τοῦτο καὶ ἀστραγαλίζουσιν ἐν ταύτῃ τῇ πολιτείᾳ καὶ ὀρχοῦνται καὶ σφαιρίζουσιν. Ἡρόδοτος δὲ οὐ καλῶς εἴρηκεν () ἐπὶ Ἄτυος διὰ λιμὸν εὑρεθῆναι τὰς παιδιάς· πρεσβεύει γὰρ τοῖς χρόνοις τὰ ἡρωικά. οἱ δ’ ἐν τῇ Ἰλιακῇ πολιτείᾳ μονονοὺ βοῶσι ()· "κλῦθ’ Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον."
荷马虽然明了香膏的性质,却并未描写英雄们涂抹香膏,唯独帕里斯是个例外,荷马称其“闪耀着美色”,正如阿佛洛狄忒用美色洁净面容一样。但他也没有描写他们佩戴花冠,尽管通过隐喻的相似表达可以表明他是知晓花冠的。例如他说: “那座岛屿,无际的汪洋环绕如冠。” 又说: “因为在四面八方,战争的花冠都围绕着你熊熊燃烧。” 还应当注意到,在《奥德赛》中,他描写人们在享用食物前洗手,但在《伊利亚特》中却找不到人们这样做。因为《奥德赛》中的生活属于优游从容之人,他们因和平而过着奢华生活;因此那里的人通过沐浴和盥洗来保养身体。由于这个缘故,他们在那样的城邦制度中掷羊拐骨、跳舞、玩球。然而希罗多德所说的“各种游戏是在阿堤斯时代因饥荒而发明的”并不恰当,因为英雄时代在时间上更为古老。而《伊利亚特》城邦制度中的人们几乎在呼喊着: “倾听吧,阿拉拉,战神之女, 长矛交锋的前奏。”
ὅτι Ἀριστόνικον τὸν Καρύστιον, τὸν Ἀλεξάνδρου σφαιριστήν, Ἀθηναῖοι πολίτην ἐποιήσαντο διὰ τὴν τέχνην καὶ ἀνδριάντα ἀνέστησαν. τὰς γὰρ βαναύσους τέχνας Ἕλληνες ὕστερον περὶ πλείστου μᾶλλον ἐποιοῦντο ἢ τὰς κατὰ παιδείαν γινομένας ἐπινοίας. Ἑστιαιεῖς γοῦν καὶ Ὠρεῖται Θεοδώρου τοῦ ψηφοκλέπτου ἐν θεάτρῳ χαλκῆν εἰκόνα ἀνέθηκαν ψῆφον κρατοῦσαν· ὡς δ’ αὕτως Μιλήσιοι Ἀρχελάου τοῦ κιθαριστοῦ. ἐν δὲ Θήβαις Πινδάρου μὲν οὐκ ἔστιν εἰκών, Κλέωνος δὲ τοῦ ᾠδοῦ, ἐφ’ ἧς ἐπιγέγραπται· "Πυθέα υἱὸς ὅδ’ ἐστὶ Κλέων Θηβαῖος ἀοιδός, ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους κρατὸς ἐπὶ σφετέρου, καί οἱ κλέος οὐρανόμηκες. χαῖρε, Κλέων, Θήβας πατρίδ’ ἐπευκλεΐσας." ὑπὸ τούτου τὸν ἀνδριάντα, ὅτε Ἀλέξανδρος τὰς Θήβας κατασκάπτων...., φησὶ Πολέμων () φεύγοντά τινα χρυσίον εἰς τὸ ἱμάτιον κοῖλον ὂν ἐνθέσθαι,2 καὶ ἀνοικιζομένης τῆς πόλεως ἐπανελθόντα εὑρεῖν τὸ χρυσίον μετὰ ἔτη τριάκοντα. Ἡρόδοτος δὲ ὁ λογόμιμος, ὥς φησιν Ἡγήσανδρος (), καὶ Ἀρχέλαος ὁ ὀρχηστὴς παρὰ Ἀντιόχῳ τῷ βασιλεῖ μάλιστα ἐτιμῶντο τῶν φίλων. ὁ δὲ πατὴρ αὐτοῦ Ἀντίοχος τοὺς Σωστράτου τοῦ αὐλητοῦ υἱεῖς σωματοφύλακας ἐπεποίητο.
雅典人因卡律斯托斯人阿里斯托尼科斯(即亚历山大的球戏师)的技艺而授其公民权,并立雕像。因为后世的希腊人比起出于学识教养而产生的发明,要更为推崇手艺技巧。至少赫斯提埃亚人和俄瑞俄斯人在剧场中为幻术师西奥多罗斯立了手握石子的青铜像;米利都人同样为齐特拉琴手阿耳刻拉奥斯立像。而在忒拜,虽无品达的塑像,却有歌手克勒翁的雕像,上面题写道: “此乃皮忒阿斯之子克勒翁,忒拜的歌者, 他在凡人中将最多的冠冕 戴在自己的头上,其声名直达云霄。 欢呼吧,克勒翁,你为祖邦忒拜赢得了荣耀。” 波勒蒙说,当亚历山大毁灭忒拜时,有一逃难者在此人的雕像下,把黄金塞进中空的宽袍中,及至该城重建时返回,三十年后重新找到了那些黄金。黑革桑德鲁斯说,独角戏滑稽演员希罗多德与舞蹈家阿耳刻拉奥斯,在国王安条克那里是受到最高礼遇的密友。其父安条克则将吹管乐手索斯特拉托斯的儿子们任命为贴身卫士。
ἐθαυμάζετο δὲ παρ’ Ἕλλησι καὶ Ῥωμαίοις Ματρέας ὁ πλάνος ὁ Ἀλεξανδρεύς, ὃς ἔλεγε καὶ θηρίον τρέφειν ὃ αὐτὸ ἑαυτὸ κατεσθίει· ὡς καὶ ζητεῖσθαι μέχρι νῦν τὸ Ματρέου θηρίον τί ἐστιν. ἐποίησε δ’ οὗτος καὶ παρὰ τὰς Ἀριστοτέλους ἀπορίας3 καὶ ἀνεγίνωσκε δημοσίᾳ, διὰ τί ὁ ἥλιος δύνει μὲν κολυμβᾷ δ’ οὔ, καὶ διὰ τί οἱ σπόγγοι συμπίνουσι μὲν συγκωθωνίζονται δ’ οὔ, καὶ τὰ τετράδραχμα καταλλάττεται μὲν ὀργίζεται δ’ οὔ. Ἀθηναῖοι δὲ Ποθεινῷ τῷ νευροσπάστῃ τὴν σκηνὴν ἔδωκαν ἀφ’ ἧς ἐνεθουσίων οἱ περὶ Εὐριπίδην. Ἀθηναῖοι δὲ καὶ Εὐρυκλείδην ἐν τῷ θεάτρῳ ἀνέστησαν μετὰ τῶν περὶ Αἰσχύλον. ἐθαυμάζετο δὲ καὶ Ξενοφῶν ὁ θαυματοποιός, ὃς μαθητὴν κατέλιπε Κρατισθένη τὸν Φλιάσιον· ὃς πῦρ τε αὐτόματον ἐποίει ἀναφύεσθαι καὶ ἄλλα πολλὰ φάσματα ἐτεχνᾶτο, ἀφ’ ὧν ἐξίστα τῶν ἀνθρώπων τὴν διάνοιαν. τοιοῦτος ἦν καὶ Νυμφόδωρος ὁ θαυματοποιός, ὃς προσκρούσας Ῥηγίνοις, ὥς φησι Δοῦρις (), εἰς δειλίαν αὐτοὺς ἔσκωψε πρῶτος. Εὔδικος δὲ ὁ γελωτοποιὸς ηὐδοκίμει μιμούμενος παλαιστὰς καὶ πύκτας, ὥς φησιν Ἀριστόξενος (). Στράτων δ’ ὁ Ταραντῖνος ἐθαυμάζετο τοὺς διθυράμβους μιμούμενος· τὰς δὲ κιθαρῳδίας οἱ περὶ τὸν ἐξ Ἰταλίας Οἰνώναν, ὃς καὶ Κύκλωπα εἰσήγαγε τερετίζοντα καὶ ναυαγὸν Ὀδυσσέα σολοικίζοντα, ὁ αὐτός φησι. Διοπείθης δὲ ὁ Λοκρός, ὥς φησι Φανόδημος (), παραγενόμενος εἰς Θήβας καὶ ὑποζωννύμενος οἴνου κύστεις μεστὰς καὶ γάλακτος καὶ ταύτας ἀποθλίβων ἀνιμᾶν ἔλεγεν ἐκ τοῦ στόματος. τοιαῦτα ποιῶν ηὐδοκίμει καὶ Νοήμων ὁ ἠθολόγος. ἔνδοξοι δ’ ἦσαν καὶ παρ’ Ἀλεξάνδρῳ θαυματοποιοὶ Σκύμνος ὁ Ταραντῖνος, Φιλιστίδης ὁ Συρακούσιος, Ἡράκλειτος ὁ Μιτυληναῖος. γεγόνασι δὲ καὶ πλάνοι ἔνδοξοι, ὧν Κηφισόδωρος καὶ Πανταλέων. Φιλίππου δὲ τοῦ γελωτοποιοῦ Ξενοφῶν μνημονεύει ().
亚历山大里亚的弄臣马特雷阿斯在希腊人和罗马人中备受赞叹,他曾声称饲养着一只自我吞食的野兽;以致直到如今人们还在探究“马特雷阿斯的野兽是什么”。他仿照亚里士多德的《难题集》作了滑稽仿作并在公开场合朗读:为何太阳沉落却不潜水,为何海绵一同饮尽却不喝醉,为何四德拉克马银币虽被兑换(和解)却不生气(发怒)。雅典人将欧里庇得斯一众深受神灵感召的舞台,让给了木偶戏艺人波提诺斯。雅典人还在剧场中将欧律克莱德斯的雕像与埃斯库罗斯一众的塑像立在一起。魔术师色诺芬也备受赞誉,他留下的弟子弗利乌斯的克拉提斯忒涅斯能让火焰自然升起,并构想出许多其他幻象,令人心神震惊。魔术师纽姆波多罗斯也是此类人,杜里斯说,他得罪了雷吉翁人后,率先讥讽他们的怯懦。阿里斯托克塞诺斯说,笑剧演员欧狄科斯因模仿摔跤手和拳击手而享有盛誉。塔拉斯的斯特拉同因模仿酒神颂而受赞誉;同一作者称,在模仿齐特拉歌唱方面,来自意大利的俄诺纳斯一伙也是如此,他甚至让独眼巨人唧唧喳喳地唱歌,让遇险落水的奥德修斯操着破烂蹩脚的语言。法诺德摩斯说,洛克里斯人狄奥佩特斯来到忒拜,在腰带下束满盛有葡萄酒和乳汁的膀胱皮袋,挤压它们并声称从嘴里吐出。性格模仿艺人诺厄蒙也因表演类似之事而大受欢迎。在亚历山大身边著名的魔术师还有塔拉斯的斯库姆诺斯、叙拉古的斐利斯提得斯、米蒂利尼的赫拉克利特。也有著名的弄臣,如刻菲索多罗斯和潘塔勒翁。色诺芬则提到了笑话艺人斐利普斯。
- 1.33ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο.
介词 πέρι 因重音倒退(anastrophe)而后置于关系代名词 ἣν(即 περὶ ἣν)。动词 ἐστεφάνωτο 是 στεφανόω 的过去完成时中被动态第三人称单数,在此作中动态状态义,表示“宛如花冠般围绕着”。
- 1.34ὑπὸ τούτου τὸν ἀνδριάντα, ὅτε Ἀλέξανδρος τὰς Θήβας κατασκάπτων ...., φησὶ Πολέμων () φεύγοντά τινα χρυσίον εἰς τὸ ἱμάτιον κοῖλον ὂν ἐνθέσθαι
句子的核心是由 φησὶ Πολέμων 引出的带不定式宾格结构(φεύγοντά τινα ... ἐνθέσθαι,“某逃亡者塞入……”)。介词短语 ὑπὸ τούτου τὸν ἀνδριάντα 倒装于句首修饰不定式 ἐνθέσθαι,表地点(“在此人的塑像下”)。κοῖλον ὂν 为修饰 ἱμάτιον 的分词短语,意指衣服因折叠而形成凹槽/中空空间。
- 1.35παρὰ τὰς Ἀριστοτέλους ἀπορίας
介词 παρὰ 加宾格在此表示“依照”、“仿照”或“与……对照”,表明马特雷阿斯是在滑稽模仿亚里士多德的《难题集》(Problems)。
