- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.30-1.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批评悲剧与喜剧诗人将掷夜壶等无礼行径穿凿附会给英雄时代,称赞荷马保持体统并描绘英雄端坐进食与亲手烹饪的德行,进而抨击当时在洗浴、美食、催情药物与音乐等方面的奢靡退废。
τῶν δ’ ἄλλων ποιητῶν ἔνιοι τὰς καθ’ αὑτοὺς πολυτελείας καὶ ῥᾳθυμίας ἀνέπεμπον ὡς οὔσας καὶ κατὰ τὰ Τρωικά.1 Αἰσχύλος γοῦν ἀπρεπῶς που παράγει μεθύοντας τοὺς Ἕλληνας, ὡς καὶ τὰς ἀμίδας ἀλλήλοις περικαταγνύναι. λέγει γοῦν ()· "ὅδ’ ἐστὶν ὅς ποτ’ ἀμφ’ ἐμοὶ βέλος γελωτοποιόν, τὴν κάκοσμον οὐράνην, ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ πληγεῖσ’ ἐναυάγησεν ὀστρακουμένη, χωρὶς μυρηρῶν τευχέων πνέουσ’ ἐμοί." καὶ Σοφοκλῆς δὲ ἐν Ἀχαιῶν συνδείπνῳ ()· "ἀλλ’ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον. ἐδειματούμην δ’ οὐ φίλης ὀσμῆς ὕπο." Εὔπολις δὲ τὸν πρῶτον εἰσηγησάμενον τὸ τῆς ἀμίδος ὄνομα ἐπιπλήττει λέγων ()· ΑΛΚ. μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην. "Β. πολλὰς δ’ οἶμαι νῦν βεβινῆσθαι." ΑΛΚ...... ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῲ ᾽πιπίνειν; "Β. πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασ’ εὑρών." ΑΛΚ. εἶεν· τίς εἶπεν ‘ἀμίδα παῖ’ πρῶτος μεταξὺ πίνων; "Β. Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφόν σου." παρ’ Ὁμήρῳ δὲ οἱ ἀριστεῖς κοσμίως δειπνοῦσιν ἐν Ἀγαμέμνονος. εἰ δ’ ἐν Ὀδυσσείᾳ () φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς καὶ Ἀγαμέμνων ‘χαῖρε νόῳ’, ἀλλ’ ὠφέλιμοι αἱ φιλοτιμίαι2 ζητούντων εἰ λόγῳ ἢ μάχῃ αἱρεθῆναι δεῖ τὸ Ἴλιον. ἀλλ’ οὐδ’ ὅτε μνηστῆρας εἰσάγει μεθύοντας, οὐδὲ τότε τοιαύτην ἀκοσμίαν εἰσήγαγεν ὡς Σοφοκλῆς καὶ Αἰσχύλος πεποιήκασιν, ἀλλὰ πόδα βόειον ἐπὶ τὸν Ὀδυσσέα ῥιπτούμενον ().
其余诗人中,有人将自己时代的奢靡与放纵追溯到特洛伊战争时期,仿佛那时便已存在一般。埃斯库罗斯便有失体统地让希腊联军醉酒登场,甚至互掷夜壶砸碎在对方头上。他这样说道: “正是此人曾向我投来 引人发笑的投掷物——那只恶臭的夜壶, 且未曾偏离;它砸在我的头顶上, 化作瓦砾残片而沉没碎裂, 向我喷出与香油瓶绝无共同之处的气味。” 索福克勒斯在《阿开奥斯人共饮》中亦说: “但他盛怒之下掷出恶臭的夜壶, 且未曾打偏;在我头顶上, 那毫无香油之气的器皿被击碎了; 我因那并不讨喜的恶臭而心惊胆战。” 欧波利斯则斥责那个最先引入‘夜壶’一词的人,说: 阿尔喀比亚德:“我讨厌斯巴达式的做派,但为了吃煎盘菜肴,我甚至甘愿自卖。” 对方:“不过我想现在已有许多女人遭到奸污了。” 阿尔喀比亚德:“……那么,最先发明清晨饮酒的人又是谁?” 对方:“你大可知道,你为我们发明了极大的淫乱行径。” 阿尔喀比亚德:“算了;那么在饮酒间歇最先喊出‘童仆,拿夜壶来’的人又是谁?” 对方:“你这发明真可媲美帕拉墨得斯,极其聪颖。” 然而在荷马笔下,勇士们在阿伽门农处进餐时却井然有序。即使在《奥德赛》中阿喀琉斯与奥德修斯争执,而阿伽门农‘心中欢喜’,但那探究应当用言辞还是武力攻取伊利昂的求胜心却是有益的。而且,哪怕在描写求婚者酩酊大醉时,他也从未引入索福克勒斯和埃斯库罗斯所描绘的那种无序做派,而不过是向奥德修斯投掷了一只牛脚。
καθέζονται δ’ ἐν τοῖς συνδείπνοις οἱ ἥρωες, οὐ κατακέκλινται. τοῦτο δὲ καὶ παρ’ Ἀλεξάνδρῳ τῷ βασιλεῖ ἐνίοτε ἦν, ὥς φησι Δοῦρις (). ἑστιῶν γοῦν ποτε ἡγεμόνας εἰς ἑξακισχιλίους ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων, ἁλουργοῖς περιστρώσας ἱματίοις. Ἡγήσανδρος δέ φησιν () οὐδὲ ἔθος εἶναι ἐν Μακεδονίᾳ κατακλίνεσθαί τινα ἐν δείπνῳ, εἰ μή τις ἔξω λίνων ὗν κεντήσειεν·3 ἕως δὲ τότε καθήμενοι ἐδείπνουν. Κάσανδρος οὖν πέντε καὶ τριάκοντα ὢν ἐτῶν ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνάμενος τὸν ἆθλον ἐκτελέσαι καίπερ ἀνδρεῖος γεγονὼς καὶ κυνηγὸς ἀγαθός. ἐς τὸ πρέπον δὲ Ὅμηρος ἀφορῶν τοὺς ἥρωας οὐ παρήγαγεν ἄλλο τι δαινυμένους ἢ κρέα καὶ ταῦτα ἑαυτοῖς σκευάζοντας. οὐ γὰρ ἔχει γέλωτα οὐδ’ αἰσχύνην ὀψαρτύοντας αὐτοὺς καὶ ἕψοντας ὁρᾶν. ἐπετήδευον γὰρ τὴν αὐτοδιακονίαν καὶ ἐκαλλωπίζοντο, φησὶ Χρύσιππος, τῇ ἐν τούτοις εὐστροφίᾳ. Ὀδυσσεὺς γοῦν δαιτρεῦσαί τε καὶ ‘πῦρ νηῆσαι’ οἷος οὐκ ἄλλος δεξιὸς εἶναί φησι (). καὶ ἐν Λιταῖς δὲ Πάτροκλος καὶ Ἀχιλλεὺς πάντα εὐτρεπίζει (). καὶ Μενελάου δὲ τελοῦντος γάμους ὁ νυμφίος Μεγαπένθης οἰνοχοεῖ (). νῦν δὲ ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν ὡς κατακεῖσθαι δαινύμενοι.
英雄们在共餐时是坐着的,而非斜倚。杜里斯称,这种习惯在亚历山大国王时期有时亦有沿用。某次他宴请多达六千名将领时,便让他们坐在铺有紫袍的银椅与长凳上。赫革桑德尔则说,在马其顿甚至有这样的规矩:除非有人在不使用围网的情况下用枪刺中野猪,否则不得在宴饮时斜倚;在此之前,他们都是坐着进餐。因此卡山德虽已三十五岁,且勇敢而长于狩猎,却因无法完成这一壮举,仍只能坐在父亲身旁进食。 荷马顾及体统,并未让英雄们享用肉类以外的食物,且都是他们亲手烹调。因为看他们调理佳肴、烹煮肉块,并无可笑亦无羞耻之处。正如克律西波斯所言,他们崇尚亲力亲为,并以在这类事务中的熟练自豪。奥德修斯便称自己在切肉与‘堆积柴火’方面熟练得无出其右。在《请愿篇》中,帕特罗克洛斯与阿喀琉斯亦亲自打点一切。而在墨涅拉奥斯操办婚礼时,新郎墨伽彭忒斯亦亲自斟酒。然而今日我们已堕落到斜倚进食的地步。
προσφάτως δὲ καὶ τὰ βαλανεῖα παρῆκται, τὴν ἀρχὴν οὐδὲ ἔνδον τῆς πόλεως ἐώντων εἶναι αὐτά, ὧν τὸ βλαπτικὸν Ἀντιφάνης δηλοῖ ()· "εἰς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με. ἑφθὸν κομιδῇ πεποίηκεν· ἀποκναίσειεν ἂν κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος. οὕτω στερεόν τι πρᾶγμα θερμόν ἐσθ᾽ ὕδωρ." Ἕρμιππος ()· "μὰ τὸν Δί᾽, οὐ μέντοι μεθύειν τὸν ἄνδρα χρὴ τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖς." ηὔξηται δὲ καὶ ἡ τῶν ὀψοποιῶν περιεργία καὶ ἡ τῶν μυρεψῶν· ὥστ’ ‘οὐδ’ ἂν κολυμβᾶν εἰς κολυμβήθραν μύρου’ ἀρκεῖσθαί τις ἂν δύναιτο,4 φησὶν Ἄλεξις (). ἀνθοῦσι δὲ καὶ αἱ τῶν περὶ τὰ πέμματα δημιουργίαι καὶ αἱ περὶ τὰς συνουσίας περιεργίαι, ὥστ᾽ ἐπιτεχνᾶσθαι σπόγγους ὑποτίθεσθαι· ἐπακτικὸν γὰρ εἶναι τὸ τοιοῦτον πρὸς ἀφροδισίων πλῆθος. Θεόφραστος δ’ οὕτω φησί () τινας ὀχευτικὰς δυνάμεις εἶναι ὡς καὶ μέχρι ἑβδομήκοντα συνουσιῶν ἐπιτελεῖν καὶ τὸ τελευταῖον αὐτοῖς αἷμα ἀποκρίνεσθαι. Φύλαρχος δὲ Σανδρόκοττόν φησι () τὸν Ἰνδῶν βασιλέα Σελεύκῳ μεθ’ ὧν ἔπεμψε δώρων ἀποστεῖλαί τινας δυνάμεις στυτικὰς τοιαύτας ὡς ὑπὸ τοὺς πόδας τιθεμένας τῶν συνουσιαζόντων οἷς μὲν ὁρμὰς ἐμποιεῖν ὀρνίθων δίκην, οὓς δὲ καταπαύειν. ηὔξηται δὲ νῦν καὶ ἡ τῆς μουσικῆς διαστροφή, καὶ ἡ περὶ τὰς ἐσθήσεις καὶ ὑποδέσεις ἐπήκμασε πολυτέλεια.
近来公共浴室亦被引入,起初甚至不被允许设于城内;安提法涅斯道出了其害处: “让浴池见鬼去吧,看它把我折腾成了什么样! 它把我彻底煮成了熟肉;无论何人, 只要揪住我的皮就能将它撕扯下来。 热水竟是如此坚硬(折磨人)的物事!” 赫尔米普斯亦说: “凭宙斯起誓,一位高尚之人绝不应当 酩酊大醉,亦不当去洗热水澡——这全是你常干的事。” 厨师的繁琐考究与调香师的奢靡亦与日俱增,以致如亚历克西斯所言,“即便在香水池中游泳,亦不能令任何人感到满足”。糕点制作的手艺与房事上的繁杂技巧亦盛极一时,以至于人们发明了在身下垫上海绵的做法,据说此举有助于增进房事次数。泰奥弗拉斯托斯称,某些催情药力能让人行房多达七十次,最后甚至会排泄出血液。菲拉耳科斯则说,印度国王山陀罗笈多曾随其他礼物一同赠予塞琉古某些催情灵药,若置于行房者足底,能使某些人如飞鸟般欲望勃发,却使另一些人平息下来。如今音乐的败坏亦与日俱增,在服饰与履靴上的奢靡更是达到了顶峰。
- 1.30ἀνέπεμπον ὡς οὔσας καὶ κατὰ τὰ Τρωικά
动词 ἀναπέμπω 字面意为“送回、遣送”,此处转指时间轴上的向后追溯,即“将(后世风俗)投射、归咎于过去”。分词短语 ὡς οὔσας 表示主观设想或托辞,意为“仿佛在特洛伊时期便已存在一样”。
- 1.30εἰ δ’ ἐν Ὀδυσσείᾳ φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς ... ἀλλ’ ὠφέλιμοι αἱ φιλοτιμίαι
从句引导词 εἰ 与主句开头的 ἀλλά 形成呼应结构(εἰ... ἀλλά...),表达让步性的对比(“即使……,然而……”)。主句中省略了系动词 ἦσαν(或 εἰσί),ὠφέλιμοι 用作表语形容词。
- 1.31εἰ μή τις ἔξω λίνων ὗν κεντήσειεν
希求法动词 κεντήσειεν 处于间接引语(受 Ἡγήσανδρος δέ φησιν 支配)的条件从句中,表示过去的惯常或反复条件(“除非有人刺中……”)。短语 ἔξω λίνων(“在围网之外”)指不借用狩猎网具而正面对决猎杀野猪。
- 1.32οὐδ’ ἂν κολυμβᾶν εἰς κολυμβήθραν μύρου ἀρκεῖσθαί τις ἂν δύναιτο
小词 ἄν 在句首附近(οὐδ' ἄν)和动词前(τις ἂν δύναιτο)重复出现。动词 ἀρκεῖσθαι 与不定词 κολυμβᾶν 连用,意为“满足于、甘心于……”,加上否定词 οὐδέ,构成了极端的潜在表达:“即便潜入香水池,亦无法令任何人感到满足”。
