- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.28-1.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节叙述了荷马史诗中英雄对乐器的使用、对赫尔墨斯的奠酒习俗、饮食与宫室的奢华以及淮阿喀亚人的生活,并援引阿庇翁的记载说明求婚者棋戏的具体规则及其柔弱体质。
ἐχρῶντο δὲ καὶ αὐλοῖς καὶ σύριγξιν οἱ ἥρωες. ὁ γοῦν Ἀγαμέμνων () ‘αὐλῶν συρίγγων τ’ ἐνοπὴν’ ἀκούει. εἰς δὲ τὰ συμπόσια οὐ παρήγαγε· πλὴν ἐν τῇ Ὁπλοποιίᾳ () γάμων γινομένων αὐλῶν μνημονεύει. τοῖς δὲ βαρβάροις ἀποδίδωσι τοὺς αὐλούς· παρὰ Τρωσὶ γοῦν ἦν αὐλῶν συρίγγων τ’ ἐνοπή. ἔσπενδον δὲ ἀπὸ τῶν δείπνων ἀναλύοντες καὶ τὰς σπονδὰς ἐποιοῦντο Ἑρμῇ () καὶ οὐχ ὡς ὕστερον Διὶ τελείῳ. δοκεῖ γὰρ Ἑρμῆς ὕπνου προστάτης εἶναι. σπένδουσι δ’ αὐτῷ καὶ ἐπὶ ταῖς γλώσσαις () ἐκ τῶν δείπνων ἀπιόντες. προσνέμονται δ’ αὐτῷ αἱ γλῶσσαι διὰ τὴν ἑρμηνείαν. οἶδε δ’ Ὅμηρος καὶ ποικίλας ἐδωδάς· λέγει γοῦν () ‘ἐδωδὴν παντοίην’ καὶ () ‘ὄψα οἷα ἔδουσι διοτρεφέες βασιλῆες.’ οἶδε δὲ καὶ πᾶσαν τὴν νῦν πολυτέλειαν. οἴκων μὲν οὖν λαμπρότατος ὁ Μενελάου. τοιοῦτον δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμπρότητι οἵανπερ Πολύβιος () Ἴβηρός τινος βασιλέως οἰκίαν· ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφὴν πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι1 πλήρεις οἴνου κριθίνου, ἀργυροῦς ὄντας καὶ χρυσοῦς. Ὅμηρος δὲ τοπογραφῶν καὶ τὴν Καλυψοῦς οἰκίαν ἐκπλήττει τὸν Ἑρμῆν (). ἀπολαυστικὸς δέ ἐστι παρ’ αὐτῷ καὶ ὁ τῶν Φαιάκων βίος· ‘αἰεὶ γὰρ ἡμῖν δαίς τε φίλη κίθαρίς τε’ καὶ τὰ ἑξῆς ()..... ἃ ἔπη () Ἐρατοσθένης οὕτω γεγράφθαι φησίν· "οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κακότητος ἀπούσης, δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ," κακότητος ἀπούσης φάσκων τῆς ἀφροσύνης. ἀδύνατον γὰρ μὴ φρονίμους εἶναι Φαίακας, οἳ μάλα φίλοι εἰσὶ θεοῖσιν, ὡς ἡ Ναυσικάα φησί ().
英雄们亦使用长笛与排箫。阿伽门农便曾听到“长笛与排箫之声”。但他并未将这些乐器引入宴饮之中,除在《铸兵篇》描绘举行婚礼的场景中提到了长笛。诗人将长笛归于异族人;在特洛伊人之中确实有着“长笛与排箫之声”。 他们在餐罢退席时行奠酒礼,并且是向赫尔墨斯献奠,而非如后世那样向完满之神宙斯献奠;因为赫尔墨斯被视作睡眠的守护神。人们在餐罢离去时,亦在牲舌上向他献奠。牲舌之所以分属予他,是因其主管语言表达之故。 荷马亦知晓食物的多样性;他便说过“各种各样的食物”以及“神所育养之诸王所享用的美味”。他亦通晓当今一切的奢华。在诸屋宇中,墨涅拉奥斯的宫室最为辉煌。在陈设与富丽方面,诗人所构想的正如同波利比乌斯所描绘的某位伊比利亚国王的王宫;波利比乌斯称该王甚至效仿淮阿喀亚人的奢华,唯独不同的是那些银质与金质的大酒缸立于宫殿中央,装满了大麦酒。荷马在描绘卡吕普索的住所景象时,亦使赫尔墨斯惊叹不已。 在荷马笔下,淮阿喀亚人的生活亦极尽享乐:“对我们而言,宴席与竖琴永远令人欢欣”云云……。埃拉托斯特尼称这些诗句原作如下: “因为我认为没有什么结局(善果)比这更令人愉悦: 当恶(无知)消散而欢乐充溢, 宾客们在殿堂中聆听歌者的唱诵之时,”他主张“恶消散”意指愚妄不在。因为正如瑙西卡阿所言,深得诸神眷顾的淮阿喀亚人绝不可能不明智。
καὶ οἱ μνηστῆρες δὲ παρ’ αὐτῷ "πεσσοῖσι προπάροιθε θυράων" ἐτέρποντο, οὐ παρὰ τοῦ μεγάλου Διοδώρου μαθόντες τὴν πεττείαν οὐδὲ τοῦ Μιτυληναίου Λέοντος τοῦ ἀνέκαθεν Ἀθηναίου, ὃς ἀήττητος ἦν κατὰ τὴν πεττευτικήν, ὥς φησι Φαινίας (). Ἀπίων δὲ ὁ Ἀλεξανδρεὺς καὶ ἀκηκοέναι φησὶ παρὰ τοῦ Ἰθακησίου Κτήσωνος τὴν τῶν μνηστήρων πεττείαν οἵα ἦν. ‘ὀκτὼ γάρ, φησί, καὶ ἑκατὸν ὄντες οἱ μνηστῆρες διετίθεσαν ψήφους ἐναντίας ἀλλήλαις, ἴσας πρὸς ἴσας τὸν ἀριθμόν, ὅσοιπερ ἦσαν καὶ αὐτοί. γίνεσθαι οὖν ἑκατέρωθεν δʹ καὶ πεντήκοντα. τὸ δ’ ἀνὰ μέσον τούτων διαλιπεῖν ὀλίγον· ἐν δὲ τῷ μεταιχμίῳ τούτῳ μίαν τιθέναι ψῆφον, ἣν καλεῖν μὲν αὐτοὺς Πηνελόπην, σκοπὸν δὲ ποιεῖσθαι εἴ τις βάλλοι ψήφῳ ἑτέρᾳ· καὶ κληρουμένων τὸν λαχόντα στοχάζεσθαι ταύτης. εἰ δέ τις τύχοι καὶ ἐκκρούσειε πρόσω τὴν Πηνελόπην, ἀποτίθεσθαι τὴν ἑαυτοῦ εἰς τὴν τῆς βληθείσης καὶ ἐξωσμένης χώραν, ἐν ᾗ πρότερον ἦν· καὶ πάλιν στάντα τὴν Πηνελόπην ἐν ᾧ τὸ δεύτερον ἐγένετο χωρίῳ ἐντεῦθεν βάλλειν τὴν ἑαυτοῦ.2 εἰ δὲ τύχοι ἄνευ τοῦ μηδεμιᾶς τῶν ἄλλων ψαῦσαι,3 νικᾶν καὶ ἐλπίδας ἔχειν πολλὰς γαμήσειν αὐτήν. τὸν δὲ Εὐρύμαχον πλείστας εἰληφέναι ταύτῃ τῇ παιδιᾷ καὶ εὔελπιν εἶναι τῷ γάμῳ.’ οὕτω δὲ διὰ τὴν τρυφὴν τὰς χεῖρας οἱ μνηστῆρες ἔχουσιν ἁπαλὰς ὡς μηδὲ τὸ τόξον ἐντεῖναι δύνασθαι (). πολυτελεῖς δ’ αὐτοῖς καὶ οἱ διακονούμενοι. δυνατωτάτη δὲ παρ’ Ὁμήρῳ καὶ ἡ τῶν μύρων εὐωδία ()· οὗ κινυμένου Διὸς ποτὶ χαλκοβατὲς δῶμα "ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή." καὶ στρωμνὰς δὲ οἶδε διαπρεπούσας· τοιαύτας οὖν Ἀρήτη Ὀδυσσεῖ ὑποστρωννύειν κελεύει (), καὶ Νέστωρ αὐχεῖ πρὸς Τηλέμαχον πολλῶν τοιούτων εὐπορεῖν.
在他笔下的求婚者们亦“在门前以棋戏”自娱自乐,他们并非学棋于大狄奥多罗斯,亦非学自祖籍雅典且在棋艺上未尝败绩的米提利尼人莱翁,正如淮尼亚斯所言。亚历山大里亚的阿庇翁则称,自己曾从伊萨卡人克忒松那里听闻求婚者们的棋戏究竟如何。“因为,”他说,“求婚者共有一百零八人,他们摆开棋子相互对峙,双方数量相等,正如他们人数一样。因此两方各有五十四枚。在这两列之间留出一小段空隙;在此间隔之中置有一枚棋子,他们称之为珀涅罗珀,并将其作为目标,看是否有人能用另一枚棋子投掷命中;众人抽签,中签者便瞄准此子。若有人击中并将珀涅罗珀向前撞出,便将自己的棋子置于被击中并移开的棋子此前所在之处;随后他再度站立,自那里朝向珀涅罗珀第二次所处之处投掷自己的棋子。若能击中且未触及其他任何棋子,便算获胜,并大有希望能娶到她。欧律马科斯在此游戏中赢取的棋子最多,对婚事满怀希望。”由于奢靡,求婚者们双手柔弱,甚至无法拉开硬弓。服侍他们的侍从亦极尽奢华。 荷马笔下的香膏气味亦极其浓烈;当它在宙斯铜铺地面的殿宇中晃动时,“那香气依然远达大地与苍穹。” 诗人亦知晓华美的卧具;因此阿瑞忒吩咐为奥德修斯铺设这般卧具,涅斯托尔亦向忒勒玛科斯夸耀自己拥有极多此类物品。
- 1.28πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι
介词 πλήν(除……之外)统辖中性单数属格定冠词 τοῦ,其后接带不定式短语(τοὺς κρατῆρας ... ἑστάναι),构成表示例外的副词性短语,意为“除了大酒缸……立着这一事实之外”。ἑστάναι 为 ἵστημι 的完成时主动不定式。
- 1.29καὶ πάλιν στάντα τὴν Πηνελόπην ἐν ᾧ τὸ δεύτερον ἐγένετο χωρίῳ ἐντεῦθεν βάλλειν τὴν ἑαυτοῦ
间接引语中包含倒装与先取(prolepsis)的复杂句式。不定式 βάλλειν 的逻辑主语为前文所述的掷子者,与之保持一致的是阳性单数宾格分词 στάντα(第二不定过去时分词)。宾格的 τὴν Πηνελόπην 则是被提前的先行成分,与关系从句(ἐν ᾧ ... χωρίῳ)相关联,意为“再次站定,从那里向珀涅罗珀第二次所处之处投出自己的棋子(τὴν ἑαυτοῦ [ψῆφον])”。
- 1.29ἄνευ τοῦ μηδεμιᾶς τῶν ἄλλων ψαῦσαι
介词 ἄνευ 统辖带中性属格冠词的不定式 τοῦ ψαῦσαι(意为“没有触碰……”)。动词 ψαύω 要求属格补足语,故否定代词 μηδεμιᾶς(修饰 τῶν ἄλλων [ψήφων])为阴性属格。此处依不定式句法的常规采用了 μή 系列的否定代词(μηδεμιᾶς),而非 οὐδεμιᾶς。
