- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.26-1.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段通过引述喜剧诗人的片段探讨了球戏(费宁达)的高强度劳顿、词源与动作美感,随后阐述了荷马史诗中的舞蹈与歌舞(hyporchema)传统,以及色诺芬所记修忒斯宴席上的戏剧性武装舞蹈。
πολὺ δὲ τὸ σύντονον καὶ καματηρὸν τῆς περὶ τὴν σφαιριστικὴν ἁμίλλης τό τε κατὰ τοὺς τραχηλισμοὺς ῥωμαλέον. Ἀντιφάνης ()· "οἴμοι κακοδαίμων, τὸν τράχηλον ὡς ἔχω.1" διηγεῖται δὲ τὴν φαινίνδα παιδιὰν οὕτως Ἀντιφάνης ()· "σφαῖραν λαβὼν τῷ μὲν διδοὺς ἔχαιρε, τὸν δ’ ἔφευγ’ ἅμα, τοῦ δ’ ἐξέκρουσε, τὸν δ’ ἀνέστησεν πάλιν, κλαγκταῖσι φωναῖς......... ‘ἔξω, μακράν, παρ’ αὐτόν, ὑπὲρ αὐτόν, κάτω, ἄνω, βραχεῖαν, ἀπόδος ἐν καταστροφῇ.’" ἐκαλεῖτο δὲ φαινίνδα ἀπὸ τῆς ἀφέσεως τῶν σφαιριζόντων, ἢ ὅτι εὑρετὴς αὐτοῦ, ὥς φησιν Ἰόβας ὁ Μαυρούσιος (), Φαινέστιος ὁ παιδοτρίβης. καὶ Ἀντιφάνης ()· "φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου." ἐφρόντιζον δὲ εὐρυθμίας οἱ σφαιρίζοντες. Δαμόξενος γοῦν φησι ()· "νεανίας τις ἐσφαίριζεν εἷς ἐτῶν ἴσως ἑκκαίδεκ’ ἢ ἑπτακαίδεκα, Κῷος· θεοὺς γὰρ φαίνεθ’ ἡ νῆσος φέρειν. ὃς ἐπεί ποτ’ ἐμβλέψειε τοῖς καθημένοις, ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα πάντες ἐβοῶμεν· ‘.......... ἡ δ’ εὐρυθμία, τὸ δ’ ἦθος, ἡ τάξις δ’ ὅση.’ ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο τέρας τι κάλλους, ἄνδρες· οὔτ’ ἀκήκοα ἔμπροσθεν οὔθ’ ἑόρακα τοιαύτην χάριν. κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον ἔμεινα·2 καὶ νῦν δ’ οὐχ ὑγιαίνειν μοι δοκῶ." ἐσφαίριζε δ’ οὐκ ἀηδῶς καὶ Κτησίβιος ὁ Χαλκιδεὺς φιλόσοφος· καὶ πολλοὶ διὰ τὴν σφαιρικὴν αὐτῷ συναπεδύοντο τῶν Ἀντιγόνου τοῦ βασιλέως φίλων. συνέγραψε δὲ περὶ σφαιριστικῆς Τιμοκράτης ὁ Λάκων.
球戏的较量中饱含着高度的紧张与劳顿,在扭打扼颈的动作中亦需充沛的力气。安提法涅斯说: “哀哉,我这倒霉之人,我的脖子成了这副模样!” 安提法涅斯还如此详述了“费宁达”这种球戏: “他拿到球后, 欣然传给这一个,同时避开另一个, 从这一人手中截夺,又扶起另一人, 伴随着高亢的呼喊…… ‘往外!往远处!传到他身旁!越过他头顶!往低处! 往高处!短传!在转身时回传!’” 它之所以被称为‘费宁达’,或是源于掷球者的抛掷(aphesis),或是如摩尔人尤巴所言,其发明者是体育教师淮奈斯提奥斯。安提法涅斯亦言: “你在淮奈斯提奥斯那里玩着费宁达球戏。” 掷球者亦极注重韵律与优美。达摩克塞诺斯便说: “有个青年在掷球, 年纪约莫十六七岁, 是个科斯岛人;那座岛看来尽出神明。 每当他投目光于旁坐之人, 无论接球还是传球之时, 我们所有人立刻齐声惊呼:‘…… 何等匀称的韵律,何等的气质,何等规整的动作!’ 无论行事还是言谈之间,他都宛如 美的奇迹,诸君;我未曾 得闻亦未曾得见这般优雅。 我若再多留片刻,恐怕会招致更大的祸事(陷入情网); 甚至如今,我都觉得自己神思未复。” 哈尔基斯的哲学家克忒西比奥斯亦十分爱好球戏;国王安提柯的许多友人因球戏之故常与他一同脱衣锻炼。拉克代蒙人梯谟克拉忒斯还撰写了关于球戏的专著。
οἱ Φαίακες δὲ παρ’ Ὁμήρῳ καὶ ἄνευ σφαίρας ὀρχοῦνται. καὶ ὀρχοῦνταί που ἀνὰ μέρος πυκνῶς (τοῦτο γάρ ἐστι τὸ () ‘ταρφέ᾽ ἀμειβόμενοιʼ), ἄλλων ἐφεστώτων καὶ ἐπικροτούντων τοῖς λιχανοῖς δακτύλοις, ὅ φησι ληκεῖν. οἶδε δὲ ὁ ποιητὴς καὶ τὴν πρὸς ᾠδὴν ὄρχησιν· Δημοδόκου γοῦν ᾄδοντος () κοῦροι πρωθῆβαι ὠρχοῦντο· καὶ ἐν τῇ Ὁπλοποιίᾳ δὲ παιδὸς κιθαρίζοντος ἄλλοι ἐναντίοι μολπῇ τε ὀρχηθμῷ τε ἔσκαιρον (). ὑποσημαίνεται δὲ ἐν τούτοις ὁ ὑπορχηματικὸς τρόπος, ὃς ἤνθησεν ἐπὶ Ξενοδήμου καὶ Πινδάρου. καί ἐστιν ἡ τοιαύτη ὄρχησις μίμησις τῶν ὑπὸ τῆς λέξεως ἑρμηνευομένων πραγμάτων· ἣν παρίστησι γινομένην Ξενοφῶν ὁ καλὸς ἐν τῇ Ἀναβάσει ἐν τῷ παρὰ Σεύθῃ τῷ Θρᾳκὶ συμποσίῳ. φησὶ γοῦν ()· ‘ἐπειδὴ σπονδαί τε ἐγένοντο καὶ ἐπαιώνισαν, ἀνέστησαν πρῶτοι Θρᾷκες καὶ πρὸς αὐλὸν ὠρχοῦντο σὺν ὅπλοις καὶ ἥλλοντο ὑψηλά τε καὶ κούφως καὶ ταῖς μαχαίραις ἐχρῶντο· τέλος δ’ ὁ ἕτερος τὸν ἕτερον παίει, ὡς πᾶσι δοκεῖν πεπληγέναι τὸν ἄνδρα.3 ὃ δ’ ἔπεσε τεχνικῶς πως, καὶ πάντες ἀνέκραγον οἱ συνδειπνοῦντες Παφλαγόνες. καὶ ὃ μὲν σκυλεύσας τὰ ὅπλα τοῦ ἑτέρου ἐξῄει ᾄδων Σιτάλκαν, ἄλλοι δὲ τῶν Θρᾳκῶν τὸν ἕτερον ἐξέφερον ὡς τεθνηκότα· ἦν δὲ οὐδὲν πεπονθώς. μετὰ τοῦτον Αἰνιᾶνες καὶ Μάγνητες ἀνέστησαν, οἳ ὠρχοῦντο τὴν καρπαίαν καλουμένην ἐν τοῖς ὅπλοις. ὁ δὲ τρόπος τῆς ὀρχήσεως ἦν· ὃ μὲν παραθέμενος τὰ ὅπλα σπείρει καὶ ζευγηλατεῖ πυκνὰ μεταστρεφόμενος ὡς φοβούμενος, λῃστὴς δὲ προσέρχεται· ὃ δὲ ἐπὰν προίδηται ἁρπάσας τὰ ὅπλα μάχεται πρὸ τοῦ ζεύγους ἐν ῥυθμῷ πρὸς τὸν αὐλόν· καὶ τέλος ὁ λῃστὴς δήσας τὸν ἄνδρα τὸ ζεῦγος ἀπάγει, ἐνίοτε δὲ καὶ ὁ ζευγηλάτης τὸν λῃστήν· εἶτα παρὰ τοὺς βοῦς δήσας ὀπίσω τὼ χεῖρε δεδεμένον4 ἐλαύνει. καί τις, φησί, τὸ Περσικὸν ὠρχεῖτο καὶ κροτῶν τὰς πέλτας ὤκλαζε καὶ ἐξανίστατο· καὶ ταῦτα πάντα ῥυθμῷ πρὸς τὸν αὐλὸν ἐποίει. καὶ Ἀρκάδες δέ, φησίν, ἀναστάντες ἐξοπλισάμενοι ᾔεσαν ἐν ῥυθμῷ πρὸς τὸν ἐνόπλιον ῥυθμὸν αὐλούμενοι καὶ ἐνωπλίσαντο καὶ ὠρχήσαντο.
荷马史诗中的淮阿喀亚人亦在无球的情况下起舞。他们交替且迅捷地跳着(这便是‘交替频仍’的含义),其他人立于一旁,用食指打着节拍,诗人称之为发出清响。诗人亦知晓伴随歌唱的舞蹈;无论如何,德谟多科斯歌唱时,年轻的小伙子们便翩翩起舞;而在《铸兵篇》中,一名少年弹奏竖琴时,对面的其他人亦伴着歌声与舞蹈欢跃。在这些描写中,便蕴涵了在塞诺德谟斯与品达时代盛极一时的歌舞(hyporchema)样式。这种舞蹈是对言辞所表之事的模仿(mimesis);美男子色诺芬在《远征记》中描绘了在色雷斯人修忒斯的宴席上所展现的这种舞蹈。他如是说:“当奠酒礼毕,众人唱罢凯歌,色雷斯人首先站立起来,伴着长笛全副武装起舞,跳得既高又轻盈,手中挥舞着短剑;最后一人击中另一人,以致众人都以为那人被击倒了。倒下的人倒得颇有技巧,一同进餐的帕夫拉戈尼亚人全都惊叫起来。击倒者剥去对方的铠甲,唱着《西塔尔卡斯》退场,而其他色雷斯人则将倒地之人如死尸般抬出;其实他毫发未伤。此后,艾尼亚内斯人与马格涅斯人站立起来,披挂铠甲跳起所谓的‘卡尔派亚舞’。其舞蹈样式为:一人放下武器,一边播种一边赶牛,频频回首仿佛心怀恐惧,这时一名强盗走近;农夫一旦察觉,便抓起武器,在牛轭前伴着长笛的节拍与强盗搏斗;最终强盗将农夫捆绑并牵走耕牛,有时赶牛人亦能制服强盗;随后农夫在牛旁反绑强盗双手,将其押送而去。还有一人,”他说,“跳起了波斯舞,敲击着轻盾,时而蹲下时而跃起;这一切皆合着长笛的韵律进行。阿尔卡迪亚人,”他说,“亦全副武装站起,合着长笛所吹奏的武装舞曲节拍前进,舞弄着兵器起舞。”
- 1.26τὸν τράχηλον ὡς ἔχω
提前句式(prolepsis)。名词 τὸν τράχηλον 本属从属从句 ὡς ἔχω,却被作为宾格提前置于句首(“至于我的脖子,成了何等模样!”),在感叹词 οἴμοι 之后表达强烈的情感叹谓。
- 1.26κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον ἔμεινα
与过去事实相反的非真实条件句。条件从句采用 εἰ + 不定过去时直陈式(ἔμεινα),主句采用不定过去时直陈式 + ἄν(ἄν... ἔλαβον),表示“如果我当时多留片刻,就会遭遇更大的祸患(陷入相思之苦)”。
- 1.27ὡς πᾶσι δοκεῖν πεπληγέναι τὸν ἄνδρα
表示结果的 ὡς + 不定式结构(等同于 ὥστε + 不定式)。πᾶσι 为 δοκεῖν 的与格补语,完成时不定式 πεπληγέναι 作 δοκεῖν 的补足语,意为“以致所有人都以为那人被击中了”。
- 1.27ὀπίσω τὼ χεῖρε δεδεμένον
关系宾格(表示局部或方面的宾格)。双数宾格 τὼ χεῖρε 补充说明完成时被动分词 δεδεμένον(阳性单数宾格,修饰被俘的强盗),限定其动作范围为“(两手)被反绑在后”。
