- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.23-1.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典娜乌斯论述了荷马史诗中的宴饮礼仪(各人独立的杯盏、祝酒礼节、尊荣的肉食份额以及歌者的道德修养),随后探讨了球戏的起源与著名球手。
ἑκάστῳ δὲ τῶν δαιτυμόνων παρ’ Ὁμήρῳ παράκειται ποτήριον. Δημοδόκῳ γοῦν () παρατίθεται κάνεον καὶ τράπεζα καὶ δέπας ‘πιεῖν ὅτε θυμὸς ἀνώγοι.’ ἐπιστέφονται δὲ ποτοῖο οἱ κρητῆρες1 (), ἤτοι ὑπερχειλεῖς οἱ κρατῆρες ποιοῦνται, ὥστε διὰ τοῦ ποτοῦ ἐπιστεφανοῦσθαι, καὶ ταῦτα ἔπρασσον πρὸς οἰωνοῦ τιθέμενοι. κοῦροι δὲ διανέμουσι "πᾶσιν ἐπαρξάμενοι δεπάεσσι2". τὸ δὲ πᾶσιν οὐ τοῖς ποτηρίοις, ἀλλὰ τοῖς ἀνδράσιν. Ἀλκίνους γοῦν τῷ Ποντονόῳ φησί ()· ‘μέθυ νεῖμον πᾶσιν ἀνὰ μέγαρον.’ καὶ ἑξῆς ἐπάγει ()· "νώμησεν δ’ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν." εἰσὶ δὲ καὶ τοῖς ἀρίστοις κατὰ δεῖπνα τιμαί. Τυδείδης γοῦν () καὶ κρέασι καὶ πλείοις δεπάεσσι τιμᾶται καὶ Αἴας () νώτοισι διηνεκέεσσι γεραίρεται, καὶ οἱ βασιλεῖς δὲ τοῖς αὐτοῖς ()· ‘νῶτα βοός, τά ῥά οἱ πάρθεσαν αὐτῷ’. καὶ Ἰδομενέα δέ Ἀγαμέμνων πλείῳ δέπᾳ τιμᾷ (). καὶ Σαρπηδὼν δὲ παρὰ Λυκίοις τοῖς αὐτοῖς τιμᾶται, καὶ ἕδρῃ καὶ κρέασιν (). ἦν δέ τις αὐτοῖς καὶ διὰ τῆς προπόσεως ἀσπασμός· οἱ γοῦν θεοὶ ‘χρυσέοις δεπάεσσι δειδέχατ’ ἀλλήλους’, ἤτοι ἐδεξιοῦντο προπίνοντες ἑαυτοῖς ταῖς δεξιαῖς. καί τις δὲ "δείδεκτ’ Ἀχιλλέα" ἀντὶ τοῦ ἐδεξιοῦτο, ὅ ἐστι προέπινεν αὐτῷ τῇ δεξιᾷ διδοὺς τὸ ποτήριον. ἐδωροῦντο δὲ καὶ ἀπὸ τῆς αὑτῶν μοίρας οἷς ἐβούλοντο, ὡς Ὀδυσσεὺς () νώτου ἀποπροταμὼν οὗ αὐτῷ παρέθεντο τῷ Δημοδόκῳ.
在荷马史诗中,每位宴饮者的身旁都放有酒杯。无论如何,德谟多科斯身旁便置有篮子、小几和杯子,“以便心中意愿驱使时饮用”。双耳大混酒缸也“满注着饮料”,意思是混酒缸被注得溢至缸沿,以致酒液如花冠般覆盖其上;人们如此行事,是将其视为吉兆。青年们分发美酒,“以酒杯向所有人先行献奠之礼。” 这里的“所有人”不是指酒杯,而是指在场的人们。无论如何,阿尔基诺俄斯曾对庞托诺俄斯说:“向大厅里的所有人分发美酒。”随后他接着说: “于是他向众人分酒,以酒杯向所有人先行献奠之礼。” 在晚餐席上,最优秀的人也能获得特有的尊崇。例如,堤丢斯之子(狄奥墨得斯)以肉食和斟满的酒杯受尊崇,大埃阿斯以连串的脊肉受敬奉,君王们亦得同样待遇:“为他摆在面前的牛脊肉”。阿伽门农也用斟满的酒杯向伊多墨纽斯致敬。萨尔珀冬在吕基亚人当中同样以此受敬,兼享上座与肉食。 他们还通过祝酒来表达致意与欢迎。诸神无论如何都是“用金杯相互致敬”,意思是他们用右手举杯向彼此敬酒并致意。而某人“向阿喀琉斯举杯致意”,意思是欢迎他,即用右手递杯向他祝酒。他们还会从自己的份额中取出部分赠予所中意之人,如同奥德修斯从摆在自己面前的脊肉中切下一块赠予德谟多科斯。
ἐχρῶντο δ’ ἐν τοῖς συμποσίοις καὶ κιθαρῳδοῖς καὶ ὀρχησταῖς, ὡς οἱ μνηστῆρες. καὶ παρὰ Μενελάῳ () ‘ἐμέλπετο θεῖος ἀοιδός’, δύο δὲ κυβιστητῆρες μολπῆς ἐξάρχοντες ἐδίνευον. μολπῆς δὲ ἀντὶ τοῦ παιδιᾶς. σῶφρον δέ τι ἦν τὸ τῶν ἀοιδῶν γένος καὶ φιλοσόφων διάθεσιν ἐπέχον. Ἀγαμέμνων γοῦν τὸν ἀοιδὸν καταλείπει τῇ Κλυταιμνήστρᾳ φύλακα καὶ παραινετῆρά τινα· ὃς πρῶτον μὲν ἀρετὴν γυναικῶν διερχόμενος ἐνέβαλλέ τινα φιλοτιμίαν εἰς καλοκἀγαθίαν, εἶτα διατριβὴν παρέχων ἡδεῖαν ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐπινοιῶν. διὸ Αἴγισθος οὐ πρότερον διέφθειρε τὴν γυναῖκα πρὶν τὸν ἀοιδὸν ἀποκτεῖναι ἐν νήσῳ ἐρήμῃ. τοιοῦτός ἐστι καὶ ὁ παρὰ τοῖς μνηστῆρσιν ἀείδων ἀνάγκῃ, ὃς τοὺς ἐφεδρεύοντας τῇ Πηνελόπῃ ἐβδελύττετο. κοινῶς δέ που πάντας τοὺς ἀοιδοὺς αἰδοίους τοῖς ἀνθρώποις εἶναί φησι· "τοὔνεκ’ ἄρα σφέας οἴμας Μοῦσ’ ἐδίδαξε φίλησέ τε φῦλον ἀοιδῶν." ὁ δὲ παρὰ Φαίαξι Δημόδοκος ᾄδει Ἄρεος καὶ Ἀφροδίτης συνουσίαν (), οὐ διὰ τὸ ἀποδέχεσθαι τὸ τοιοῦτον πάθος, ἀλλ’ ἀποτρέπων αὐτοὺς παρανόμων ἔργων, ἢ εἰδὼς ἐν τρυφερῷ τινι βίῳ τεθραμμένους κἀντεῦθεν ὁμοιότατα τοῖς τρόποις αὐτῶν τὰ πρὸς ἀνάπαυσιν προφέρων. καὶ τοῖς μνηστῆρσιν ᾄδει πρὸς τὴν αὐτὴν βουλὴν ὁ Φήμιος νόστον Ἀχαιῶν (). καὶ αἱ Σειρῆνες δὲ ᾄδουσι τῷ Ὀδυσσεῖ τὰ μάλιστα αὐτὸν τέρψοντα καὶ τὰ οἰκεῖα τῇ φιλοτιμίᾳ αὐτοῦ καὶ πολυμαθείᾳ λέγουσαι. ‘ἴσμεν γάρ, φασί (), τά τ’ ἄλλα καὶ ὅσσα γένηται ἐν χθονὶ πολυβοτείρῃ.’
在酒宴上,他们还像求婚人那样雇佣琴歌艺人和舞者。在墨涅拉俄斯的宫中也是“神圣的歌队歌手在歌唱”,两个翻跟头的杂技艺人领着歌声翩翩起舞;这里的“歌声”代指游戏玩乐。歌队歌手的阶层向来克制庄重,秉持着哲人的心性。例如,阿伽门农留下那名歌手作为克吕泰涅斯特拉的护卫与劝诫者;他起初通过历数妇女的美德,激发出她对崇高善德的向往,随后又通过提供宜人的消遣,使她的心思远离邪念。因此埃癸斯托斯直到将那名歌手杀死在一座荒岛上之前,都未能使她堕落。在求婚人面前被迫歌唱的那位(珀弥俄斯)亦是如此,他内心极度厌恶那些纠缠佩涅洛佩的人。荷马通常说,所有的歌手都受到世人的敬重: “因此缪斯向他们 传授了歌调,并钟爱歌者的族类。” 在淮阿喀亚人那里,德谟多科斯演唱了阿瑞斯与阿佛洛狄忒的私通,并非赞同这种情欲,而是为了劝阻他们切勿行违法之事,亦或是深知他们成长于奢华安逸的生活,因而提供与其性情最为契合的消遣。珀弥俄斯也是怀着同样的用意为求婚人演唱《阿开奥斯人归乡记》。塞壬也是挑选最能取悦奥德修斯、最契合其雄心与博学的内容向他歌唱。“因为我们知晓,”她们说,“其他诸事,以及在滋养万物的大地上发生的一切。”
ὀρχήσεις δ’ εἰσὶ παρ’ Ὁμήρῳ αἳ μέν τινες τῶν κυβιστητήρων, αἳ δὲ διὰ τῆς σφαίρας· ἧς τὴν εὕρεσιν Ἀγαλλὶς ἡ Κερκυραία γραμματικὴ Ναυσικάᾳ ἀνατίθησιν ὡς πολίτιδι χαριζομένη, Δικαίαρχος δὲ () Σικυωνίοις, Ἵππασος δὲ () Λακεδαιμονίοις ταύτην τε καὶ τὰ γυμνάσια πρώτοις. ταύτην δὲ μόνην τῶν ἡρωίδων Ὅμηρος παράγει σφαιρίζουσαν. διαβόητοι δὲ ἐπὶ σφαιρικῇ Δημοτέλης ὁ Θεοκρίτου τοῦ Χίου σοφιστοῦ ἀδελφὸς καί τις Χαιρεφάνης· ὃς ἀσελγεῖ τινι νέῳ παρακολουθῶν οὐ διελέγετο μέν, ἐκώλυε δὲ πράττειν τὸν νεανίσκον. εἰπόντος δὲ ὅτι ‘Χαιρέφανες, ἐὰν παύσῃ ἀκολουθῶν, πάντα σοι ἔσται παρ’ ἡμῶν,’ ‘ἐγὼ δ’ ἄν, ἔφη, σοὶ διαλεχθείην;’3 ‘τί οὖν, εἶπε, παρακολουθεῖς;’ ‘χαίρω σε θεωρῶν, ἔφη, τὸ δὲ ἦθος οὐ δοκιμάζω.’ ὅτι τὸ φούλλικλον καλούμενον (ἦν δὲ ὡς ἔοικε σφαιρίσκιόν τι) εὗρεν Ἀττικὸς Νεαπολίτης παιδοτρίβης γυμνασίας ἕνεκα Πομπηίου Μάγνου. τὸ δὲ καλούμενον διὰ τῆς σφαίρας ἁρπαστὸν φαινίνδα ἐκαλεῖτο, ὃ ἐγὼ πάντων μάλιστα ἀσπάζομαι.
荷马史诗中的舞蹈,有的是杂技艺人的翻跳,有的则是通过掷球。关于球戏的发明,科耳库拉的女学者阿伽利斯因偏爱同邦人而归功于瑙西卡阿,而狄开阿耳科斯则归功于西库翁人,希帕索斯则归功于拉刻代蒙人,认为他们最先发明了球戏和角力体操场。然而荷马在女英雄中仅描写了瑙西卡阿一人掷球。在球戏方面声名远播的有希俄斯的智者忒俄克里托斯的兄弟德谟忒勒斯,以及某位海瑞法内斯。后者跟着一个放荡的青年,虽不与他交谈,却阻拦那个青年行不端之事。当青年说:“海瑞法内斯,你若不再跟着我,我们这里的一切都归你,”他答道:“我难道还会跟你说话吗?”青年问:“那你为何还跟着我?”他回答:“我喜欢看着你,但并不赞成你的品行。” 所谓的“皮球”(看来是一种小球)是那不勒斯的体育教师阿提库斯为了庞培大帝的锻炼而发明的。那种被称为抢球的球戏以前叫做“费宁达”,这正是我最喜爱的运动。
- 1.23ἐπιστέφονται δὲ ποτοῖο οἱ κρητῆρες
ποτοῖο 是与表示充满的动词 ἐπιστέφονται 连用的“内容/材料属格”。作者在此将其解释为酒液满至坛沿、宛如戴上花冠(ὑπερχειλεῖς)的比喻用法。
- 1.23πᾶσιν ἐπαρξάμενοι δεπάεσσι
虽然在荷马诗句的表层结构上 πᾶσιν 似乎可以修饰 δεπάεσσι,但作者在引文后随即指出:“πᾶσιν 不是指杯子,而是指在场的人(阳性复数与格)”。因此将 πᾶσιν 视作指人的与格(“对所有人”),而 δεπάεσσι 则是工具/方式与格(“以酒杯”)。
- 1.25ἐγὼ δ’ ἄν, ἔφη, σοὶ διαλεχθείην;
此处 ἄν 搭配希求法(διαλεχθείην)构成潜在语气,用于反问句中,表达强烈的拒绝与蔑视:“我岂会同你说话?”
