← 阿特纳奥斯

学者们的宴会

§1.21-1.22

均分宴席的涵义与荷马英雄对鱼类的食用

本段论述了荷马史诗中“均分宴席”的词源及人类平等与秩序的建立,批评了芝诺多托斯将“代斯”一词施于野兽的做法;随后探讨了英雄们对鱼、鸟及牡蛎的食用,并称赞荷马对捕鱼技艺的精准描写。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

καὶ τῶν κρεῶν δὲ μοῖραι ἐνέμοντο· ὅθεν ἐίσας φησὶ τὰς δαῖτας ἀπὸ τῆς ἰσότητος. τὰ γὰρ δεῖπνα δαῖτας ἔλεγον ἀπὸ τοῦ δατεῖσθαι, οὐ μόνον τῶν κρεῶν διανεμομένων ἀλλὰ καὶ τοῦ οἴνου ()· "ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης." καί· "χαῖρ᾽, Ἀχιλεῦ, δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς." ἐκ τούτων δ’ ἐπείσθη Ζηνόδοτος δαῖτα ἐίσην τὴν ἀγαθὴν λέγεσθαι.1 ἐπεὶ γὰρ ἡ τροφὴ τῷ ἀνθρώπῳ ἀγαθὸν ἀναγκαῖον ἦν, ἐπεκτείνας, φησίν, εἴρηκεν ἐίσην· ἐπεὶ οἱ πρῶτοι ἄνθρωποι, οἷς δὴ οὐ παρῆν ἄφθονος τροφή, ἄρτι φαινομένης ἀθρόον ἐπ’ αὐτὴν ἰόντες βίᾳ ἥρπαζον καὶ ἀφῃροῦντο τοὺς ἔχοντας, καὶ μετὰ τῆς ἀκοσμίας ἐγίνοντο καὶ φόνοι. ἐξ ὧν εἰκὸς λεχθῆναι καὶ τὴν ἀτασθαλίαν, ὅτι ἐν ταῖς θαλίαις τὰ πρῶτα ἐξημάρτανον οἱ ἄνθρωποι εἰς ἀλλήλους. ὡς δὲ παρεγένετο αὐτοῖς πολλὴ ἐκ τῆς Δήμητρος, διένεμον ἑκάστῳ ἴσην, καὶ οὕτως εἰς κόσμον ἦλθε τοῖς ἀνθρώποις τὰ δόρπα. διὸ ἄρτου τε ἐπίνοια πέμματός τε εἰς ἴσον διαμεμοιραμένου καὶ τοῖς διαπίνουσιν ἄλεισα· καὶ γὰρ ταῦτα εἰς τὸ ἴσον χωρούντων ἐγίνετο. ὥστε ἡ τροφὴ δαὶς ἐπὶ τῷ δαίεσθαι λέγεται, ὅ ἐστι διαμοιρᾶσθαι ἐπ’ ἴσης· καὶ ὁ τὰ κρέα ὀπτῶν δαιτρός, ἐπεὶ ἴσην ἑκάστῳ μοῖραν ἐδίδου. καὶ ἐπὶ μόνων ἀνθρώπων δαῖτα λέγει ὁ ποιητής, ἐπὶ δὲ θηρίων οὐκ ἔτι. ἀγνοῶν δὲ ταύτης τῆς φωνῆς τὴν δύναμιν Ζηνόδοτος ἐν τῇ κατ’ αὐτὸν ἐκδόσει γράφει· "αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε δαῖτα, " τὴν τῶν γυπῶν καὶ τῶν ἄλλων οἰωνῶν τροφὴν οὕτω καλῶν, μόνου ἀνθρώπου χωροῦντος εἰς τὸ ἴσον ἐκ τῆς πρόσθεν βίας.2 διὸ καὶ μόνου τούτου ἡ τροφὴ δαίς· καὶ μοῖρα τὸ ἑκάστῳ διδόμενον. οὐκ ἔφερον δὲ οἴκαδε παρ’ Ὁμήρῳ οἱ δαιτυμόνες τὰ λειπόμενα, ἀλλὰ κορεσθέντες κατέλιπον παρ᾽ οἷς ἦν ἡ δαίς· καὶ ἡ ταμία λαβοῦσα εἶχεν, ἵνα ἄν τις ἀφίκηται ξένος, ἔχοι δοῦναι αὐτῷ.

肉食也是按份分发;因此诗人根据平等之义,称宴会为“均分的”。因为他们把正餐称为“代斯”,源于“分配”,不仅肉食被分派,葡萄酒亦是如此: “我们已在均分的宴席中心满意足。” 又如: “致敬,阿喀琉斯!我们绝不缺少均分的宴席。” 由此,芝诺多托斯确信“均分的宴席”意指“良好的宴席”。因为食物对人类而言是必需的善物,他说,诗人便引申称其为“均分的”;因为最早的人类并没有充足的食物,每当食物刚一出现,众人便一拥而上,凭暴力争抢,并从持有者手中掠夺,在混乱失序之余更发生杀戮。由是观之,“狂妄放肆”一词很可能亦由此而来,盖因人类最初是在“盛宴”中彼此侵害。然而,当德墨忒尔赐予他们丰富的粮食后,他们便分给每人平等的一份,人类的晚餐由此进入了秩序。因此,人们发明了均分的面包和糕饼,并为共饮者发明了大酒杯;因为这些也是在人们迈向平等的过程中产生的。所以食物被称为“代斯”,乃取自分割均分之意;而烤肉者被称为“分肉官”,乃因他分给每人均等的一份。并且诗人仅对人类使用“代斯”一词,对野兽则绝不使用。然而芝诺多托斯未明此词之确切含义,竟在其校订本中写道: “使他们成为群狗的猎物, 群鸟的盛宴(代斯),”将秃鹫和其他鸟类的食物称作“代斯”,然而只有人类才从先前的暴力中脱身而迈向平等。因此,唯有属于人类的食物才叫“代斯”,而分给每人的部分则称为“莫伊拉(份额)”。在荷马史诗中,宴饮者并不把残羹剩饭带回家,而是吃饱后留在举办宴席的主人家中;女管家收下并保管起来,以便有外客来访时,能有食物相待。

§1.22

καὶ ἰχθύσι δὲ Ὅμηρος ποιεῖ χρωμένους τοὺς τότε καὶ ὄρνισι. κατὰ γοῦν τὴν Θρινακίαν οἱ Ὀδυσσέως ἑταῖροι θηρεύουσιν "ἰχθῦς ὄρνιθάς τε φίλας θ’ ὅ τι χεῖρας ἵκοιτο γναμπτοῖς ἀγκίστροισιν." οὐ γὰρ ἐν τῇ Θρινακίᾳ ἐκεχάλκευτο τὰ ἄγκιστρα, ἀλλ᾽ ἐπεφέροντο ἐν τῷ πλῷ δηλονότι· ὥστε ἦν αὐτοῖς θήρας ἰχθύων ἐπιμέλεια καὶ τέχνη. εἰκάζει δὲ καὶ () τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους Ὀδυσσέως ἑταίρους ἰχθύσι προμήκει ῥάβδῳ ἁλισκομένοις καὶ θύραζε ῥιπτομένοις. οὕτω καὶ ταύτην τὴν τέχνην ἀκριβοῖ μᾶλλον τῶν τοιαῦτα προηγουμένως ἐκδεδωκότων ποιήματα ἢ συγγράμματα, Καίκαλον λέγω τὸν Ἀργεῖον καὶ Νουμήνιον τὸν Ἡρακλεώτην, Παγκράτην τὸν Ἀρκάδα, Ποσειδώνιον τὸν Κορίνθιον καὶ τὸν ὀλίγῳ πρὸ ἡμῶν γενόμενον Ὀππιανὸν τὸν Κίλικα· τοσούτοις γὰρ ἐνετύχομεν ἐποποιοῖς Ἁλιευτικὰ γεγραφόσι. καταλογάδην δὲ τοῖς Σελεύκου τοῦ Ταρσέως καὶ Λεωνίδου τοῦ Βυζαντίου καὶ Ἀγαθοκλέους τοῦ Ἀτρακίου. οὐ μνημονεύει δὲ τοιαύτης ἐδωδῆς ἐπὶ τῶν δείπνων, ὡς οὐκ οἰκείας νομιζομένης τῆς τροφῆς τοῖς ἐν ἀξιώμασιν ἥρωσι κειμένοις, ὡς οὐδὲ τῆς τῶν νεογνῶν ἱερείων. οὐ μόνον δὲ ἰχθύσιν ἀλλὰ καὶ ὀστρείοις ἐχρῶντο, καίτοι τῆς τούτων ἐδωδῆς οὐ πολὺ ἐχούσης τὸ ὠφέλιμον καὶ ἡδύ, ἀλλὰ κἀν τῷ βυθῷ κατὰ βάθος κειμένων. καὶ οὐκ ἔστιν εἰς ταῦτα ἄλλῃ τινὶ τέχνῃ χρήσασθαι ἢ δύντα κατὰ βυθοῦ.3 ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ (), ὃν καὶ λέγει πολλοὺς ἂν κορέσαι τήθεα διφῶντα.

此外,荷马还描写了当时的人食用鱼类和鸟类。至少在特里纳基亚岛上,奥德修斯的同伴们便用 “弯曲的鱼钩捕猎 鱼类、鸟类以及任何到手之物。” 因为鱼钩绝非在特里纳基亚岛上锻造的,显然是他们在航行中随身携带的;因此他们对捕鱼不仅留意而且具备技艺。诗人还将奥德修斯被斯库拉抓走的同伴比作被长竿钓起并抛上岸的鱼。如此看来,他对这门技艺的精准描写,甚至胜过了那些专门发表此类诗歌或著作的人——我指的是阿尔戈斯的凯卡洛斯、赫拉克利亚的努墨尼俄斯、阿卡迪亚的潘克拉特斯、科林斯的波塞多尼俄斯,以及比我们稍早的基利家的奥皮安;因为我们读到过这么多撰写《捕鱼诗》的史诗诗人,在散文方面则读到过塔尔苏斯的塞琉古、拜占庭的莱昂尼达斯和阿特拉克斯的阿加托克利斯的著作。然而,荷马在正餐中并未提及此类食物,因为这种食物被认为不适合地位尊贵的英雄,正如同新生祭牲的肉一般。他们不仅吃鱼,还吃牡蛎,尽管食用牡蛎既无大补亦乏美味,且它们深居海底。而采集牡蛎除了潜入深水之外,别无其他技艺可用: “真是个敏捷的人,翻身下潜如此轻巧,”诗人还说此人若搜寻牡蛎,定能喂饱许多人。

语法注3 条
  1. 1.21ἐκ τούτων δ’ ἐπείσθη Ζηνόδοτος δαῖτα ἐίσην τὴν ἀγαθὴν λέγεσθαι

    在 ἐπείσθη 之后接不定式 λέγεσθαι,δαῖτα ἐίσην 为其主格对格,τὴν ἀγαθήν 为表语对格,意为“芝诺多托斯由此确信‘均分的宴席’意指‘良好的宴席’”。

  2. 1.21μόνου ἀνθρώπου χωροῦντος εἰς τὸ ἴσον ἐκ τῆς πρόσθεν βίας

    属格绝对结构,带有让步或原因的意味:“尽管只有人类从先前的暴力中脱身而迈向平等”,用以说明为何“代斯”一词不能用于禽兽。

  3. 1.22καὶ οὐκ ἔστιν εἰς ταῦτα ἄλλῃ τινὶ τέχνῃ χρήσασθαι ἢ δύντα κατὰ βυθοῦ

    非人称动词 οὐκ ἔστιν(“不可能……”)支配不定式 χρήσασθαι。连词 ἢ 后的分词 δύντα 采用阳性单数对格,与不定式隐含的泛指逻辑主语(对格)一致,而非与前面的与格词一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.21-1.22