- 底本
- Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.19-1.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段通过引证喜剧诗人与埃斯库罗斯的诗句,考辨了荷马史诗中英雄们每日进餐的次数与名称变迁,并论述了坐席与餐桌的摆放方式以及质朴的烤肉习俗。
ὅτι τροφαῖς ἐχρῶντο οἱ ἥρωες παρ’ Ὁμήρῳ πρῶτον μὲν τῷ καλουμένῳ ἀκρατίσματι, ὃ λέγει ἄριστον· οὗ ἅπαξ μέμνηται ἐν Ὀδυσσείᾳ ()· ‘Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ᾽ ἄριστον κειαμένω πῦρ,’ καὶ ἅπαξ ἐν Ἰλιάδι· "ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ’ ἄριστον." λέγει δὲ τὸ πρωινὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμὸν καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς, ὡς Ἀντιφάνης ()· "ἄριστον ἐν ὅσῳ.... ὁ μάγειρος ποιεῖ," εἶτ’ ἐπάγει· "συνακρατίσασθαι πῶς ἔχεις μετ’ ἐμοῦ;" καὶ Κάνθαρος ()· "οὐκοῦν ἀκρατισώμεθ’ αὐτοῦ. Β. μηδαμῶς· Ἰσθμοῖ γὰρ ἀριστήσομεν." Ἀριστομένης ()· "ἀκρατιοῦμαι μικρόν, εἶθ’ ἥξω πάλιν, ἄρτου δὶς ἢ τρὶς ἀποδακών." Φιλήμων δέ φησιν ὅτι τροφαῖς δʹ ἐχρῶντο οἱ παλαιοί, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ. τὸν μὲν οὖν ἀκρατισμὸν διανηστισμὸν ἔλεγον, τὸ δ’ ἄριστον...... δορπηστόν, τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἐστὶ δ’ ἡ τάξις καὶ παρ’ Αἰσχύλῳ τῶν ὀνομάτων ἐν οἷς ὁ Παλαμήδης πεποίηται λέγων ()· "καὶ ταξιάρχας καὶ στρατάρχας καὶ ἑκατοντάρχας ἔταξα. σῖτον δ’ εἰδέναι διώρισα ἄριστα, δεῖπνα, δόρπα δ’ αἱρεῖσθαι τρίτα." τῆς δὲ τετάρτης τροφῆς οὕτως Ὅμηρος μέμνηται ()· ‘σὺ δ᾽ ἔρχεο δειελιήσας’, ὃ καλοῦσί τινες δειλινόν, ὅ ἐστι μεταξὺ τοῦ ὑφ’ ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. καὶ ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινόν, ὃ ἡμεῖς ἄριστον, δόρπον δὲ τὸ ἑσπερινόν. μήποτε δὲ καὶ συνωνυμεῖ τὸ ἄριστον τῷ δείπνῳ. ἐπὶ γὰρ τῆς πρωινῆς που τροφῆς ἔφη ()· ‘οἳ δ’ ἄρα δεῖπνον ἕλοντο, ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο.’ μετὰ γὰρ τὴν ἀνατολὴν εὐθὺς δειπνοποιησάμενοι προέρχονται εἰς τὴν μάχην.
关于饮食,荷马史诗中的英雄们首先享用的是所谓的早点,荷马称之为“阿里斯顿”;他在《奥德赛》中曾提及一次:“奥德修斯与高贵的猪倌点起火来,备办阿里斯顿”,在《伊利亚特》中也提及了一次: “他们急切地忙碌着,备办阿里斯顿。” 他指的是早晨的点心,我们称之为“阿克拉提斯莫斯”,因为人们把面包块浸入纯酒中食用;正如安提法内斯所说: “趁着厨师在准备阿里斯顿……” 接着又补充道: “你可愿与我一同享用早点?” 堪塔罗斯也说: “那我们就在这里吃早点吧。乙:万万不可; 因为我们要在地峡吃阿里斯顿。” 阿里斯托墨涅斯说: “我去稍进早点,咬上两三口面包, 然后就回来。” 菲利蒙则说,古人一日用四餐:早点、阿里斯顿、傍晚点心、正餐。他们把阿克拉提斯莫斯称为“开斋餐”,把阿里斯顿称为……多尔佩斯顿,把正餐称为“餐后点心”。这种名称顺序亦见于埃斯库罗斯,其中帕拉墨得斯被描写为说道: “我编设了队级长、军师长与百夫长。 又规定要知晓餐食: 取用早膳、午膳,并将晚膳作为第三餐。” 至于第四种膳食,荷马如此提及:“你且在用过傍晚点心后再去吧”,有人称此为午后点心,介于我们所说的阿里斯顿与正餐之间。而阿里斯顿乃是拂晓时所进之餐,正餐乃是正午之餐(即我们所说的阿里斯顿),多尔蓬则是晚间之餐。但也可能阿里斯顿与正餐乃是同义词;因为荷马在谈及某处早晨的餐食时曾说:“他们吃罢正餐,随即披上铠甲。”因为他们日出后立刻进餐,便奔赴战场。
εὐωχοῦνται δὲ παρ’ Ὁμήρῳ καθήμενοι. οἴονται δέ τινες καὶ ἑκάστῳ τῶν δαιτυμόνων κατ’ ἄνδρα παρακεῖσθαι τράπεζαν. τῷ γοῦν Μέντῃ, φασίν, ἀφικομένῳ πρὸς Τηλέμαχον τῶν τραπεζῶν παρακειμένων ξεστὴ παρετέθη τράπεζα (). οὔκ ἐστι δὲ τοῦτο ἐμφανῶς τοῦ προκειμένου κατασκευαστικόν·1 δύναται γὰρ ἡ Ἀθηνᾶ ἀπὸ τῆς Τηλεμάχου τραπέζης δαίνυσθαι. παρ’ ὅλην δὲ τὴν συνουσίαν παρέκειντο αἱ τράπεζαι πλήρεις, ὡς παρὰ πολλοῖς τῶν βαρβάρων ἔτι καὶ νῦν ἔθος ἐστί, κατηρεφέες παντοίων ἀγαθῶν, κατὰ Ἀνακρέοντα (). μετὰ δὲ τὴν ἀναχώρησιν αἱ δμωαὶ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον καὶ τράπεζαν καὶ δέπα (). ἰδιάζον δὲ τὸ παρὰ Μενελάῳ εἰσάγει συμπόσιον. δειπνήσαντας γὰρ ποιεῖ ὁμιλοῦντας ()· εἶτ᾽ ἀπονιψαμένους ποιεῖ πάλιν δειπνοῦντας καὶ δόρπου ἐξαῦτις μεμνημένους () μετὰ τὸν κλαυθμόν. τῷ δὲ μὴ αἴρεσθαι τὰς τραπέζας ἐναντιοῦσθαι δοκεῖ τὸ ἐν Ἰλιάδι·2 "ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα.3" ἀναγνωστέον οὖν οὕτω· "ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα," ἢ τὸν καιρὸν αἰτιᾶσθαι τὸν παρόντα δεῖ. πῶς γὰρ ἦν πρέπον τῷ Ἀχιλλεῖ πενθοῦντι παρακεῖσθαι τράπεζαν καθάπερ τοῖς εὐωχουμένοις παρ’ ὅλην τὴν συνουσίαν; παρετίθεντο δὲ οἱ μὲν ἄρτοι σὺν τοῖς κανοῖς, τὰ δὲ δεῖπνα κρέα μόνον ἦν ὀπτά. ‘ζωμὸν δὲ οὐκ ἐποίει Ὅμηρος θύων βοῦς "οὐδ’ ἧψεν κρέα οὐδ’ ἐγκέφαλον· ὤπτα δὲ καὶ τὰς κοιλίας. οὕτω σφόδρ’ ἦν ἀρχαῖος,’" Ἀντιφάνης φησί ().
荷马笔下的英雄们进宴时都是坐着的。有人还认为,每位宴饮宾客身旁都单独摆放了一张餐桌。总之他们说,当门忒斯来到忒勒马科斯处时,虽然众餐桌已摆放就位,却又在他身旁摆上了一张光洁的餐桌。但这并不能确切证明前述的论点;因为雅典娜完全可以与忒勒马科斯同桌而食。而且在整场聚会期间,餐桌始终摆放着且堆满食物,正如许多异族人至今仍有的习俗那般,如阿那克里翁所言“满载着各色佳肴”。待散席之后,侍女们便“撤去了许多面饼、餐桌与酒杯”。但他描写的墨涅拉俄斯处的酒宴却与众不同:因为他描写宾客们餐后交谈,随后在痛哭之后净手,又再次进食并重提晚饭。然而,餐桌不撤走的惯例似乎与《伊利亚特》中的诗句相悖: “正在吃喝,餐桌仍摆在身旁。” 因此,此句应当如此句读: “仍在吃喝,餐桌摆在身旁,”抑或应当归咎于当时的特殊情境。因为阿喀琉斯正处于哀恸之中,怎会适宜像整场欢宴的人们那样,让餐桌自始至终摆在身旁呢?面包盛在篮子里端上来,正餐则仅有烤肉。“荷马献祭公牛时并不做肉汤, 也不煮肉, 不煮脑髓,就连牛肚也是烤着吃的。 他是如此之古旧纯朴,”安提法内斯如是说。
- 1.20τοῦ προκειμένου κατασκευαστικόν
τοῦ προκειμένου(所提出的论点/命题)为形容词 κατασκευαστικόν(确立、论证)所支配的宾格性属格,意为“确立/证明所讨论的命题”。
- 1.20τῷ δὲ μὴ αἴρεσθαι τὰς τραπέζας ἐναντιοῦσθαι δοκεῖ τὸ ἐν Ἰλιάδι
句子的核心结构是主语 τὸ ἐν Ἰλιάδι·(《伊利亚特》中的诗句)与动词 δοκεῖ,其后接不定式 ἐναντιοῦσθαι(反对、相悖),该不定式支配与格冠词不定式短语 τῷ μὴ αἴρεσθαι τὰς τραπέζας(餐桌不撤走这一做法)。
- 1.20ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα
关于副词 ἔτι 的归属与句读之争:(1) 修饰前面的分词短语,作“仍在吃喝之时(餐桌摆在一旁)”;(2) 修饰主句谓语,作“正在吃喝,餐桌仍旧摆在一旁(即便吃完也未撤去)”。作者主张采用前一种句读,以此调和与宴饮常规的矛盾(抑或将其归因于阿喀琉斯居丧之特殊处境)。
