← 阿特纳奥斯

学者们的宴会

§1.17-1.18

荷马史诗中的葡萄酒功用与酗酒之诫

本段探讨了荷马对饮酒的描写(包括医疗用途、适度节制以及酗酒带来的灾祸),展示了诗人对节制的赞赏与对放荡的警诫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17

διὸ οὐδὲν θαυμαστὸν τοὺς οὕτω τεθραμμένους ἀφλεγμάντους εἶναι τὰ σώματα καὶ τὰς ψυχάς. ἐνδεικνύμενος οὖν καὶ τὴν εὐταξίαν ὡς ὑγιεινόν ἐστι1 καὶ εὔχρηστον καὶ κοινὸν τὸν σοφώτατον Νέστορα πεποίηκε () Μαχάονι τῷ ἰατρῷ τετρωμένῳ τὸν δεξιὸν ὦμον προσφέροντα οἶνον, ταῖς φλεγμοναῖς ἐναντιώτατον ὄντα, καὶ τοῦτον Πράμνειον, ὃν ἴδμεν παχὺν καὶ πολύτροφον (οὐ δίψης ἄκος, ἀλλ’ ἐμφορήσεως ἕνεκα· πεπωκότι γοῦν παρακελεύεται συνεχῶς τοῦτο ποιεῖν· ‘σὺ μέν, φησί (), πῖνε καθήμενος), καὶ ἐπιξύοντα τυρὸν αἴγειον, ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον (), ἵνα πλεῖον πίνῃ, καίτοι ἀλλαχοῦ λέγων () τὸν οἶνον ἐκλύειν τὴν ἰσχὺν καὶ ἀπογυιοῦν. περὶ δὲ τοῦ Ἕκτορος Ἑκάβη () οἰομένη μενεῖν αὐτὸν τὸ καταλειπόμενον τῆς ἡμέρας παρακαλεῖ πιεῖν σπείσαντα, προτρεπομένη εἰς θυμηδίαν· ὃ δ’ ὑπερτίθεται πρὸς πρᾶξιν ἐξιών. καὶ ἣ μὲν ἀπερισπάστως ἐπαινεῖ τὸν οἶνον, ὃ δὲ μετὰ ἄσθματος ἥκων ἀπωθεῖται· καὶ ἣ μὲν ἀξιοῖ σπείσαντα πιεῖν, ὃ δὲ καθῃμαγμένος ἀσεβὲς ἡγεῖται. οἶδε δὲ ὁ Ὅμηρος καὶ τὸ ὠφέλιμον καὶ τὸ σύμμετρον τοῦ οἴνου ἐν οἷς τὸν χανδὸν ἕλκοντα αὐτὸν βλάπτεσθαι φησί (). καὶ κράσεων δὲ γένη διάφορα ἐπίσταται· οὐκ ἂν γὰρ Ἀχιλλεὺς τὸ ζωρότερον κεραίρειν διέστειλε (), μὴ οὔσης τινὸς καθημερινῆς κράσεως. ἴσως οὖν οὐκ ἐγίνωσκεν αὐτὸν εὐδιαφόρητον ἄνευ στερεμνίου σιτίου μίγματος, ὃ τοῖς ἰατροῖς διὰ τὴν τέχνην ἐστὶ δῆλον· τοῖς γοῦν καρδιακοῖς μετὰ οἴνου σιτῶδες ἀναμίσγουσί τι πρὸς κατοχὴν τῆς δυνάμεως. ἀλλ’ ἐκεῖνος τῷ μὲν Μαχάονι μετ᾽ ἀλφίτου καὶ τυροῦ δέδωκε τὸν οἶνον, τὸν δ’ Ὀδυσσέα ποιεῖ συνάπτοντα τὴν ἀπὸ τῶν σιτίων καὶ οἴνου ὠφέλειαν ()· "ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς." τῷ δὲ κωθωνιζομένῳ δίδωσι τὸν ἡδύποτον, οὕτω καλέσας αὐτόν· "ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο."

因此,以这种方式抚养长大的人在肉体与心灵上都没有虚火与炎症,也就不足为奇了。荷马为了表明规矩守序的生活是健康的、有益的且普遍适用的,便描写最睿智的涅斯托尔向右肩受伤的医生玛卡翁敬酒——而酒对于炎症是最为不利的,况且这还是普拉姆尼奥斯酒,我们知道它浓厚而极具滋养(并非为了解渴,而是为了果腹充饥;总之,对于已经喝过酒的玛卡翁,涅斯托尔还不断催促他继续喝:‘你且坐着喝吧,’他说),并且还在酒上刮入山羊奶酪,又加上洋葱作为饮酒的配菜,好让他多喝一些,尽管荷马在别处曾说葡萄酒会消解体力、瘫软四肢。 至于赫克托耳,赫卡柏以为他会在这一天的余下时间留下来,便劝他在奠酒之后痛饮,促使他开怀取乐;但他却推托不饮,径自出战。她心无旁骛地赞美葡萄酒,他却喘着粗气赶来将其推拒;她认为奠酒之后再喝合情合理,他却因浑身浴血而认为此举大逆不道。荷马深知饮酒的益处与适度,在这类诗句中他指出大口牛饮者必受其害。他也熟知各色兑酒的比例;因为若非存在某种日常的兑调比例,阿喀琉斯便不会吩咐调配更浓的酒。因此,〔荷马〕大概不知道它〔葡萄酒〕若不混入扎实的固体食物便容易发散,这一点医生们凭其技艺是一清二楚的;总之,对于心口虚弱的患者,医生们会在葡萄酒中混入淀粉质食物以维持其体力。然而他〔荷马〕将葡萄酒连同大麦粉和奶酪一同给予玛卡翁,又描写奥德修斯将来自食物与葡萄酒的益处结合在一起: ‘凡以葡萄酒与食物饱足之人。’ 而对于痛饮狂欢者,荷马则奉上甘甜适口的酒,如此称呼它道: ‘里面放着甘甜陈酿的陶瓮。’

§1.18

ποιεῖ δὲ Ὅμηρος καὶ τὰς κόρας καὶ τὰς γυναῖκας λουούσας τοὺς ξένους, ὡς οὔτε φλεγμονὴν οὔτε ἀκρασίαν τῶν εὖ βεβιωκότων καὶ σωφρόνως ἁπτομένας.2 ἀρχαῖον δὲ τοῦτο ἔθος· λούουσι γοῦν καὶ αἱ Κωκάλου θυγατέρες, ὡς νενομισμένον, τὸν Μίνω παραγενόμενον εἰς Σικελίαν. τῆς μέθης δὲ κατατρέχων ὁ ποιητὴς τὸν τηλικοῦτον Κύκλωπα ὑπὸ μικροῦ σώματος διὰ ταύτην ἀπολλύμενον παρίστησι καὶ Εὐρυτίωνα τὸν Κένταυρον ()· τούς τε παρὰ Κίρκῃ λέοντας ποιεῖ καὶ λύκους ταῖς ἡδοναῖς ἐπακολουθήσαντας. τὸν δὲ Ὀδυσσέα σῴζει τῷ Ἑρμοῦ λόγῳ πεισθέντα· διὸ καὶ ἀπαθὴς γίνεται. Ἐλπήνορα δὲ πάροινον ὄντα καὶ τρυφερὸν κατακρημνίζει. καὶ Ἀντίνοος δ’ ὁ λέγων πρὸς Ὀδυσσέα "οἶνός σε τρώει μελιηδής" αὐτὸς οὐκ ἀπείχετο τοῦ πώματος· διὸ καὶ τρωθεὶς ἀπώλετο, ἔτι κρατῶν τὸ ποτήριον. ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας ἐν τῷ ἀπόπλῳ μεθύοντας, διὸ καὶ στασιάζοντας· ὅθεν καὶ ἀπόλλυνται. ἱστορεῖ δὲ καὶ τὸν δεινότατον Αἰνείαν τῶν Τρώων ἐν τῷ βουλεύεσθαι διὰ τὴν ἐν τῇ μέθῃ παρρησίαν καὶ τὰς ἀπειλὰς ἃς Τρωσὶν ὑπέσχετο οἰνοποτάζων () ὑπομείναντα τὴν Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ παραπολλύμενον. καὶ Ἀγαμέμνων δὲ λέγει που περὶ αὑτοῦ ()· "ἀλλ’ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας ἢ οἴνῳ μεθύων, ἤ μ’ ἔβλαψαν θεοὶ αὐτοί," εἰς τὴν αὐτὴν τιθεὶς πλάστιγγα τὴν μέθην τῇ μανίᾳ. (οὕτω δὲ καὶ τὰ ἔπη ταῦτα προηνέγκατο Διοσκουρίδης ὁ Ἰσοκράτους μαθητής). καὶ ὁ Ἀχιλλεὺς δ’ ὀνειδίζων τῷ Ἀγαμέμνονί φησιν ()· ‘οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων.’ ταῦτ’ εἶπε τὸ Θετταλὸν σόφισμα3 ἤτοι ὁ ἐκ Θετταλίας σοφιστής· παίζει δ’ ἴσως πρὸς τὴν παροιμίαν ὁ Ἀθήναιος.

荷马还描写少女和妇人们为外邦宾客沐浴,仿佛炎症与放荡丝毫不沾染那些生活端正且节制之人。这也是古老的习俗;总之,科卡洛斯的女儿们亦按惯例为来到西西里的米诺斯沐浴。 诗人在谴责酗酒时,描写了如此庞大的库克罗普斯竟因酗酒而被弱小之躯所毁灭,还有半人马厄律提翁亦是如此;他又使喀耳刻处的人们因顺从享乐而变成狮子和狼。但他却拯救了听从赫尔墨斯之言的奥德修斯;因此奥德修斯才得以不受伤害。至于嗜酒且娇奢的埃尔佩诺尔,诗人则让他坠落悬崖摔死。而对奥德修斯说: ‘蜜甜的酒伤害了你’的安提诺俄斯自己却并未节制饮酒;因此他也负伤身亡,手中仍握着酒杯。荷马还描写希腊将士在启航时酩酊大醉,因而发生内讧;他们也由此走向覆灭。他还记载道,特洛伊人中运筹帷幄最为过人的埃涅阿斯,因在醉酒时的狂言以及在痛饮时向特洛伊人许下的豪言壮语,以致直面阿喀琉斯的锋芒而险遭灭顶之灾。阿伽门农在某处谈及自己时亦道: ‘但既然我顺从了凄惨的心智而迷乱犯错,或因酒醉,抑或神明亲自加害于我,’将醉酒与疯狂置于同一天平之上。(伊索克拉底的门徒狄奥斯科里得斯亦是如此引用这些诗句的。)阿喀琉斯在斥责阿伽门农时也说:‘沉醉于酒、长着狗眼之徒。’ 这些话乃是‘色萨利的诡计’亦即来自色萨利的智者所言;雅典娜奥斯大概是借这句谚语在此戏谑。

语法注3 条
  1. 1.17ἐνδεικνύμενος οὖν καὶ τὴν εὐταξίαν ὡς ὑγιεινόν ἐστι

    先行先取句式(prolepsis)。从属从句(ὡς 从句)在逻辑上的主语 τὴν εὐταξίαν(规矩守序)被提前作为分词 ἐνδεικνύμενος 的直接宾语(宾格),而在其后的从句中谓语则以中性形式(ὑγιεινόν ἐστι)承接。

  2. 1.18ὡς οὔτε φλεγμονὴν οὔτε ἀκρασίαν τῶν εὖ βεβιωκότων καὶ σωφρόνως ἁπτομένας

    由 ὡς 引导的分词从属结构,表示主观认定或假定情态。分词 ἁπτομένας 为阴性宾格复数,与主语 οὔτε φλεγμονὴν οὔτε ἀκρασίαν(炎症与放荡)一致,并支配属格 τῶν εὖ βεβιωκότων καὶ σωφρόνως(生活端正节制之人;动词 ἅπτομαι 支配属格),表示“仿佛这二者根本不会触及那些端正节制生活之人”。

  3. 1.18ταῦτ’ εἶπε τὸ Θετταλὸν σόφισμα

    中性名词短语 τὸ Θετταλὸν σόφισμα(“色萨利的诡计”)被拟人化作为谓语动词 εἶπε 的语法主语,并紧接着由 ἤτοι ὁ ἐκ Θετταλίας σοφιστής(“亦即来自色萨利的智者”)具体指明其指代之人。作者在此化用了关于色萨利人诡辩的谚语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.17-1.18