← 阿特纳奥斯

学者们的宴会

§1.15-1.16

荷马史诗中的质朴饮食与节制美德

本节论述了荷马如何通过为史诗中的英雄、神明乃至求婚者皆安排以烤牛肉为主的简朴饮食,并杜绝鱼类、禽鸟、水果、繁复烹饪、香膏及花冠,以此引导年轻人崇尚自足与节制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15

ὅτι Ὅμηρος ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν τοῖς νέοις καὶ πρώτην, ἔτι δὲ ἁρμόττουσαν καὶ πάντων τῶν καλῶν χορηγὸν οὖσαν, βουλόμενος ἐμφῦσαι πάλιν αὐτὴν ἀπ᾽ ἀρχῆς καὶ ἐφεξῆς, ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινωνικοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους τὰς περὶ ἐδωδὴν καὶ πόσιν, τοὺς δὲ διαμεμενηκότας ἐν εὐτελείᾳ εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γίνεσθαι ἐγκρατεῖς. ἁπλῆν οὖν ἀποδέδωκε τὴν δίαιταν πᾶσι καὶ τὴν αὐτὴν ὁμοίως βασιλεῦσιν ἰδιώταις, νέοις πρεσβύταις, λέγων· "παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν, σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα (). δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας ()," καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπὶ τὸ πολὺ βοείων· παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτ’ ἐν γάμοις οὔτ’ ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους· καὶ οὐ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλ’ ἀφ’ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. Αἴαντα οὖν μετὰ τὴν μονομαχίαν "νώτοισι γέραιρεν" ὁ Ἀγαμέμνων· καὶ Νέστορι δ’ ἤδη ὄντι γηραιῷ () καὶ Φοίνικι () κρέας ὀπτὸν δίδωσι, ἀφιστῶν ἡμᾶς τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Ἀλκίνους δὲ ὁ τὸν τρυφερὸν ᾑρημένος βίον τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ Μενέλαος δὲ τοὺς τῶν παίδων γάμους ποιούμενος καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου1 "νῶτα βοὸς παρέθηκεν ὄπτ’ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ" καὶ Νέστωρ δὲ βόας θύει Ποσειδῶνι παρὰ τῇ θαλάσσῃ διὰ τῶν φιλτάτων καὶ οἰκειοτάτων τέκνων, βασιλεὺς ὢν καὶ πολλοὺς ἔχων ὑπηκόους, τάδε παρακελευόμενος· "ἀλλ’ ἄγ᾽, ὃ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω" καὶ τὰ ἑξῆς· ὁσιωτέρα γὰρ αὕτη ἡ θυσία θεοῖς καὶ προσφιλεστέρα ἡ διὰ τῶν οἰκείων καὶ εὐνουστάτων ἀνδρῶν. καὶ τοὺς μνηστῆρας δὲ ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους οὔτε ἰχθῦς ἐσθίοντας ποιεῖ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας καὶ τά, ὡς ὁ Μένανδρός φησιν (), ὑποβινητιῶντα βρώματα καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκαβον καλούμενον βρῶμα, ὥς φησι Χρύσιππος ἐν τῷ περὶ καλοῦ καὶ ἡδονῆς, οὗ ἡ κατασκευὴ περιεργοτέρα.

荷马看到节制对于年轻人而言是最为切合且首要的美德,而且它协调得宜,是一切美好事物的施与者;他希望重新从一开始就循序渐进地将节制植根于他们心中,好让他们将闲暇与热情耗费在美好的事业上,并彼此互惠互利、和睦相处,因而为所有人设定了一种简朴而自足的生活。因为他考虑到,关于饮食的欲望与快乐乃是最为强烈、最初产生且与生俱来的,而坚持简朴的人在生活的其余方面也会变得规矩守序、克制自律。因此,他为所有人分配了简单而相同的食谱,无论是君王还是平民,青年还是老人,一概相同,正如他所说: “他在一旁摆开光滑的食案, 端庄的女管事端来面包放在上面; 切肉侍从端起盛肉的盘子呈上,”而且这些都是烤肉,且大抵是牛肉。除了这些之外,无论在节日、婚礼还是任何其他集会上,荷马都绝不端出其他任何菜肴,尽管他多次描写阿伽门农宴请最杰出的将领;荷马并未将无花果叶裹肉、香浓肉羹、各色糕饼以及蜜饯作为特产端给国王们,而是端上那些能使他们的身体与心灵保持良好状态的食物。因此,阿伽门农在单挑之后,以“整条背肉款待”埃阿斯;他又把烤肉给予已届高龄的涅斯托尔和福尼克斯,使我们远离无节制的欲望。即使是选择了享乐生活的阿尔基诺奥斯,在宴请穷奢极欲的斐阿克斯人并款待奥德修斯时,尽管向他展示了自家庭院和宅第的营造以及自己的生活方式,摆出的也是这样的餐桌。墨涅拉奥斯在为子女操办婚礼且忒勒马科斯来到他处时,也 “亲手取来烤好的整块牛背肉, 端到他们面前,这本是人们端给他自己 作为荣誉份额的,”而涅斯托尔虽身为国王并拥有众多臣仆,却通过自己最亲爱、最骨肉的儿子们在海边向波塞冬献祭公牛,吩咐道: “来吧,去一个人到平原上牵一头牛来,”等等。因为由最亲近、最忠诚之人经手的祭祀,对神明而言更为虔敬,也更受悦纳。对于那些蛮横无理、沉溺于享乐的求婚人,荷马也既未描写他们吃鱼,亦未描写他们吃鸟禽或蜜饯,而是竭力摒弃烹饪上的花招,摒弃如米南德所说的“催情食物”,以及克律西波斯在《论美与快乐》中所论及的、因烹制过分繁琐而被许多人称为“放荡之锅”的菜肴。

§1.16

Πρίαμος δὲ παρὰ τῷ ποιητῇ καὶ ὀνειδίζει τοῖς υἱοῖς ἀναλίσκουσι τὰ μὴ νενομισμένα· "ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες." Φιλόχορος δὲ ἱστορεῖ () καὶ κεκωλῦσθαι Ἀθήνησιν ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτὲ τῆς τῶν ζῴων τούτων γενέσεως. Ἑλλήσποντον δὲ Ὅμηρος ἰχθυόεντα προσαγορεύων () καὶ τοὺς Φαίακας πλωτικωτάτους ποιῶν καὶ ἐν τῇ Ἰθάκῃ εἰδὼς λιμένας πλείους καὶ νήσους προσεχεῖς πολλάς, ἐν αἷς ἰχθύων ἐγίνετο πλῆθος καὶ ἀγρίων ὀρνίθων, καὶ εἰς εὐδαιμονίαν δὲ καταριθμῶν τὸ τὴν θάλασσαν ἰχθῦς παρέχειν, ὅμως τούτων οὐδὲν οὐδένα ποιεῖ προσφερόμενον· καὶ μὴν οὐδ’ ὀπώραν παρατίθησί τινι καίπερ οὖσαν πολλὴν καὶ ἥδιστα ταύτης μνημονεύων καὶ πάντα χρόνον παρασκευάζων ἀθάνατον· "ὄγχνη γάρ, φησίν, ἐπ’ ὄγχνῃ" καὶ τὰ ἑξῆς. ἀλλὰ μὴν οὐδὲ στεφανουμένους οὐδὲ μυρουμένους ποιεῖ ὥσπερ οὐδὲ θυμιῶντας, ἀλλὰ πάντων τούτων ἀπολυομένους τοὺς ἀνθρώπους εἰς ἐλευθερίαν καὶ αὐτάρκειαν ἐξαιρεῖται τοὺς πρώτους.2 καὶ θεοῖς δὲ ἁπλῆν ἀποδίδωσι δίαιταν νέκταρ καὶ ἀμβροσίαν. καὶ τοὺς ἀνθρώπους δὲ ποιεῖ τιμῶντας αὐτοὺς ἀπὸ τῆς διαίτης, ἀφελὼν λιβανωτὸν καὶ σμύρναν καὶ στεφάνους καὶ τὴν περὶ ταῦτα τρυφήν. καὶ τῆς ἁπλῆς δὲ ταύτης διαίτης οὐκ ἀπλήστως ἀπολαύοντας παρίστησιν, ἀλλ’ ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφαιρεῖ τὰς πλησμονάς, "αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο ()·" καὶ τὴν ἐπιθυμίαν πληρώσαντες οἳ μὲν ἐξώρμων ἐπὶ μελέτην ἀθλητικὴν δίσκοισι τερπόμενοι καὶ αἰγανέαις (), τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες· οἳ δὲ κιθαρῳδῶν ἠκροῶντο τὰς ἡρωικὰς πράξεις ἐν μέλει καὶ ῥυθμῷ ποιούντων.

在诗人笔下,普里阿摩斯甚至谴责那些挥霍非分之物的儿子们是: “在乡邻间抢夺羔羊和山羊之徒。” 斐洛霍罗斯亦记载道,雅典曾禁止任何人品尝未剪毛的羔羊,因为这些牲畜的繁殖一度濒临断绝。 荷马虽将赫勒斯滂称为“鱼产丰饶的”,将斐阿克斯人描绘为极擅航海者,明知伊萨卡拥有诸多港口和众多毗邻的岛屿,其间栖息着大量的游鱼与野禽,且将海洋出产游鱼列为幸福的要素之一,但他却绝未描写任何一个人食用这些东西。甚至,他也从未在任何人面前摆上水果,尽管果实累累,且他极欢愉地提及它们,并使之在一切时间里永不凋亡: “因为,”他说,“梨接着梨(成熟),”等等。不仅如此,他既未描写他们佩戴花冠,亦未描写他们涂抹香膏,正如他亦未描写他们焚香一样;他将古人从这一切之中解脱出来,引领至自由与自足。他也赋予神明以简单的饮食,即神酒与神馔;并描写凡人用自己的日常饮食来崇奉神明,摒弃了乳香、没药、花冠以及围绕这些的奢华。对于这简单的饮食,他也并未描写他们不知餍足地享用,而是如同最卓越的医者一般祛除过饱之虞: “及至他们消除了饮食的欲求,”当他们满足了欲求之后,一部分人便出发进行体育锻炼,以掷铁饼和投标枪为乐,在游戏中演练严肃的事务;另一部分人则聆听琴歌艺人以音调与节拍演唱英雄的伟绩。

语法注2 条
  1. 1.15καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου

    主句主语墨涅拉奥斯所带有的主格分词 ποιούμενος 与属格独立结构 τοῦ Τηλεμάχου ... παραγενομένου 通过连词 καί 形成并列。这种句法结构将主语不同的两个伴随情境(墨涅拉奥斯操办婚礼与忒勒马科斯到达)并置在一起。

  2. 1.16ἀλλὰ πάντων τούτων ἀπολυομένους τοὺς ἀνθρώπους εἰς ἐλευθερίαν καὶ αὐτάρκειαν ἐξαιρεῖται τοὺς πρώτους

    动词 ἐξαιρεῖται(中动态,意为“选拔出”、“引导出”)以同格的名词短语 τοὺς ἀνθρώπους ... τοὺς πρώτους(“昔日之人”)为宾语,介词短语 εἰς ἐλευθερίαν καὶ αὐτάρκειαν 表示其目的与去向。中动态分词 ἀπολυομένους(“自我解脱、脱离”)支配夺格/分离属格 πάντων τούτων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0008.tlg001.humanitext-grc3:1.15-1.16