- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:9-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将柏拉图、亚里士多德及恩培多克勒的质的调和论与伊壁鸠鲁派的原子论进行对比,指出仅靠相互反弹的原子绝不可能产生性质、复合物或生命,从而反驳了科洛忒斯对恩培多克勒的责难。
τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει χρυσὸν ἐκ μὴ χρυσοῦ καὶ λίθον ἐκ μὴ λίθου καὶ τἄλλα γεννᾶν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; πάνυ μὲν οὖν. ἀλλʼ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν εἰς ταὐτὸ καὶ συμπέσωσι ξηροῖς ὑγρὰ καὶ ψυχρὰ θερμοῖς καὶ στερεὰ μαλθακοῖς, σώματα κινούμενα παθητικῶς ὑπʼ ἀλλήλων καὶ μεταβάλλοντα διʼ ὅλων, ἑτέραν ἀφʼ ἑτέρας κράσεως συναποτίκτει γένεσιν.1 ἡ δʼ ἄτομος αὐτή τε καθʼ ἑαυτὴν ἔρημός ἐστι καὶ γυμνὴ πάσης γονίμου δυνάμεως, καὶ πρὸς ἄλλην προσπεσοῦσα βρασμὸν ὑπὸ σκληρότητος καὶ ἀντιτυπίας ἄλλο δʼ οὐδὲν ἔσχεν οὐδʼ ἐποίησε πάθος, ἀλλὰ παίονται καὶ παίουσι τὸν ἅπαντα χρόνον, οὐχ ὅπως ζῷον ἢ ψυχὴν ἢ φύσιν ἀλλʼ οὐδὲ πλῆθος2 ἐξ ἑαυτῶν κοινὸν οὐδὲ σωρὸν ἕνα παλλομένων ἀεὶ καὶ διισταμένων δυνάμεναι παρασχεῖν.
那么又如何呢?难道在柏拉图、亚里士多德和色诺克拉底那里,不也是从非金中生成金,从非石中生成石,并从四种单纯而根本的原素中生成万物吗?确实完全如此。然而在他们看来,诸始基立即为了各物的生成而汇合在一起,如同带来巨大的奉献一般带来它们内在的各种性质;而当湿与干、冷与热、硬与软汇聚于同处并相互碰撞时,这些受彼此被动影响并发生彻底变化的物体,便随着彼此相异的调和而相继共同孕育出各不相同的生成。然而原子就其自身而言,却匮乏而赤裸,毫无一切生育的能力;当它撞击另一原子时,由于坚硬与反弹,它除了震荡反跳之外便没有承受也没有造成任何其他变化;相反,它们在整个时间中彼此击打与被击打,由于始终在震颤和离散,不仅无法从自身产生出动物、灵魂或固有本性,甚至连一个共同的聚合体或一个单独的堆垛都无法形成。
ὁ δὲ Κωλώτης, ὥσπερ ἀγραμμάτῳ βασιλεῖ προσδιαλεγόμενος πάλιν ἐξάπτεται τοῦ Ἐμπεδοκλέους ταὐτὸ πνέοντος· "ἄλλο δέ τοι ἐρέω· φύσις οὐδενὸς ἔστιν ἑκάστου θνητῶν, οὐδέ τις οὐλομένη θανάτοιο γενέθλη· ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων ἔστι, φύσις δʼ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισι." ταῦτʼ ἐγὼ μὲν οὐχ ὁρῶ καθʼ ὅ τι πρὸς τὸ ζῆν ὑπεναντιοῦται τοῖς ὑπολαμβάνουσι μήτε γένεσιν τοῦ μὴ ὄντος εἶναι μήτε φθορὰν τοῦ ὄντος, ἀλλʼ ὄντων τινῶν συνόδῳ πρὸς ἄλληλα τὴν γένεσιν διαλύσει δʼ ἀπʼ ἀλλήλων τὸν θάνατον ἐπονομάζεσθαι ὅτι γὰρ ἀντὶ τῆς γενέσεως εἴρηκε τὴν φύσιν, ἀντιθεὶς τὸν θάνατον αὐτῇ, δεδήλωκεν ὁ Ἐμπεδοκλῆς. εἰ δʼ οἱ μίξεις τὰς γενέσεις τιθέμενοι τὰς δὲ φθορὰς διαλύσεις οὐ ζῶσιν οὐδὲ δύνανται ζῆν, τί ποιοῦσιν ἕτερον οὗτοι; καίτοι ὁ μὲν Ἐμπεδοκλῆς τὰ στοιχεῖα κολλῶν καὶ συναρμόττων θερμότησι καὶ μαλακότησι καὶ ὑγρότησι μῖξιν αὐτοῖς καὶ συμφυΐαν ἑνωτικὴν ἁμωσγέπως ἐνδίδωσιν· οἱ δὲ τὰς ἀτρέπτους καὶ ἀσυμπαθεῖς ἀτόμους εἰς ταὐτὸ συνελαύνοντες ἐξ αὐτῶν μὲν οὐδέν, αὐτῶν δὲ πολλὰς ποιοῦσι καὶ συνεχεῖς πληγάς· ἡ γὰρ περιπλοκὴ κωλύουσα τὴν διάλυσιν μᾶλλον ἐπιτείνει τὴν σύγκρουσιν, ὥστε μήτε μῖξιν εἶναι μήτε κόλλησιν ἀλλὰ ταραχὴν καὶ μάχην κατʼ αὐτοὺς τὴν λεγομένην γένεσιν· οἱ δʼ ἀκαρὲς νῦν μὲν ἀπίασι διὰ τὴν ἀντίκρουσιν, νῦν δὲ προσίασι, τῆς πληγῆς ἐκλυθείσης, πλεῖον ἢ διπλάσιον χωρὶς εἰσιν ἀλλήλων χρόνον, οὐ ψαύουσαι καὶ πλησιάζουσαι, ὥστε μηδὲν ἐξ αὐτῶν ἀποτελεῖσθαι μηδʼ ἄψυχον. αἴσθησις δὲ καὶ ψυχὴ καὶ νοῦς καὶ φρόνησις οὐδὲ βουλομένοις ἐπίνοιαν δίδωσιν ὡς γένοιτʼ ἂν3 ἐν κενῷ καὶ ἀτόμοις· ὧν οὔτε καθʼ ἑαυτὰ ποιότης ἐστὶν οὔτε πάθος ἢ μεταβολὴ συνελθόντων, ἀλλʼ οὐδὲ συνέλευσις ἡ σύγκρασιν ποιοῦσα καὶ μῖξιν καὶ συμφυΐαν ἀλλὰ πληγὰς καὶ ἀποπηδήσεις. ὥστε τοῖς τούτων δόγμασι τὸ ζῆν ἀναιρεῖται καὶ τὸ ζῷον εἶναι, κενὰς καὶ ἀπαθεῖς καὶ ἀθέους καὶ ἀψύχους, ἔτι δʼ ἀμίκτους καὶ ἀσυγκράτους ἀρχὰς ὑποτιθεμένοις.
可是科洛忒斯仿佛在对一个文盲国王谈话一般,再次攻击吐露同样思想的恩培多克勒: “我还要告诉你另一件事:凡必死之物, 既无所谓生就的本性,亦无死亡那毁灭性的诞生; 唯有混合,以及已混合之物的分离, 而‘本性’不过是世人赋予它们的名相。” 在我看来,对于那些假定非存在既无生成、存在亦无消灭,而只是某些存在之物彼此的汇聚被称为生成、彼此的离散被称为死亡的人而言,我看不出这在何种程度上与生活相抵触;因为恩培多克勒将死亡与“本性”相对立,已经清楚表明他是用“本性”来代指“生成”。如果说把生成设定为混合、把毁灭设定为分离的人不算活着也不可能活着,那么这帮人(伊壁鸠鲁学派)又做出了什么两样的事呢?况且,恩培多克勒以热、软、湿的性质将元素粘合和拼合在一起,在某种程度上赋予了它们混合以及结合性的浑然一体;然而他们将不可改变且无受动的原子驱赶到同处,不仅没有从原子中产生任何东西,反而造成了原子自身无数且持续不断的撞击;因为阻止分散的纠缠反而加剧了碰撞,以致于在他们那里,所谓的生成既非混合亦非粘连,而是混乱与交战;原子借由反冲而此刻短暂退开,待撞击减弱后此刻又聚拢,但它们彼此分离的时间达两倍以上,既不触碰也不挨近,从而根本无法由它们造就任何事物,甚至连无生命之物都无法生成。至于感觉、灵魂、理智与明智,即便有人挖空心思,也无法提供关于它们如何在虚空与原子中形成的任何概念;因为原子在自身之中既无性质,汇合后亦无受动或变化,甚至连汇合也不是能产生交融、混合与浑然一体的汇合,而是产生击打与反弹的汇合。因此,根据这些人的学说,由于他们设定了空虚、无受动、无神圣、无灵魂,且不可混合、不可调和的始基,活着与成为动物本身便完全被取消了。
- 9σώματα κινούμενα παθητικῶς ὑπʼ ἀλλήλων καὶ μεταβάλλοντα διʼ ὅλων, ἑτέραν ἀφʼ ἑτέρας κράσεως συναποτίκτει γένεσιν
标准的中性复数主语(σώματα)搭配单数动词(συναποτίκτει)的希腊语语法结构。直接宾语为 γένεσιν,修饰短语 ἑτέραν ἀφʼ ἑτέρας κράσεως(“由各异的调和相继产生的不同[生成]”)对其进行限定。
- 9οὐχ ὅπως ζῷον ἢ ψυχὴν ἢ φύσιν ἀλλʼ οὐδὲ πλῆθος
惯用句型 οὐχ ὅπως ... ἀλλʼ οὐδέ ...(“不仅不……甚至连……都不……”)。它配合分词 δυνάμεναι 表达递进式否定:不仅绝不可能产生动物、灵魂或本性,甚至连共同的聚集体都无法形成。
- 10οὐδὲ βουλομένοις ἐπίνοιαν δίδωσιν ὡς γένοιτʼ ἄν
与格分词 βουλομένοις(“即便对希望如此的人”)作为关系与格依附于动词短语 ἐπίνοιαν δίδωσιν(“提供概念/想法”)。从属从句 ὡς γένοιτʼ ἄν 带有表潜能的 ἄν+祈愿语气,构成间接疑问从句,用以说明 ἐπίνοιαν 的具体内容(“究竟如何可能产生”)。
