← 普鲁塔克

驳科罗特斯

§8

原子论的推论与可感性质的矛盾

普鲁塔克指出,科洛忒斯指责德谟克利特主张可感性质仅为约定俗成,却不知这一抨击同样推翻了采纳完全相同原子论前提的伊壁鸠鲁。他指责伊壁鸠鲁在设定不可变且无性质的原子的同时却拒绝承认性质无法生成的必然推论,是一种自欺欺人的惯用诡辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

ἆρʼ οὖν ἐνταῦθα μόνον ὁ γενναῖος ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων ἀναπέφηνεν; οὐ μὲν οὖν· ἀλλʼ ἔτι μᾶλλον ἐν τῷ δευτέρῳ τῶν ἐπιτιμημάτων λέληθε τῷ Δημοκρίτῳ τὸν Ἐπίκουρον ἐκ τοῦ ζῆν συνεξωθῶν.1 τὸ γὰρ νόμῳ χροιὴν εἶναι καὶ νόμῳ γλυκὺ καὶ νόμῳ σύγκρισιν, ἐτεῇ δὲ τὸ κενὸν καὶ τὰς ἀτόμους εἰρημένον φησὶν ὑπὸ Δημοκρίτου μάχεσθαι ταῖς αἰσθήσεσι,2 καὶ τὸν ἐμμένοντα τῷ λόγῳ τούτῳ καὶ χρώμενον οὐδʼ ἂν αὑτὸν, ὡς τεθνηκώς ἐστιν ἢ ζῇ, διανοηθῆναι. πρὸς τοῦτον ἀντειπεῖν μὲν οὐδὲν ἔχω τὸν λόγον, εἰπεῖν δέ, ὅτι ταῦτα τῶν Ἐπικούρου δογμάτων οὕτως ἀχώριστά ἐστιν, ὡς τὸ σχῆμα καὶ τὸ βάρος αὐτοὶ τῆς ἀτόμου λέγουσι. τί γὰρ λέγει Δημόκριτος; οὐσίας ἀπείρους τὸ πλῆθος ἀτόμους τε καὶ ἀδιαφθόρους, ἔτι δʼ ἀποίους καὶ ἀπαθεῖς ἐν τῷ κενῷ φέρεσθαι διεσπαρμένας ὅταν δὲ πελάσωσιν ἀλλήλαις ἢ συμπέσωσιν ἢ περιπλακῶσι, φαίνεσθαι τῶν ἀθροιζομένων τὸ μὲν ὕδωρ τὸ δὲ πῦρ τὸ δὲ φυτὸν τὸ δʼ ἄνθρωπον· εἶναι δὲ πάντα τὰς ἀτόμους ἰδίως ὑπʼ αὐτοῦ καλουμένας, ἕτερον δὲ μηδέν· ἐκ μὲν γὰρ τοῦ μὴ ὄντος οὐκ εἶναι γένεσιν, ἐκ δὲ τῶν ὄντων μηδὲν ἂν γενέσθαι τῷ μήτε πάσχειν μήτε μεταβάλλειν τὰς ἀτόμους ὑπὸ στερρότητος3 ὅθεν οὔτε χρόαν ἐξ ἀχρώστων οὔτε φύσιν ἢ ψυχὴν ἐξ ἀποίων καὶ ἀπαθῶν ὑπάρχειν. ἐγκλητέος οὖν ὁ Δημόκριτος οὐχὶ τὰ συμβαίνοντα ταῖς ἀρχαῖς ὁμολογῶν ἀλλὰ λαμβάνων ἀρχὰς αἷς ταῦτα συμβέβηκεν. ἔδει γὰρ ἀμετάβλητα μὴ θέσθαι τὰ πρῶτα, θέμενον δὲ δὴ συνορᾶν ὅτι ποιότητος οἴχεται πάσης γένεσις· ἀρνεῖσθαι δὲ συνορῶντα τὴν ἀτοπίαν ἀναισχυντότατον· ὃ Ἐπίκουρόν φησιν ἀρχὰς μὲν ὑποτίθεσθαι τὰς αὐτάς, οὐ λέγειν δὲ νόμῳ χροιὴν καὶ γλυκὺ καὶ λευκόν καὶ τὰς ἄλλας ποιότητας. εἰ μὲν οὖν τὸ οὐ λέγειν τοιοῦτον ἐστίν οἷον οὐχ ὁμολογεῖν, τῶν εἰθισμένων τι ποιεῖ· καὶ γὰρ τὴν πρόνοιαν ἀναιρῶν εὐσέβειαν ἀπολείπειν λέγει· καὶ τῆς ἡδονῆς ἕνεκα τὴν φιλίαν αἱρούμενος ὑπὲρ τῶν φίλων τὰς μεγίστας ἀλγηδόνας ἀναδέχεσθαι· καὶ τὸ μὲν πᾶν ἄπειρον ὑποτίθεσθαι, τὸ δʼ ἄνω καὶ κάτω μὴ ἀναιρεῖν. ἔστι δʼ οὓς κύλικα μὲν λαβόντα καὶ πιεῖν ὅσον ἂν ἐθέλῃ καὶ ἀποδοῦναι τὸ λεῖπον,4 ἐν δὲ τῷ λόγῳ μάλιστα δεῖ τοῦ σοφοῦ τούτου μνημονεύειν ἀποφθέγματος ὧν αἱ ἀρχαὶ οὐκ ἀναγκαῖαι, τὰ τέλη ἀναγκαῖα οὐκ οὖν ἀναγκαῖον ὑποθέσθαι, μᾶλλον δʼ ὑφελέσθαι Δημοκρίτου, ἀτόμους εἶναι τῶν ὅλων ἀρχάς· θεμένῳ δὲ τὸ δόγμα καὶ καλλωπισαμένῳ ταῖς πρώταις πιθανότησιν αὐτοῦ προσεκποτέον ἐστὶ τὸ δυσχερές,5 ἢ δεικτέον ὅπως ἄποια σώματα παντοδαπὰς ποιότητας αὐτῷ μόνῳ τῷ συνελθεῖν παρέσχεν. οἷον εὐθύς, τὸ καλούμενον θερμὸν ὑμῖν πόθεν ἀφῖκται καὶ πῶς ἐπιγέγονε ταῖς ἀτόμοις, ἂν μήτʼ ἦλθον ἔχουσαι θερμότητα μήτʼ ἐγένοντο θερμαὶ συνελθοῦσαι; τὸ μὲν γὰρ ἔχοντος ποιότητα τὸ δὲ πάσχειν πεφυκότος, οὐδέτερον δὲ ταῖς ἀτόμοις ὑπάρχειν φατὲ προσῆκον εἶναι διὰ τὴν ἀφθαρσίαν.

难道这位高贵之人仅在此处“身为他人良医,自身却溃疡丛生”? 现出原形吗?绝非如此;倒不如说,在第二条指责中,他更是在无意间将伊壁鸠鲁连同德谟克利特一并驱逐出了生活。因为他说,德谟克利特所说的“约定俗成地有颜色,约定俗成地有甜,约定俗成地有结合,实际上只有虚空和原子”,是与诸感觉相冲突的,而坚持并运用这一论点的人甚至都无法意识到自己究竟是死是生。对此论辩我无意反驳,但要说的是,这些结论与伊壁鸠鲁的学说乃是不可分割的,正如他们自己所说的形状与重量之于原子一样。因为德谟克利特说了什么呢?他说,在数量上无限、不可分割且不可毁灭、进而没有性质且无所受动的诸实体,散布着在虚空中穿梭;而当它们彼此靠近、碰撞或互相纠缠时,在聚集而成的诸物中,这一个显现为水,那一个显现为火,这一个显现为植物,那一个显现为人;但万物皆是他特称的原子,除此以外别无他物;因为从非存在中不能产生任何事物,而从存在的事物中也不能产生任何事物,乃因原子由于坚固性既不受动也不改变;由此,从无色之物中既无颜色产生,从无性质且不受动之物中也无本性或灵魂产生。因此,德谟克利特该受谴责的,不是承认由其始基所导出的归结,而是采纳了会导致这些归结的始基。因为他本不该将始基设定为不可变化的,而一旦设定了,就当看出一切性质的生成皆已荡然无存;而在看出其荒谬之后却加以否认,则是最为无耻的;而〔科洛忒斯〕声称伊壁鸠鲁设定了相同的始基,却不说“约定俗成地有颜色、甜和白”以及其他性质。因此,如果“不说”意思等于 “不承认”,那么他不过是在施展其惯用伎俩罢了;因为他一边取消了神意,一边声称保留了敬虔;一边为了快乐而选择友谊,一边声称为了朋友甘受极大的痛苦;一边设定全界为无限,一边又不取消上与下。在某些情况下,人们固然可以接过酒杯,想喝多少就喝多少,然后把剩下的归还,但在论辩中尤须牢记这句睿智格言: “起点非必然者,终局必为必然。” 因此,假定——或者说从德谟克利特那里偷窃——原子是万物的始基,本非必然;然而既然确立了这一学说并以其起初的貌似有理装扮了自己,就必须把那令人不快的残余一饮而尽,否则就必须证明无性质的物体究竟如何仅凭聚拢在一起就产生了形形色色的性质。例如立即可问:被你们称为热的东西究竟来自何处,又是如何附着于原子之上的,如果它们既非带着热而来,也非聚拢后变成热的?因为前者属于具有性质之物,后者属于本性上易于受动之物,但你们却声称由于不可毁灭性,二者都不应属于原子。

语法注5 条
  1. 8λέληθε τῷ Δημοκρίτῳ τὸν Ἐπίκουρον ἐκ τοῦ ζῆν συνεξωθῶν

    λανθάνω 搭配分词(λέληθε ... συνεξωθῶν)的结构,意为“在无意中 / 不知不觉中做某事”。与格 τῷ Δημοκρίτῳ 受复合动词 συνεξωθέω 中的前缀 συν- 支配,表伴随(“连同德谟克利特一并”),τὸν Ἐπίκουρον 则是分词的直接宾语。

  2. 8τὸ γὰρ νόμῳ χροιὴν εἶναι καὶ νόμῳ γλυκὺ καὶ νόμῳ σύγκρισιν, ἐτεῇ δὲ τὸ κενὸν καὶ τὰς ἀτόμους εἰρημένον φησὶν ὑπὸ Δημοκρίτου μάχεσθαι ταῖς αἰσθήσεσι

    由 φησίν 引出的间接引语对格与不定式结构。名词化的完成时被动分词短语 τὸ ... εἰρημένον ὑπὸ Δημοκρίτου(“德谟克利特所说的话”)作为不定式 μάχεσθαι 的对格主语,其中嵌入了德谟克利特著名的格言(νόμῳ χροιὴν εἶναι...)。

  3. 8τῷ μήτε πάσχειν μήτε μεταβάλλειν τὰς ἀτόμους ὑπὸ στερρότητος

    表原因的定冠词与格不定式(τῷ + 不定式)。对格 τὰς ἀτόμους 充当不定式 πάσχειν 和 μεταβάλλειν 的逻辑主语(对格主语),全句意为“因原子由于坚固性既不受动也不改变”。

  4. 8ἔστι δʼ οὓς κύλικα μὲν λαβόντα καὶ πιεῖν ὅσον ἂν ἐθέλῃ καὶ ἀποδοῦναι τὸ λεῖπον

    基于习语 ἔστιν οὕς(“有些人 / 有的人”)的句式。对格复数代词 οὕς 充当不定式 πιεῖν 和 ἀποδοῦναι 的对格主语,而单数分词 λαβόντα 和单数动词 ἐθέλῃ 则按意义一致原则(ad sensum)与其呼应,指泛称的个体。

  5. 8θεμένῳ δὲ τὸ δόγμα καὶ καλλωπισαμένῳ ταῖς πρώταις πιθανότησιν αὐτοῦ προσεκποτέον ἐστὶ τὸ δυσχερές

    表达必然性或义务的动词性形容词结构(προσεκποτέον ἐστί)。它伴随施事与格 θεμένῳ ... καὶ καλλωπισαμένῳ,并以中性名词短语 τὸ δυσχερές(“令人不快的残余”)作为语法主语,构成人称被动结构(“对确立了该教说……的人而言,那令人不快的残余必须被一饮而尽”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:8