- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:11-12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克援引伊壁鸠鲁自身的用词习惯,为恩培多克勒顺应习俗使用自然与生灭语词的立场辩护,并反驳指出正是主张无感觉的原子与虚空的伊壁鸠鲁学派,才真正使得生命、痛苦与快乐变得绝无可能。
πῶς οὖν ἀπολείπουσι φύσιν καὶ ψυχὴν καὶ ζῷον; ὡς ὅρκον ὡς εὐχὴν ὡς θυσίαν ὡς προσκύνησιν, ῥήματι καὶ λόγῳ καὶ τῷ φάναι καὶ προσποιεῖσθαι καὶ ὀνομάζειν, ἃ ταῖς ἀρχαῖς καὶ τοῖς δόγμασιν ἀναιροῦσιν. εἰ δὲ δὴ τὸ πεφυκὸς αὐτὸ φύσιν καὶ τὸ γεγονὸς γένεσιν ὀνομάζουσιν, ὥσπερ οἱ ξυλείαν τὰ ξύλα καὶ συμφωνίαν καλοῦντες ἐκφορικῶς1 τὰ συμφωνοῦντα, πόθεν ἐπῆλθεν αὐτῷ τοιαῦτα προβάλλειν ἐρωτήματα τῷ Ἐμπεδοκλεῖ; τί κόπτομεν φησὶν ἡμᾶς αὐτούς, σπουδάζοντες ὑπὲρ ἡμῶν αὐτῶν καὶ ὀρεγόμενοί τινων πραγμάτων καὶ φυλαττόμενοί τινα πράγματα; οὔτε γὰρ ἡμεῖς ἐσμεν οὔτʼ ἄλλοις χρώμενοι ζῶμεν ἀλλὰ θάρρει, φαίη τις ἄν, ὦ φίλον Κωλωτάριον, οὐδείς σε κωλύει σπουδάζειν ὑπὲρ σεαυτοῦ, διδάσκων ὅτι Κωλώτου φύσις αὐτὸς ὁ Κωλώτης ἐστὶν ἄλλο δʼ οὐδέν, οὐδὲ χρῆσθαι τοῖς πράγμασι τὰ δὲ πράγματα ὑμῖν ἡδοναὶ εἰσιν ὑποδεικνύων, ὡς οὐκ ἔστιν ἀμήτων φύσις οὐδʼ ὀσμῶν οὐδὲ πλησιάσεως, ἄμητες δʼ εἰσὶ καὶ μύρα καὶ γυναῖκες ὁ γραμματικός, τό βίην Ἡρακληείηνʼ αὐτὸν εἶναι τὸν Ἡρακλέα, ἀναιρεῖ τὸν Ἡρακλέα, οὐδʼ οἱ τὰς συμφωνίας καὶ τὰς δοκώσεις ἐκφορὰς μόνον εἶναι φάσκοντες οὐχὶ καὶ φθόγγους καὶ δοκοὺς ὑπάρχειν λέγουσιν· ὅπου καὶ ψυχὴν τινες ἀναιροῦντες καὶ φρόνησιν οὔτε τὸ ζῆν ἀναιρεῖν οὔτε τὸ φρονεῖν δοκοῦσιν.2 Ἐπικούρου δὲ λέγοντος ἡ τῶν ὄντων φύσις σώματά ἐστι καὶ τόπος, πότερον οὕτως ἀκούομεν, ὡς ἄλλο τι τὴν φύσιν παρὰ τὰ ὄντα βουλομένου λέγειν, ἢ τὰ ὄντα δηλοῦντος ἕτερον δὲ μηδέν; ὥσπερ ἀμέλει καὶ κενοῦ φύσιν αὐτὸ τὸ κενόν, καὶ νὴ Δία τὸ πᾶν παντὸς φύσιν ὀνομάζειν εἴωθε. κἂν εἴ τις ἔροιτο τί λέγεις, ὦ Ἐπίκουρε, τὸ μέν τι κενὸν εἶναι τὸ δὲ φύσιν κενοῦ; μὰ Δία φήσει, νενόμισται δέ πως ἡ τοιαύτη τῶν ὀνομάτων ὁμιλία, νόμῳ δʼ ἐπίφημι καὶ αὐτὸς τί οὖν ἕτερον ὁ Ἐμπεδοκλῆς πεποίηκε νὴ Δία διδάξας, ὅτι φύσις παρὰ τὸ φυόμενον οὐδέν ἐστιν οὐδὲ θάνατος παρὰ, τὸ θνῆσκον; ἀλλʼ ὥσπερ οἱ ποιηταὶ πολλάκις ἀνειδωλοποιοῦντες λέγουσιν "ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ," οὕτω γένεσίν τινα καὶ φθορὰν καλοῦσιν οἱ πολλοὶ ἐπὶ τοῖς συνισταμένοις καὶ διαλυομένοις. τοσοῦτον ἐδέησε τοῦ κινεῖν τὰ ὄντα καὶ μάχεσθαι τοῖς φαινομένοις, ὥστε μηδὲ τὴν φωνὴν ἐκβαλεῖν3 ἐκ τῆς συνηθείας, ἀλλʼ ὅσον εἰς τὰ πράγματα βλάπτουσαν ἀπάτην παρεῖχεν ἀφελὼν, αὖθις ἀποδοῦναι τοῖς ὀνόμασι τὸ νενομισμένον ἐν τούτοις "οἱ δʼ ὅ τι κεν κατὰ φῶτα μιγὲν φῶς αἰθέρος ἵκῃ ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων ἠὲ κατʼ οἰωνῶν, τότε μὲν τὸν γενέσθαι· εὖτε δʼ ἀποκρινθῶσι, τὸ δʼ αὖ δυσδαίμονα πότμον εἰκαίως καλέουσι νόμῳ δʼ ἐπίφημι καὶ αὐτός." ἃ ὁ Κωλώτης παραθέμενος οὐ συνεῖδεν, ὅτι φῶτας μὲν καὶ θῆρας καὶ θάμνους καὶ οἰωνοὺς ὁ Ἐμπεδοκλῆς οὐκ ἀνῄρηκεν, ἅ γέ φησι μιγνυμένων τῶν στοιχείων ἀποτελεῖσθαι τοὺς δὲ τῇ συγκρίσει ταύτῃ καὶ διακρίσει φύσιν τινὰ καὶ πότμον δυσδαίμονα καὶ θάνατον ἀλοίτην ἐπικατηγοροῦντας, σφάλλονται διδάξας, οὐκ ἀφείλετο τὸ χρῆσθαι ταῖς εἰθισμέναις φωναῖς περὶ αὐτῶν.
那么他们(伊壁鸠鲁学派)究竟是如何承认本性、灵魂和动物的呢?正如他们承认誓言、祈祷、祭祀和膜拜一样:只在字句上、言语中,通过声称、假装和命名来承认,而借助他们的始基与学说却从根本上取消了它们。但如果他们确实把依本性生成的事物本身称为“本性”,把已生成的事物称为“生成”——就像那些借用转喻把木料称为“木构”,把协调之声称为“交响”的人一样——那么他究竟从何想起要对恩培多克勒提出这样的质问: “我们为什么还要折磨自己,”他说,“为了我们自身奔忙,渴望某些事物又防备某些事物呢?因为我们既不存在,也不靠使用其他事物而生活。” 然而有人会说,鼓起勇气吧,我亲爱的小科洛忒斯!并没有人阻碍你为自身奔忙,哪怕他教导说科洛忒斯的本性就是科洛忒斯自身而别无他物;也没有人阻碍你享用各种事物——而对你们来说事物就是快乐——,哪怕他指出并不存在蜜饼、香气或交合的“本性”,存在的唯有蜜饼、香油和女人。文法学家把“赫拉克勒斯之力”解作赫拉克勒斯自身,并没有因此取消赫拉克勒斯;声称交响和梁架只是转喻表达的人,也没有说声音和栋梁不存在。事实上,甚至某些否定灵魂和明智的人,也并未被认为否定了活着或具有明智。而当伊壁鸠鲁说: “存在之物的本性是物体和空间”,我们是理解为他想在存在之物以外指称另一种本性,还是理解为他指的就是存在之物本身而别无他物呢?无疑,正如他习惯于把虚空本身称为“虚空的本性”,并且指天发誓,把全宇宙称为“全宇宙的本性”一样。哪怕有人质问: “伊壁鸠鲁,你这是什么意思?难道一者是虚空,另一者是虚空的本性吗?” “指天发誓,绝非如此,”他会回答,“只是这类名称的习惯用法不知怎的已经确立,我自身也是依循习俗这样称呼罢了。” 那么指天发誓,恩培多克勒教导说在本性生成之物以外无所谓本性,在死亡之物以外无所谓死亡,他又做出了什么两样的事呢?恰如诗人们常常通过人格化形象吟诵道: “其中有纷争,其中有喧嚣汇聚,其中有毁灭性的命运女神,”凡夫俗子们也是如此,把汇聚和解体的事物称为某种“生成”和“消灭”。他远非动摇存在之物、与显象抗争,以致于他根本没有把这些言辞从日常习惯中驱逐出去;相反,他只是清除了在涉及实际事物时带来损害的欺瞒,并在以下诗行中重新赋予了这些名称以习俗的含义: “无论何时,当混合物以人的形态来到以太的阳光下, 或以原野野兽的族类、灌木的族类、 或飞鸟的族类出现时,人们就说它生成了; 而当它们分离开时,人们又把这徒然称为不幸的厄运; 但我自己也依循习俗这样称呼。” 科洛忒斯引用了这些诗行,却没有看清恩培多克勒并未取消人、野兽、灌木和飞鸟——他明言这些正是由元素混合而成的;而且恩培多克勒教导说,那些把这种聚集与分离额外判定为某种“本性”、“不幸的厄运”和“毁灭性的死亡”的人是错误的,但他并未剥夺人们对它们使用习惯用语的权利。
ἐμοὶ μέντοι δοκεῖ μὴ τοῦτο κινεῖν τὸ ἐκφορικὸν ὁ Ἐμπεδοκλῆς ἀλλʼ, ὡς πρότερον εἴρηται, πραγματικῶς διαφέρεσθαι περὶ τῆς ἐξ οὐκ ὄντων γενέσεως, ἣν φύσιν τινὲς καλοῦσι δηλοῖ δὲ μάλιστα διὰ τούτων τῶν ἐπῶν "νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι, οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν, ἤ τι; καταθνήσκειν τε καὶ ἐξόλλυσθαι ἁπάντῃ." ταῦτα γὰρ τὰ ἔπη μέγα βοῶντός ἐστι τοῖς ὦτα ἔχουσιν, ὡς οὐκ ἀναιρεῖ γένεσιν ἀλλὰ τὴν ἐκ μὴ ὄντος, οὐδὲ φθορὰν ἀλλὰ τὴν πάντῃ, τουτέστι τὴν εἰς τὸ μὴ ὂν ἀπολλύουσαν. ἐπεὶ τῷ γε βουλομένῳ μὴ ἀγρίως οὕτω μηδʼ ἠλιθίως ἀλλὰ πραότερον συκοφαντεῖν, τὸ μετὰ ταῦτʼ ἐπὶ τοὐναντίον ἂν αἰτιάσασθαι παράσχοι,4 τοῦ Ἐμπεδοκλέους λέγοντος "οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο, ὡς ὄφρα μέν τε βιῶσι, τὸ δὴ βίοτον καλέουσι τόφρα μὲν οὖν εἰσιν καί σφιν πάρα δεινὰ καὶ ἐσθλά, πρὶν δὲ πάγεν τε βροτοὶ καὶ ἐπεὶ λύθεν, οὐδὲν ἄρʼ εἰσί" ταῦτα γὰρ οὐκ ἀρνουμένου μὴ εἶναι τοὺς γεγονότας καὶ ζῶντάς ἐστιν, εἶναι δὲ μᾶλλον οἰομένου καὶ τοὺς μηδέπω γεγονότας καὶ τοὺς ἤδη τεθνηκότας. ἀλλʼ ὅλως ὁ Κωλώτης τοῦτο μὲν οὐκ ἐγκέκληκε, λέγει δὲ κατʼ αὐτὸν οὐδὲ νοσήσειν ἡμᾶς οὐδὲ τραυματισθήσεσθαι. καὶ πῶς ὁ πρὸ τοῦ βίου καὶ μετὰ περὶ τοὺς ζῶντας οὐκ ἀπολείπει τὸ πάσχειν; τίσιν οὖν ἀληθῶς ἕπεται τὸ μὴ τραυματίζεσθαι μηδὲ νοσεῖν, ὦ Κωλῶτα; ὑμῖν τοῖς ἐξ ἀτόμου καὶ κενοῦ συμπεπηγόσιν, ὧν οὐδετέρῳ μέτεστιν αἰσθήσεως. καὶ οὐ τοῦτο δεινόν, ἀλλʼ ὅτι μηδʼ ἡδονὴν τὸ ποιῆσον ὑμῖν ἔστι, τῆς μὲν ἀτόμου μὴ δεχομένης τὰ ποιητικὰ τοῦ δὲ κενοῦ μὴ πάσχοντος ὑπʼ αὐτῶν.
然而在我看来,恩培多克勒并没有撼动这种修辞表达,而是正如前文所说,他在实质性地争论关于从非存在中的生成——有些人称之为本性。他通过以下诗行最清楚地表明了这一点: “愚蠢的人啊!因为他们的心思不够深远, 竟指望先前不存在的东西会生成, 或者有什么东西会死去并在各方面彻底毁灭。” 因为这些诗行向那些有耳朵的人大声呼喊:他所取消的不是生成,而是从非存在中的生成;所取消的不是毁灭,而是彻底的毁灭,即消亡为非存在的毁灭。因为对于那些不想如此野蛮和愚蠢、而是更温和地进行构陷的人来说,接下来的诗行或许反倒会提供相反的指责口实,因为恩培多克勒说道: “没有一个心智聪慧的人会如此揣度: 只要人们还活着——他们确实把这称为一生——, 他们便存在着,祸福与他们相伴, 但在他们被凝固为凡人之前以及解体之后,他们便什么都不是。” 因为这绝不是否认那些已生成且活着的人的存在,反而是认为连那些尚未生成的人和已经死去的人也同样存在。然而总体上科洛忒斯并没有提出这一指责,反而声称根据他〔恩培多克勒〕的理论我们将既不会生病也不会受伤。可是,一个在生命之前和生命之后都保留着生存的人,又怎会不给活着的人保留承受感受的可能呢?那么科洛忒斯啊,不受伤也不生病真正适用于谁呢?正适用于你们这些由原子和虚空凝聚而成的人,而这两者都与感觉无缘。可怕的还不在于此,而在于你们那里甚至连产生快乐的东西都不存在,因为原子不接受能作用的事物,而虚空也不会受它们的影响。
- 11ἐκφορικῶς
副词 ἐκφορικῶς(派生自名词 ἐκφορά,意为“表达”、“借用”、“转喻”)在此指并非设立全新的独立实体,而是“作为借用/转喻表达”来使用词语。它与前面将木材称为“木构”、将协调之声称为“交响”相并列,指称一种约定俗成的名相借用。
- 11ὅπου καὶ ψυχὴν τινες ἀναιροῦντες καὶ φρόνησιν οὔτε τὸ ζῆν ἀναιρεῖν οὔτε τὸ φρονεῖν δοκοῦσιν
连词 ὅπου 在此并非表示处所,而是具有论证性的“既然……甚至……”或“在此种情况下,即便……”。它引出一个更强的前提对比:即使有些人否定了作为独立实体的“灵魂”或“明智”,人们也不认为他们否定了“活着”或“思考”这些现实功能本身。
- 11τοσοῦτον ἐδέησε τοῦ κινεῖν τὰ ὄντα καὶ μάχεσθαι τοῖς φαινομένοις, ὥστε μηδὲ τὴν φωνὴν ἐκβαλεῖν
τοσοῦτον ἐδέησε + 属格不定词(τοῦ κινεῖν...)后接 ὥστε,构成表示“远非如此以致于……甚至没有……”的惯用反差结构(相当于拉丁语 tantum afuit ut...)。以此强调恩培多克勒不仅没有否定实存与显象,甚至连日常习惯用语都未予废弃。
- 12ἐπεὶ τῷ γε βουλομένῳ μὴ ἀγρίως οὕτω μηδʼ ἠλιθίως ἀλλὰ πραότερον συκοφαντεῖν, τὸ μετὰ ταῦτʼ ἐπὶ τοὐναντίον ἂν αἰτιάσασθαι παράσχοι
该句的骨架为:主语是 τὸ μετὰ ταῦτʼ(接下来的诗句),谓语是潜能希求法 ἂν παράσχοι(会提供[机会]),不定词 αἰτιάσασθαι(指控)作宾语,与格 τῷ βουλομένῳ 为施动者。介词短语 ἐπὶ τοὐναντίον 修饰不定词,意为“在相反方向上进行指责”。其讽刺含义在于:若有人真想挑刺,接下来的诗句反倒可能让人指责他承认了过多的存在(生前与死后),而非取消了存在。
