← 普鲁塔克

驳科罗特斯

§6-7

伊壁鸠鲁对性质相对性的论述与指责的反噬

普鲁塔克引用伊壁鸠鲁的《会饮篇》与《反泰奥弗拉斯托斯》,指出伊壁鸠鲁本人将事物的性质和颜色视作相对产生的而非固有的,从而同样陷入了“绝不更是”的立场,证明科洛忒斯对怀疑论的指责反噬了其自身与导师。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

ὅρα δʼ ἃ περὶ τοῦ οἴνου τῆς θερμότητος ἐν τῷ Συμποσίῳ Πολύαινον αὑτῷ διαλεγόμενον Ἐπίκουρος πεποίηκε λέγοντος γάρ1 οὐ φῂς εἶναι, ὦ Ἐπίκουρε, τὰς ὑπὸ τοῦ οἴνου διαθερμασίας; ὑπέλαβε τίς οὐ τὸ καθόλου θερμαντικὸν ἀποφαίνεσθαι τὸν οἶνον εἶναι, καὶ μετὰ σμικρὸν φαίνεται μὲν γὰρ δὴ τὸ καθόλου οὐκ εἶναι θερμαντικὸς ὁ οἶνος, τοῦδε δέ τινος ὁ τοσοῦτος εἶναι θερμαντικὸς ἂν ῥηθείη καὶ πάλιν αἰτίαν ὑπειπὼν θλίψεις τε καὶ διασπορὰς ἀτόμων, ἑτέρων δὲ συμμίξεις καὶ παραζεύξεις αἰτιασάμενος ἐν τῇ πρὸς τὸ σῶμα καταμίξει τοῦ οἴνου, ἐπιλέγει διὸ δὴ καθόλου μὲν οὐ ῥητέον τὸν οἶνον εἶναι θερμαντικόν, τῆς δὲ τοιαύτης φύσεως καὶ τῆς οὕτω διακειμένης θερμαντικὸν τὸν τοσοῦτον ἢ τῆσδε τὸν τοσοῦτον εἶναι ψυκτικόν· ἔνεισι γὰρ καὶ τοιαῦται ἐν τῷ τοιούτῳ ἀθροίσματι φύσεις, ἐξ ὧν ἂν ψυχρὸν συσταίη, εἰς δέον τε ἑτέραις παραζυγεῖσαι ψυχρασίας φύσιν ἀποτελέσειαν ὅθεν ἐξαπατώμενοι οἱ μὲν ψυκτικὸν τὸ καθόλου φασὶν εἶναι τὸν οἶνον οἱ δὲ θερμαντικόν ὁ δὴ λέγων ἐξηπατῆσθαι τοὺς πολλούς, τὸ θερμαῖνον θερμαντικὸν ἢ τὸ ψῦχον ψυκτικὸν ὑπολαμβάνοντας, εἰ μὴ νομίζοι τὸ μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον ἕκαστον ἀκολουθεῖν οἷς εἴρηκεν, αὐτὸς ἐξηπάτηται.2 προστίθησι δʼ ὅτι πολλάκις οὐδʼ ἦλθεν εἰς τὸ σῶμα θερμαντικὴν ἐπιφέρων ἢ ψυκτικὴν δύναμιν ὁ οἶνος, ἀλλὰ κινηθέντος τοῦ ὄγκου καὶ γενομένης τῶν σωμάτων μεταστάσεως, αἱ ποιοῦσαι τὸ θερμὸν ἄτομοι νῦν μὲν συνῆλθον εἰς ταὐτὸ καὶ παρέσχον ὑπὸ πλήθους θερμότητα καὶ πύρωσιν τῷ σώματι, νῦν δʼ ἐκπεσοῦσαι κατέψυξαν.

此外,且看伊壁鸠鲁在《会饮篇》中让波吕埃努斯与他就酒的热性进行对话的内容;因为当波吕埃努斯说: “伊壁鸠鲁啊,难道你说由酒所产生的温热并不存在吗?” 他回答道: “有谁不宣称酒普遍是具有温热性质的呢?” 稍后他又说: “因为事实表明,酒普遍来说并不是致热的,但可以说如此分量的酒对某个特定的人是致热的。” 继而他又提出原子的挤压和散布为原因,并把原因归咎于酒与身体混合时其他原子的混杂和并置,接着补充道: “因此绝不可普遍地说酒是致热的,而应说如此分量的酒对具有这般本性和这般状态的人是致热的,或者对另一种人如此分量则是致冷的;因为在这样的聚集体中也包含着能够构成寒冷的本性,它们若在适当时机与其他成分并置,便会产生寒冷的本性。由此人们受到蒙蔽,有的说酒普遍是致冷的,有的则说是致热的。” 因此,这位声称将致热者视为致热、将致冷者视为致冷的大众受到了蒙蔽的人,若不认为事物每一件“绝不更是这样而不是那样”必然伴随他所说的这番话,那么受到蒙蔽的正是他自己。他又补充道: “往往酒进入体内时既未带来致热的能力,也未带来致冷的能力,而是当躯体组织被扰动、微粒发生位移时,产生热的原子有时聚拢在同一处,因其数量众多而带给身体热度和灼烧感,有时散逸出去而致冷。”

§7

ὅτι δὲ τούτοις πρὸς πᾶν ἔστι χρῆσθαι τὸ καλούμενον καὶ νομιζόμενον πικρὸν γλυκὺ καθαρτικὸν ὑπνωτικὸν φωτεινόν, ὡς οὐδενὸς ἔχοντος αὐτοτελῆ ποιότητα καὶ δύναμιν οὐδὲ δρῶντος μᾶλλον ἢ πάσχοντος, ὅταν ἐγγένηται τοῖς σώμασιν, ἄλλην δʼ ἐν ἄλλοις διαφορὰν καὶ κρᾶσιν λαμβάνοντος, οὐκ ἄδηλόν ἐστιν.3 αὐτὸς γὰρ οὖν ὁ Ἐπίκουρος ἐν τῷ δευτέρῳ τῶν πρὸς Θεόφραστον οὐκ εἶναι λέγων τὰ χρώματα συμφυῆ τοῖς σώμασιν, ἀλλὰ γεννᾶσθαι κατὰ ποιάς τινας τάξεις καὶ θέσεις πρὸς τὴν ὄψιν, οὐ μᾶλλόν φησι κατὰ τοῦτον τὸν λόγον ἀχρωμάτιστον σῶμα εἶναι ἢ χρῶμα ἔχον. ἀνωτέρω δὲ κατὰ λέξιν ταῦτα γέγραφεν ἀλλὰ καὶ χωρὶς τούτου τοῦ μέρους οὐκ οἶδʼ ὅπως δεῖ τὰ ἐν τῷ σκότει ταῦτʼ ὄντα φῆσαι χρώματα ἔχειν· καίτοι πολλάκις ἀέρος ὁμοίως σκοτώδους περικεχυμένου, οἱ μὲν αἰσθάνονται χρωμάτων διαφορᾶς οἱ δʼ οὐκ αἰσθάνονται διʼ ἀμβλύτητα τῆς ὄψεως· ἔτι δʼ εἰσελθόντες εἰς σκοτεινὸν οἶκον οὐδεμίαν ὄψιν χρώματος ὁρῶμεν ἀναμείναντες δὲ μικρὸν ὁρῶμεν· οὐ μᾶλλον οὖν ἔχειν ἢ μὴ ἔχειν χρῶμα ῥηθήσεται τῶν σωμάτων ἕκαστον. εἰ δὲ τὸ χρῶμα πρός τι, καὶ τὸ λευκὸν ἔσται πρὸς τι καὶ τὸ κυανοῦν· εἰ δὲ ταῦτα, καὶ τὸ γλυκὺ καὶ τὸ πικρόν· ὥστε κατὰ πάσης ποιότητος ἀληθῶς τὸ μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κατηγορεῖσθαι τοῖς γὰρ οὕτω πάσχουσιν ἔσται τοιοῦτον, οὐκ ἔσται δὲ τοῖς μὴ πάσχουσι τὸν οὖν βόρβορον καὶ τὸν πηλόν, ἐν ᾧ φησι γίγνεσθαι τοὺς τὸ μηδὲν μᾶλλον τοῖον ἢ τοῖον ἐπιφθεγγομένους τοῖς πράγμασιν, ἑαυτοῦ κατασκεδάννυσι καὶ τοῦ καθηγεμόνος ὁ Κωλώτης.

显然,这些解释可以用来对应所有被称为和被认为苦、甜、通便、安眠、明亮的事物——因为没有任何事物拥有自身完满的性质与能力,进入身体时施动也并不比受动更甚,并在不同主体中呈现出不同的差异和混合。因为伊壁鸠鲁自己在《反泰奥弗拉斯托斯》第二卷中,声称颜色并非物体所固有,而是依对视觉的某些排列和位置而生成的,并断言按照这一论点,物体无色并不比具有颜色更甚。而在前文中他逐字写道: “即便撇开这部分不谈,我也不知该如何断言黑暗中的这些物体具有颜色;尽管常常在同样昏暗的空气笼罩下,有人能察觉到颜色的差异,有人则因视力迟钝而察觉不到;此外,当我们走进暗室时看不到任何颜色的迹象,但稍等片刻便能看见;因此对物体的每一件来说,都将被说成是绝不更是具有颜色而不是不具有颜色。若颜色是相对的,白色也是相对的,青色也是相对的;若是如此,甜与苦亦然;从而对于任何性质而言,都可以真实地断言‘存在并不比不存在更甚’;因为对于产生如此感受的人来说它是如此,而对于没有产生感受的人来说则并非如此。” 因此,科洛忒斯声称那些对事物说出“绝不更是这样而不是那样”的人所陷入的泥沼与污淖,他将其倾倒在他自己和他的导师身上了。

语法注3 条
  1. 6λέγοντος γάρ

    属格独立结构,其逻辑主语为前文引入的对话者波吕埃努斯(Πολύαινος),意为“当波吕埃努斯说……时”。主句动词为紧随其后的 ὑπέλαβε(他[伊壁鸠鲁]回答说)。

  2. 6ὁ δὴ λέγων ἐξηπατῆσθαι τοὺς πολλούς, τὸ θερμαῖνον θερμαντικὸν ἢ τὸ ψῦχον ψυκτικὸν ὑπολαμβάνοντας, εἰ μὴ νομίζοι τὸ μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον ἕκαστον ἀκολουθεῖν οἷς εἴρηκεν, αὐτὸς ἐξηπάτηται.

    主语为分词短语 ὁ δὴ λέγων...,主句动词为句末的 αὐτὸς ἐξηπάτηται(他自己便受到了蒙蔽),中间插入了条件从句 εἰ μὴ νομίζοι...。条件从句中使用祈愿语气 νομίζοι,归结从句中使用直陈语气完成时 ἐξηπάτηται,在此表示假设对方的主观认知,并在该假设不成立时断定其后果已成为客观事实。

  3. 7ὅτι δὲ τούτοις πρὸς πᾶν ἔστι χρῆσθαι τὸ καλούμενον καὶ νομιζόμενον πικρὸν γλυκὺ καθαρτικὸν ὑπνωτικὸν φωτεινόν, ὡς οὐδενὸς ἔχοντος αὐτοτελῆ ποιότητα καὶ δύναμιν οὐδὲ δρῶντος μᾶλλον ἢ πάσχοντος, ὅταν ἐγγένηται τοῖς σώμασιν, ἄλλην δʼ ἐν ἄλλοις διαφορὰν καὶ κρᾶσιν λαμβάνοντος, οὐκ ἄδηλόν ἐστιν.

    这是一个框架结构的复杂句,句首整个 ὅτι 从句充当句末非人称谓语 οὐκ ἄδηλόν ἐστιν(是显然的)的真正主语。在 ὅτι 从句内部,骨干为 ἔστι χρῆσθαι πρὸς πᾶν...(可以用来对应一切……),其间由 ὡς 引导的属格独立结构(οὐδενὸς ἔχοντος... οὐδὲ δρῶντος... λαμβάνοντος)作为解释理由被嵌入其中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:6-7