← 普鲁塔克

驳科罗特斯

§4-5

为德谟克利特辩护与关于感觉真理性的驳斥

普鲁塔克驳斥了科洛忒斯关于德谟克利特主张“绝不更是这样而非那样”的指控,指出恰恰是伊壁鸠鲁派“一切感觉皆真”的教义才不可避免地导致了这一相对主义结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

ἐγκαλεῖ δʼ αὐτῷ πρῶτον, ὅτι τῶν πραγμάτων ἕκαστον εἰπὼν οὐ μᾶλλον τοῖον ἢ τοῖον εἶναι συγκέχυκε τὸν βίον. ἀλλὰ τοσοῦτόν γε Δημόκριτος ἀποδεῖ τοῦ νομίζειν μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον τῶν πραγμάτων ἕκαστον, ὥστε Πρωταγόρᾳ τῷ σοφιστῇ τοῦτʼ εἰπόντι μεμαχῆσθαι καὶ γεγραφέναι πολλὰ καὶ πιθανὰ πρὸς αὐτόν· οἷς οὐδʼ ὄναρ ἐντυχὼν ὁ Κωλώτης ἐσφάλη περὶ λέξιν τάνδρός, ἐν διορίζεται μὴ μᾶλλον τὸ δέν ἢ τὸ μηδέν εἶναι,1 δέν μὲν ὀνομάζων τὸ σῶμα μηδέν δὲ τὸ κενόν, ὡς καὶ τούτου φύσιν τινὰ καὶ ὑπόστασιν ἰδίαν ἔχοντος. ὁ δʼ οὖν δόξας τὸ μηδὲν μᾶλλον εἶναι τοῖον ἢ τοῖον2 Ἐπικουρείῳ δόγματι κέχρηται, τῷ πάσας εἶναι τὰς διʼ αἰσθήσεως φαντασίας ἀληθεῖς. εἰ γὰρ δυεῖν λεγόντων, τοῦ μὲν αὐστηρὸν εἶναι τὸν οἶνον τοῦ δὲ γλυκύν, οὐδέτερος ψεύδεται τῇ αἰσθήσει, τί μᾶλλον ὁ οἶνος αὐστηρὸς ἢ γλυκὺς ἐστι; καὶ μὴν λουτρῷ γε τῷ αὐτῷ τοὺς μὲν ὡς θερμῷ τοὺς δʼ ὡς ψυχρῷ χρωμένους ἰδεῖν ἔστιν· οἱ μὲν γὰρ ψυχρὸν οἱ δὲ θερμὸν ἐπιβάλλειν κελεύουσι. πρὸς δὲ Βερρονίκην τὴν Δηϊοτάρου τῶν Λακεδαιμονίων τινὰ γυναικῶν ἀφικέσθαι λέγουσιν. ὡς δʼ ἐγγὺς ἀλλήλων προσῆλθον, εὐθὺς ἀποστραφῆναι τὴν μὲν τὸ μύρον ὡς ἔοικε τὴν δὲ τὸ βούτυρον δυσχεράνασαν. εἴπερ οὖν μὴ μᾶλλόν ἐστιν ἡ ἑτέρα τῆς ἑτέρας ἀληθὴς αἴσθησις, εἰκός ἐστι καὶ τὸ ὕδωρ μὴ μᾶλλον εἶναι ψυχρὸν ἢ θερμὸν καὶ τὸ μύρον καὶ τὸ βούτυρον μὴ μᾶλλον εὐῶδες ἢ δυσῶδες. εἰ γὰρ ταὑτὸ φαινόμενον ἕτερον ἑτέρῳ φάσκει τις, ἀμφότερα εἶναι λέγων λέληθεν.

科洛忒斯首先指控德谟克利特,称他说事物的每一件并不更是这样而不是那样,从而搞乱了生活。然而德谟克利特绝没有认为事物的每一件并不更是这样而不是那样,以至于他同提出此说的主张者智者普罗泰戈拉展开论战,并写下了许多令人信服的反驳著作。科洛忒斯连在梦中都未曾读过这些著作,却在那位哲学家的字句上摔了跟头;德谟克利特在那些字句中明确界定:“物”并不比“非物”更存在,他把物体称为“物”,把虚空称为“非物”,认为虚空同样具有某种本性和固有的实在。无论如何,认为事物绝不更是这样而不是那样的人,所运用的乃是伊壁鸠鲁派的教义,即“一切通过感觉获得的表象皆为真实”。 因为,若有两个人说话,一人说酒是涩的,另一人说酒是甜的,而两人在感觉上都没有出错,那么凭什么说酒更是涩的而不是甜的呢?再者,人们可以见到使用同一处浴水的人,有的当作热水,有的当作冷水;因为有人要求添冷水,有人要求加热水。据说斯巴达妇人中有一位曾去拜访戴奥塔罗斯的女儿贝罗妮凯;当两人走近彼此时,双双立刻转过身去,似乎一人厌恶香膏,另一人则嫌弃黄油。由此可见,倘若一种感觉并不比另一种感觉更真实,那么水并不更是冷的而不是热的,香膏和黄油也并不更是芳香而不是恶臭,这便是理所当然的了。因为如果有人声称同一事物对不同的人呈现出不同的状态,他在不知不觉中便承认了它是两者兼备。

§5

αἱ δὲ πολυθρύλητοι συμμετρίαι καὶ ἁρμονίαι τῶν περὶ τὰ αἰσθητήρια πόρων αἵ τε πολυμιξίαι τῶν σπερμάτων, ἃ δὴ πᾶσι χυμοῖς καὶ ὀσμαῖς καὶ χρόαις ἐνδιεσπαρμένα λέγουσιν ἑτέραν ἑτέρῳ ποιότητος κινεῖν αἴσθησιν, οὐκ ἄντικρυς εἰς τὸ μὴ μᾶλλον τὰ πράγματα συνελαύνουσιν αὐτοῖς;3 τοὺς γὰρ οἰομένους ψεύδεσθαι τὴν αἴσθησιν, ὅτι τἀναντία πάθη γιγνόμενα τοῖς χρωμένοις ἀπὸ τῶν αὐτῶν ὁρῶσι, παραμυθούμενοι διδάσκουσιν, ὡς ἀναπεφυρμένων καὶ συμμεμιγμένων ὁμοῦ τι πάντων, ἄλλου δʼ ἄλλῳ πεφυκότος ἐναρμόττειν, οὐκ ἔστι τῆς αὐτῆς ποιότητος ἐπαφὴ καὶ ἀντίληψις οὐδὲ πᾶσι τοῖς μέρεσι κινεῖ πάντας ὡσαύτως τὸ ὑποκείμενον· ἀλλʼ ἐκείνοις ἕκαστοι μόνοις ἐντυγχάνοντες, πρὸς ἃ σύμμετρον ἔχουσι τὴν αἴσθησιν, οὐκ ὀρθῶς διαμάχονται περὶ τοῦ χρηστὸν ἢ πονηρὸν ἢ λευκὸν ἢ μὴ λευκὸν εἶναι τὸ πρᾶγμα, τὰς αὑτῶν οἰόμενοι βεβαιοῦν αἰσθήσεις τῷ τὰς ἄλλων ἀναιρεῖν· δεῖν δʼ αἰσθήσει μὲν μηδεμιᾷ μάχεσθαι πᾶσαι γὰρ ἅπτονταί τινος, οἷον ἐκ πηγῆς τῆς πολυμιξίας ἑκάστη λαμβάνουσα τὸ πρόσφορον καὶ οἰκεῖον· ὅλου δὲ μὴ κατηγορεῖν, ἁπτομένους μερῶν, μηδὲ ταὐτὸ δεῖν οἴεσθαι4 πάσχειν ἅπαντας, ἄλλους κατʼ ἄλλην ποιότητα καὶ δύναμιν αὐτοῦ πάσχοντας. ὥρα δὴ σκοπεῖν, τίνες μᾶλλον ἄνθρωποι τὸ μὴ μᾶλλον ἐπάγουσι τοῖς πράγμασιν ἢ οἳ πᾶν μὲν τὸ αἰσθητὸν κρᾶμα παντοδαπῶν ποιοτήτων ἀποφαίνουσι "σύμμικτον ὥστε γλεῦκος αὐλητήριον," ἔρρειν δʼ ὁμολογοῦσι τοὺς κανόνας αὐτοῖς καὶ παντάπασιν οἴχεσθαι τὸ κριτήριον, ἄνπερ εἰλικρινὲς αἰσθητὸν ὁτιοῦν καὶ μὴ πολλὰ ἕκαστον ἀπέλιπον.

此外,那些被频频称道的关于感觉器官周围孔道的对称与调和,以及种子的繁复混杂——他们说这些种子散布在一切汁味、气味和色泽之中,在不同人身上激起对不同性质的感觉——难道对他们而言不是直接把事物逼入了“绝不更是”的境地吗?因为面对那些由于看到同样的事物在使用者身上产生相反感受而认为感觉有误的人,他们进行安抚并教导说:由于几乎所有事物都相互融合交织在一起,且一物生来便适于契合另一物,因此不可能接触和领会到完全相同的性质,底层基质也不会以其全部部分同样地打动所有人;相反,每个人都只接触到那些与自己的感觉相契合的部分,人们以为可以通过取消别人的感觉来确立自己的感觉,而在事物是好是坏、是白是非白的问题上争执不休,这是不正当的。他们教导说,绝不可与任何感觉相抗争——因为一切感觉都触及到了某些东西,每一种感觉都犹如从繁复混合的源泉中摄取了适宜而契合之物——并且在仅仅接触到部分时不可对整体下断言,亦不可认为所有人都必须产生相同的感受,因为人们是根据事物不同的性质和力量而产生感受的。 因此,现在正是时候来审视,究竟是什么样的人比那些人更将“绝不更是”强加给事物呢?那些人声称每一个可感知的事物都是各种各样性质的混合体,“就像为吹笛人调制的甜新酒般混杂”,并且承认,一旦他们任凭任何一个可感知之物是纯粹的,而非每个事物都包含诸多成分,那么他们的准则就会瓦解,他们的评判标准就将荡然无存。

语法注4 条
  1. 4ἐν διορίζεται μὴ μᾶλλον τὸ δέν ἢ τὸ μηδέν εἶναι

    介词 ἐν 后脱漏了阴性关系代词 ᾗ(即 ἐν ⟨ᾗ⟩,指代先行词 λέξιν,“在其用语中”)引出从句。δέν 是德谟克利特去掉 μηδέν 中的否定前缀 μη- 而独创的词,用以指代充实的“物体”,与 μηδέν(“虚空、非物”)相对立。不定式结构 μὴ μᾶλλον... εἶναι 表达了存在论上的并重主张,即实存的物体并不比虚空“更为存在”(二者同样具备实在性)。

  2. 4ὁ δʼ οὖν δόξας τὸ μηδὲν μᾶλλον εἶναι τοῖον ἢ τοῖον

    分词短语 ὁ δόξας 作名词化使用,指“持此观点的人”。紧随其后的带冠词不定式句 τὸ μηδὲν μᾶλλον εἶναι τοῖον ἢ τοῖον(并不更是这样而不是那样)作为 δόξας 的宾语。整个短语充当主动词 κέχρηται(运用了)的主语。

  3. 5οὐκ ἄντικρυς εἰς τὸ μὴ μᾶλλον τὰ πράγματα συνελαύνουσιν αὐτοῖς;

    主语为前文的 αἱ συμμετρίαι καὶ ἁρμονίαι 与 αἱ πολυμιξίαι,主谓动词为 συνελαύνουσιν。与格 αὐτοῖς 是关涉与格(“对他们而言”)。介词短语 εἰς τὸ μὴ μᾶλλον 表示结果与方向(“推向‘绝不更是’的境地”),揭示了伊壁鸠鲁学派用以解释感觉差异的物理假说,反而将自身逼入了他们用来攻讦他人的相对主义泥潭。

  4. 5δεῖν δʼ αἰσθήσει μὲν μηδεμιᾷ μάχεσθαι... ὅλου δὲ μὴ κατηγορεῖν... μηδὲ ταὐτὸ δεῖν οἴεσθαι

    间接引语中的不定式结构。承接上文 διδάσκουσιν, ὡς... 所引出的间接陈述,通过并列的不定式 δεῖν... μάχεσθαι、μὴ κατηγορεῖν 与 μηδὲ... οἴεσθαι 阐述伊壁鸠鲁派的教导。分词 ἁπτομένους 采用宾格,与其未明言的泛指逻辑主语一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:4-5