← 普鲁塔克

驳科罗特斯

§1-3

撰文缘起与对科洛忒斯攻击德谟克利特的反驳

普鲁塔克向萨图尔尼努斯叙述了自己撰文反驳伊壁鸠鲁派科洛忒斯批判各派先哲的缘起。在朗读会上,激愤的阿里斯托德摩斯等人力劝普鲁塔克挺身出战;普鲁塔克指出科洛忒斯断章取义的卑劣手法,并通过揭示攻击德谟克利特必然陷其师伊壁鸠鲁于自相矛盾之境,就此展开反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Κωλώτης, ὃν Ἐπίκουρος εἰώθει Κωλωταρᾶν ὑποκορίζεσθαι καὶ Κωλωτάριον, ὦ Σατορνῖνε, βιβλίον ἐξέδωκεν, ἐπιγράψας περὶ τοῦ ὅτι κατὰ τὰ τῶν ἄλλων φιλοσόφων δόγματα οὐδὲ ζῆν ἔστιν. ἐκεῖνο μὲν οὖν Πτολεμαίῳ τῷ βασιλεῖ προσπεφώνηται· ἃ δʼ ἡμῖν ἐπῆλθεν εἰπεῖν πρὸς τὸν Κωλώτην, ἡδέως ἂν οἶμαί σε γεγραμμένα διελθεῖν,1 φιλόκαλον καὶ φιλάρχαιον ὄντα καὶ τὸ μεμνῆσθαι καὶ διὰ χειρῶν ἔχειν ὡς μάλιστα δυνατόν ἐστι τοὺς λόγους τῶν παλαιῶν βασιλικωτάτην διατριβὴν ἡγούμενον.

伊壁鸠鲁习惯昵称为“科洛塔拉斯”和“科洛塔利翁”的科洛忒斯,萨图尔尼努斯啊,出版了一本书,题名为《论依循其他哲学家的学说甚至无法生活》。 那本书固然是献给托勒密国王的;但关于我们针对科洛忒斯所想到的言论,我想你定会乐于通读写成文字的这些内容,因为你是一个热爱美好与古物的人,且认为尽可能牢记并研读古人的论著是最具王者风范的事业。

§2

ἔναγχος οὖν ἀναγιγνωσκομένου τοῦ συγγράμματος, εἷς τῶν ἑταίρων, Ἀριστόδημος ὁ Αἰγιεύς, οἶσθα γὰρ τὸν ἄνδρα τῶν ἐξ Ἀκαδημείας οὐ ναρθηκοφόρον ἀλλʼ ἐμμανέστατον ὀργιαστὴν Πλάτωνος, οὐκ οἶδʼ ὅπως παρὰ τὸ εἰωθὸς ἐγκαρτερήσας σιωπῇ καὶ παρασχὼν ἑαυτὸν ἀκροατὴν ἄχρι τέλους κόσμιον, ὡς τέλος ἔσχεν ἡ ἀνάγνωσις εἶεν ἔφη τίνα τούτῳ μαχούμενον ἀνίσταμεν ὑπὲρ τῶν φιλοσόφων; οὐ γὰρ ἄγαμαι τὸ τοῦ Νέστορος, ἑλέσθαι δέον ἐκ τῶν ἐννέα τὸν ἄριστον,2 ἐπὶ τῇ τύχῃ ποιουμένου καὶ διακληροῦντος, ἀλλʼ ὁρᾷς, ἔφην, ὅτι3 κἀκεῖνος ἐπὶ τὸν κλῆρον ἑαυτὸν ἔταξεν, ὥστε τοῦ φρονιμωτάτου βραβεύοντος γενέσθαι τὸν κατάλογον· "ἐκ δʼ ἔθορε κλῆρος κυνέης, ὃν ἄρʼ ἤθελον αὐτοί, Αἴαντος." οὐ μὴν ἀλλʼ εἰ σὺ προστάττεις ἑλέσθαι, "πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;" ὅρα δὴ καὶ σκόπει, πῶς ἀμυνῇ τὸν ἄνδρα καὶ ὁ Ἀριστόδημος ἀλλʼ οἶσθα ἔφη τὸ τοῦ Πλάτωνος, ὅτι τῷ παιδὶ χαλεπήνας οὐκ αὐτὸς ἐνέτεινε πληγὰς ἀλλὰ Σπεύσιππον ἐκέλευσεν, εἰπὼν αὐτὸς ὀργίζεσθαι καὶ σὺ τοίνυν παραλαβὼν κόλαζε τὸν ἄνθρωπον ὅπως βούλει· ἐγὼ γὰρ ὀργίζομαι. ταύτὰ δὴ καὶ τῶν ἄλλων παρακελευομένων λεκτέον μέν ἔφην ἄρα, φοβοῦμαι δὲ μὴ δόξω καὶ αὐτὸς ἐσπουδακέναι μᾶλλον ἢ δεῖ πρὸς τὸ βιβλίον ὑπʼ ὀργῆς, διʼ ἀγροικίαν καὶ βωμολοχίαν καὶ ὕβριν τἀνθρώπου χόρτον τινὰ προβάλλοντος ήσεως· Σωκράτει, καὶ πῶς εἰς τὸ στόμα τὸ σιτίον οὐκ εἰς τὸ οὖς ἐντίθησιν, ἐρωτῶντος. ἀλλʼ ἴσως ἂν ἐπὶ τούτοις καὶ γελάσειέ τις ἐννοήσας τὴν Σωκράτους πραότητα καὶ χάριν, ὑπέρ γε μέντοι παντὸς Ἑλλήνων στρατοῦ τῶν ἄλλων φιλοσόφων, ἐν οἷς Δημόκριτός ἐστι καὶ Πλάτων καὶ Στίλπων καὶ Ἐμπεδοκλῆς καὶ Παρμενίδης καὶ Μέλισσος, οἱ κακῶς ἀκηκοότες, οὐ μόνον αἰσχρὸν σιωπᾶν ἀλλʼ οὐδʼ ὅσιον ἐνδοῦναί τι καὶ ὑφελέσθαι τῆς ἄκρας ὑπὲρ αὐτῶν παρρησίας, εἰς τοῦτο δόξης φιλοσοφίαν προαγαγόντων. καίτοι τὸ μὲν ζῆν οἱ γονεῖς μετὰ τῶν θεῶν ἡμῖν ἔδωκαν, παρὰ δὲ τῶν φιλοσόφων δίκης καὶ νόμου συνεργὸν οἰόμεθα λόγον ἐπιθυμιῶν κολαστὴν λαβόντες εὖ ζῆν· τὸ δʼ εὖ ζῆν ἐστι κοινωνικῶς ζῆν καὶ φιλικῶς καὶ σωφρόνως καὶ δικαίως. ὧν οὐδὲν ἀπολείπουσιν οἱ περὶ γαστέρα τἀγαθὸν εἶναι βοῶντες οὐκ ἂν δὲ τὰς ἀρετὰς ὁμοῦ πάσας τετρημένου χαλκοῦ πριάμενοι δίχα τῆς ἡδονῆς πάσης πανταχόθεν ἐξελαθείσης· ἐνδεῖν δʼ αὐτοῖς τὸν περὶ θεῶν καὶ ψυχῆς λόγον, ὡς ἡ μὲν ἀπόλλυται διαλυθεῖσα, τοῖς δʼ οὐδενὸς μέλει τῶν καθʼ ἡμᾶς. τοῖς μὲν γὰρ ἄλλοις φιλοσόφοις ἐγκαλοῦσιν οὗτοι διὰ τὸ σωφρόνως τὸ ζῆν ἀναιροῦσιν ἐκεῖνοι δὲ τούτοις, ὅτι ζῆν ἀγεννῶς καὶ θηριωδῶς διδάσκουσι.

前不久,当有人朗读这部著作时,同伴之一、埃癸翁的阿里斯托德摩斯——你知道此人不仅是学园派的随行者,更是柏拉图最狂热的崇奉者——不知何故反常地在沉默中忍耐到底,始终保持着规矩的听者仪态,但当朗读一结束,他便说道: “好罢, 我们当推举谁为哲学家们出战以抗衡此人?因为我并不赞赏涅斯托尔的做法,本应从九人中选拔最优秀者,他却听凭运气并去抽签。” “然而你看到,”我说道,“他也把自己安排去掌管抽签,以致名单是在最有智慧之人的主持下产生的: ‘头盔中跳出了他们自己所渴望的签, 正是埃阿斯的签。’ 不过,假使你下令由我选定, ‘那么我怎能忘记神圣的奥德修斯?’ 现在就看你的了,且考虑你将如何击退此人。” 阿里斯托德摩斯说道: “但你知道柏拉图的那个典故,当他对奴仆动怒时,自己并不施加责打,却命斯珀西波斯去打,说自己正处于愤怒之中。因此,如今你接过去,随意惩戒那人罢;因为我正满腔怒火。” 其他人也同样力劝,我便说道: “看来确实不得不说了。 但我担心自己也会显得出于愤怒而对该书过分认真,超出应有的程度,因为那人的粗鄙、滑稽与傲慢,竟向苏格拉底抛出饲料,询问他为何将食物放入口中而不是放入耳中。不过对于这些,有人念及苏格拉底的温和与优雅,或许还会付之一笑; 然而,‘为了全体希腊人的军队’, 即为了其他受谤的哲学家们——其中有德谟克利特、柏拉图、斯提尔波、恩培多克勒、巴门尼德和梅利索斯——不仅 ‘保持沉默是可耻的’, 而且为他们所作的极度坦率的辩护中哪怕稍有退让或折损,也是有违虔敬的,因为他们曾将哲学提升到如此崇高的声誉。父母与神明一同赐予了我们生命,但我们坚信,正因从哲学家那里领受了作为正义与法则之助臂、欲念之惩治者的理性,我们方能过上美好生活;而美好生活就是过合群、友爱、节制与正义的生活。那些叫嚷着至善系于口腹之人,倘若快感从四面八方被彻底驱逐,连一枚穿孔的铜钱也不肯用来购买全部美德,他们对这些美德全无存留;他们缺乏关于神明和灵魂的理论,认为灵魂解体而消亡,神明则对我们的事务漠不关心。他们指控其他哲学家剥夺了节制的生活,而后者则指责他们教导过卑鄙和禽兽般的生活。

§3

καίτοι ταῦτα μὲν ἐγκέκραται τοῖς Ἐπικούρου λόγοις καὶ διαπεφοίτηκεν αὐτοῦ τῆς φιλοσοφίας· ὁ δὲ Κωλώτης ὅτι φωνάς τινας ἐρήμους πραγμάτων ἀποσπῶν καὶ μέρη λόγων καὶ σπαράγματα κωφὰ τοῦ βεβαιοῦντος καὶ συνεργοῦντος πρὸς νόησιν καὶ πίστιν ἕλκων ὥσπερ ἀγορὰν ἢ πίνακα τεράτων συντίθησι τὸ βιβλίον, ἴστε δήπου4 παντὸς μᾶλλον ὑμεῖς,ἔφην, τὰ συγγράμματα τῶν παλαιῶν διὰ χειρὸς ἔχοντες. ἐμοὶ δὲ δοκεῖ καθάπερ ὁ Λυδὸς ἐφʼ αὑτὸν τὸν ἀνοίγειν οὐ θύραν μίαν ἀλλὰ ταῖς πλείσταις τῶν ἀποριῶν καὶ μεγίσταις περιβάλλειν τὸν Ἐπίκουρον. ἄρχεται γὰρ ἀπὸ Δημοκρίτου, καλὰ καὶ πρέποντα διδασκάλια κομιζομένου παρʼ αὐτοῦ· καίτοι πολὺν χρόνον αὐτὸς ἑαυτὸν ἀνηγόρευε Δημοκρίτειον ὁ Ἐπίκουρος, ὡς ἄλλοι τε λέγουσι καὶ Λεοντεύς, εἷς τῶν ἐπʼ ἄκρον Ἐπικούρου μαθητῶν, πρὸς Λυκόφρονα γράφων τιμᾶσθαί τέ φησι τὸν Δημόκριτον ὑπʼ Ἐπικούρου διὰ τὸ πρότερον ἅψασθαι τῆς ὀρθῆς γνώσεως, καὶ τὸ σύνολον τὴν πραγματείαν Δημοκρίτειον προσαγορεύεσθαι διὰ τὸ περιπεσεῖν αὐτὸν πρότερον ταῖς ἀρχαῖς περὶ φύσεως ὁ δὲ Μητρόδωρος ἄντικρυς περὶ φιλοσοφίας εἴρηκεν, ὡς, εἰ μὴ προκαθηγήσατο Δημόκριτος, οὐκ ἂν προῆλθεν Ἐπίκουρος ἐπὶ τὴν σοφίαν. ἀλλʼ εἰ κατὰ τὰ Δημοκρίτου δόγματα ζῆν οὐκ ἔστιν, ὡς οἴεται Κωλώτης, γελοῖος ἦν ἐπὶ τὸ μὴ ζῆν ἄγοντι Δημοκρίτῳ κατακολουθῶν ὁ Ἐπίκουρος.

固然,这些论点融贯在伊壁鸠鲁的言论中并贯穿他的哲学;但科洛忒斯断章取义地摘取脱离实际的话语,把言论的片段和无声的碎片从那加以印证并协力促成理解与确信的东西中拽出,从而把书编造成犹如怪物市场或展台一般,手边常备古人著作的你们比任何人都更清楚这一点,”我说道。“而在我看来,他就像那个吕底亚人,朝自己打开的不只是一扇门,而是将伊壁鸠鲁推入了最大且最多的困境之中。因为他是从德谟克利特开始批驳的,德谟克利特从他那里领受着极佳且相宜的束脩;然而伊壁鸠鲁在很长一段时间里自称是德谟克利特的追随者,正如其他人所言,伊壁鸠鲁的杰出弟子之一莱昂透斯在写给吕科弗隆的信中也称,德谟克利特受到伊壁鸠鲁的敬重是因为他最先触及了正确的认识,而且整套学说总括而言被称为德谟克利特体系,因为是他最先触及了关于自然的本原。梅特罗多洛更是直截了当地谈及哲学道:若非德谟克利特引路,伊壁鸠鲁绝不可能迈向智慧。然而,倘若依循德谟克利特的学说就无法生活,正如科洛忒斯所认为的那样,那么伊壁鸠鲁跟随着将人引向无法生活之境的德谟克利特,岂不是荒谬可笑之极?”

语法注4 条
  1. 1ἡδέως ἂν οἶμαί σε γεγραμμένα διελθεῖν

    虚词 ἄν 句法上修饰不定式 διελθεῖν 而非动词 οἶμαι,表示潜在语气(“定会乐于通读”),对受礼者的阅读意向表达了委婉而礼貌的推测。

  2. 2ἑλέσθαι δέον ἐκ τῶν ἐννέα τὸν ἄριστον

    δέον 为无人称动词 δεῖ 的中性单数宾格分词,构成绝对宾格结构,带有转折或理由的副词性功能(“本应选拔……却”)。不定式 ἑλέσθαι 作为 δέον 的补足语。

  3. 2τὸ τοῦ Πλάτωνος, ὅτι

    中性单数冠词短语 τὸ τοῦ Πλάτωνος(“柏拉图的那件事/典故”)通过随后的 ὅτι 从句进行同格说明,具体交代了该轶事的内容(生气时命斯珀西波斯代为责打奴仆)。

  4. 3ὁ δὲ Κωλώτης ὅτι φωνάς τινας ἐρήμους πραγμάτων ἀποσπῶν ... συντίθησι τὸ βιβλίον, ἴστε δήπου

    前置倒装(prolepsis)结构:主格 ὁ δὲ Κωλώτης 被置于句首,作为 ὅτι 从句中动词 συντίθησι 的主语;而起支配作用的主句动词 ἴστε δήπου(“你们定然知晓”)则后置,统摄由 ὅτι 引导的整个宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:1-3