- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
批判伊壁鸠鲁学派将癫狂与梦境的幻觉亦视为真实实存表象的极端观点,论证正是感官所及之物的混乱与分歧合理确立了悬置判断。
ἀλλʼ ἵνα τἄλλα ἐάσω, τί μᾶλλον ἐναργὲς οὕτως ἐστὶ καὶ πεπιστευμένον, ὡς τὸ παρορᾶν καὶ παρακούειν ἐν πάθεσιν ἐκστατικοῖς καὶ μελαγχολικοῖς ὄντα, ὅταν ἡ διάνοια τοιαῦτα πάσχῃ καὶ ταράττηται "αἳ δέ με δᾳδοφόροι μελανείμονες ὄμμα πυροῦσι" καὶ "ἔχουσα;" ταῦτα μέντοι καὶ πολλὰ τούτων ἕτερα τραγικώτερα τοῖς Ἐμπεδοκλέους ἐοικότα τεράσμασιν, ὧν καταγελῶσιν, εἱλίποδʼ ἀκριτόχειρα καὶ βουγενῆ ἀνδρόπρωρα, καὶ τίνα γὰρ οὐκ ὄψιν ἢ φύσιν ἔκφυλον εἰς ταὐτὸ συνενεγκόντες ἐκ τῶν ἐνυπνίων καὶ τῶν παρακοπῶν οὐδὲν εἶναί φασι παρόραμα τούτων οὐδὲ ψεῦδος οὐδʼ ἀσύστατον, ἀλλὰ φαντασίας ἀληθεῖς ἁπάσας καὶ σώματα καὶ μορφὰς ἐκ τοῦ περιέχοντος ἀφικνουμένας. εἶτʼ ἔστι τί τῶν ὄντων ἀδύνατον ἀπιστεῖν, εἰ ταῦτα πιστεύεσθαι δυνατόν ἐστιν; ἃ γὰρ οὐδεὶς σκευοποιὸς ἢ πλάστης θαυμάτων ἢ γραφεὺς δεινὸς ἐτόλμησε μῖξαι πρὸς ἀπάτην εἰκάσματα καὶ παίγνια, ταῦθʼ ὑπάρχειν ἀπὸ σπουδῆς τιθέμενοι, μᾶλλον δʼ ὅλως, εἰ ταῦτα μὴ ὑπάρχοι, πίστιν οἴχεσθαι καὶ βεβαιότητα καὶ κρίσιν ἀληθείας φάσκοντες αὐτοὶ καταβάλλουσιν εἰς ἀσάφειαν πάντα πράγματα καὶ ταῖς κρίσεσι φόβους καὶ ταῖς πράξεσιν ὑποψίας ἐπάγουσιν, εἰ τὰ πραττόμενα καὶ νομιζόμενα καὶ συνήθη καὶ ἀνὰ χεῖρας ἡμῖν ἐπὶ τῆς αὐτῆς φαντασίας καὶ πίστεως ὀχεῖται τοῖς μανικοῖς καὶ ἀτόποις καὶ παρανόμοις ἐκείνοις φάσμασιν.1 ἡ γὰρ ἰσότης, ἣν ὑποτίθενται πᾶσι, τῶν νενομισμένων ἀφίστησι μᾶλλον ἢ προστίθησι τοῖς παραλόγοις τὴν πίστιν. ὅθεν ἴσμεν οὐκ ὀλίγους τῶν φιλοσόφων ἥδιον ἂν θεμένους τὸ μηδεμίαν ἢ τὸ πάσας ἀληθεῖς εἶναι τὰς φαντασίας, καὶ μᾶλλον ἂν οἷς οὐ παρατυγχάνουσι διαπιστήσαντας2 ἀνθρώποις καὶ πράγμασι καὶ λόγοις ἁπλῶς ἅπασιν ἢ μίαν ἐκείνων ἀληθῆ καὶ ὑπάρχουσαν εἶναι φαντασίαν πεισθέντας, ἃς λυττῶντες ἢ κορυβαντιῶντες ἢ κοιμώμενοι λαμβάνουσιν. ἃ τοίνυν ἔστι μὲν ἀναιρεῖν, ἔστι δʼ ὡς οὐκ ἔστιν ἐπέχειν3 περὶ αὐτῶν, εἰ μηδὲν ἄλλο, τήν γε διαφωνίαν ταύτην λαβόντας αἰτίαν ἀποχρῶσαν ὑπονοίας πρὸς τὰ πράγματα καὶ οὐδʼ οὕτως; ὑγιὲς οὐδέν, ἀσάφειαν δὲ καὶ ταραχὴν ἔχοντα πᾶσαν. ταῖς μέν γε περὶ κόσμων ἀπειρίαις καὶ ἀτόμων φύσεως καὶ ἀμερῶν καὶ παρεγκλίσεων διαφοραῖς, εἰ καὶ πάνυ πολλοὺς διαταράττουσιν, ἔνεστιν ὅμως παραμυθία, τὸ μηδὲν ἐγγὺς εἶναι, μᾶλλον δʼ ὅλως ἐπέκεινα τῆς αἰσθήσεως ἀπῳκίσθαι τῶν ζητουμένων ἕκαστον· ἡ δʼ ἐν ὀφθαλμοῖς αὕτη καὶ ἀκοαῖς καὶ χερσὶν ἀπιστία καὶ ἄγνοια καὶ ταραχὴ περὶ τὰ αἰσθητὰ καὶ τὰς φαντασίας, εἴτʼ ἀληθεῖς εἰσιν εἴτε ψευδεῖς, τίνα δόξαν οὐ σαλεύει; ποίαν δʼ οὐκ ἄνω καὶ κάτω ποιεῖ συγκατάθεσιν καὶ κρίσιν; εἰ γὰρ οὐ κραιπαλῶντες οὐδὲ φαρμακῶντες ἄνθρωποι καὶ παρακόπτοντες, ἀλλὰ νήφοντες καὶ ὑγιαίνοντες καὶ γράφοντες περὶ ἀληθείας καὶ κανόνων καὶ κριτηρίων, ἐν τοῖς ἐναργεστάτοις πάθεσι καὶ κινήμασι τῆς αἰσθήσεως ἢ τὸ ἀνύπαρκτον ἀληθὲς ἢ ψεῦδος καὶ ἀνύπαρκτον ἡγοῦνται τἀληθές, οὐκ εἰ περὶ πάντων ἡσυχάζουσιν, ἀλλʼ εἴ τισιν ὅλως ἀνθρώποις συγκατατίθενται, θαυμάζειν ἄξιον· οὐδʼ ἄπιστον, εἰ μηδεμίαν κρίσιν ἔχουσι περὶ τῶν φαινομένων, ἀλλʼ εἰ τὰς ἐναντίας ἔχουσι. τοῦ γὰρ ἐναντία λέγειν ἀλλήλοις καὶ ἀντικείμενα τὸ μὴ τιθέναι μηδέτερον, ἀλλʼ ἐπέχειν περὶ τῶν ἀντικειμένων, ἧττον ἄν τις θαυμάσειεν· ὁ γὰρ μήτε τιθεὶς μήτʼ ἀρνούμενος ἀλλʼ ἡσυχάζων καὶ τῷ τιθέντι τὴν δόξαν ἧττον μάχεται τοῦ ἀρνουμένου καὶ τῷ ἀρνουμένῳ τοῦ τιθέντος εἰ δὲ περὶ τούτων δυνατόν ἐστιν ἐπέχειν, οὐδὲ περὶ τῶν ἄλλων ἀδύνατον, κατὰ γʼ ὑμᾶς, αἴσθησιν αἰσθήσεως καὶ φαντασίαν φαντασίας οὐδʼ ὁτιοῦν διαφέρειν ἡγουμένους.
然而,姑且撇开其他事不谈,还有什么比处于迷狂与忧郁发作状态中的人会看错和听错更为昭然若揭且为人所深信不疑的呢?每当智识遭受这般病态痛苦与扰动之时——正如: “看那些手执火炬、身着黑衣的妇人,灼烧我的双眼”以及: “持有着〔……〕”;然而,他们从梦境和癫狂中把这些景象以及远比这些更为悲剧化的众多幻景搜集在一起——这些幻景酷似他们所嘲笑的恩培多克勒的怪物,“步伐蹒跚手足难辨之物”以及“牛身人面之物”,乃至他们何曾漏下过哪一种怪异外貌或反常怪物不统统罗列在一起——他们竟宣称其中毫无看错之物,既非虚假亦非虚妄无凭,而全都是真实的表象,是从周围环境中到来的形体与外相。 那么,如果这些荒唐之物都能够被信奉,天地间难道还有什么事情是不能予以怀疑的吗?因为任何道具匠人、机关傀儡师或丹青妙手都未曾胆敢为欺骗而拼凑出的摹像与玩物,他们却一本正经地认定为真实存在;甚至不仅如此,他们声称倘若这些不真实存在,一切信念、确定性与真理的判准就全都荡然无存,从而亲自将一切事物抛入昏暗不明之中,将恐惧加于判断之上,将猜忌引向行动之中——如果说我们在生活中所践行、信奉、习以为常且经手的事物,与那些癫狂、怪异、悖谬的幻影竟是乘载在同等的表象与确信之上。因为他们赋予一切事物的均等性,非但没有给那些违背情理之物增添确信,反而将人们从习以为常的常理中剥离。因此我们知晓,不少哲学家宁愿断定没有一个表象是真实的,也不愿承认所有表象皆为真实;他们宁可对未曾亲历的那些人、事乃至全然所有论说彻底予以怀疑,也绝不肯被说服去相信人在狂乱、狂喜神昏或沉睡时所接受的表象中哪怕有一个是真实存在的。那么,对于这些主张,人们固然可以予以推翻,而关于它们,又怎能说无法悬置判断呢——即便没有别的缘由,单单将这一巨大分歧作为对客观现实产生怀疑的充分理据,视其毫无健全之物而唯有一片昏暗与混乱?诚然,关于无限世界、原子本性、不可分割部分以及偏斜运动的分歧,纵然令极多的人感到心烦意乱,但终究还有一层抚慰:凡被探究的对象无一近在眼前,而是全然被放逐在感觉之外。然而,在我们的眼耳与双手之中,关于可感之物与表象——无论其为真为假——的这份不信、无知与混乱,又有哪一种意见不会被它撼动?哪一种同意与判断不会被它颠倒翻覆?因为,倘若不是那些酗酒沉醉、中毒受药或神智失常之人,而是清醒、健康且正在撰写关于真理、准则与判准著作的人,却在感觉最昭彰的情感与运动中,要么将不存在者视作真实,要么将真实者视作虚假与不存在,那么,即便他们对一切保持沉默也并不足为奇,令人惊叹的反倒是他们竟还会对任何人表示同意;他们对显现之物毫无判断并不难置信,令人难以置信的倒是他们竟持有截然相反的判断。因为相比于彼此各执相反与对立之说,对二者皆不予肯定、而是对相互对立者悬置判断,更不会令人感到惊异;因为既不肯定也不否定、而是保持沉默的人,比起否定者来更少与确立意见者冲突,比起确立者来也更少与否定者冲突。而如果在这些事情上悬置判断是可能的,那么在其余事物上悬置判断也绝非不可能——至少在你们看来是如此,因为你们认为感觉与感觉、表象与表象之间根本不存在任何丝毫差异。
- 28ἐπὶ τῆς αὐτῆς φαντασίας καὶ πίστεως ὀχεῖται τοῖς ... φάσμασιν
动词 ὀχεῖται 本义为“乘载/乘车”,引申表示“以……为基础或立足点”。与格 τοῖς ... φάσμασιν 受 τῆς αὐτῆς(同一的)统辖,表示对比性关联:“与那些癫狂的幻影乘载在同一表象与确信之上”。
- 28ἥδιον ἂν θεμένους ... καὶ μᾶλλον ἂν ... διαπιστήσαντας
由引导间接引语的动词 ἴσμεν 所支配的带 ἄν 宾格分词结构,相当于直接引语中表潜在的希求法加 ἄν(θεῖντο ἄν ... διαπιστήσαιεν ἄν)或表与事实相反的过去直陈法加 ἄν(ἔθεντο ἄν ... διεπίστησαν ἄν):“(若面临抉择)宁肯断定……宁可彻底怀疑……”。
- 28ἔστι δʼ ὡς οὐκ ἔστιν ἐπέχειν
使用表示可能性的无人称动词 ἔστι(“可以/可能”)构成的修辞性反问结构:“关于它们,又怎能说无法悬置判断呢?”与前半句的 ἔστι μὲν ἀναιρεῖν(“固然可以予以推翻”)形成对比。
