- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:29-30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者针对科洛特斯指责怀疑派的悬置判断败坏青年并导致禽兽般无序状态的论点进行反驳,指出恰恰是伊壁鸠鲁学派的享乐主义与说教才会诱导放肆并使人沦为野兽,而古代哲人的德性学说与神圣正义才是人类文明生活真正的支柱。
οὐ μῦθος οὖν οὐδὲ θήρα μειρακίων λαμυρῶν καὶ προπετῶν ὁ περὶ τῆς ἐποχῆς λόγος ἐστίν, ὡς οἴεται Κωλώτης, ἀλλʼ ἕξις ἀνδρῶν καὶ διάθεσις φυλάττουσα τὸ ἀδιάπτωτον καὶ μὴ προϊεμένη ταῖς διαβεβλημέναις οὕτω καὶ δυστατούσαις αἰσθήσεσι τὴν κρίσιν μηδὲ συνεξαπατωμένη τούτοις, οἳ τὰ φαινόμενα τῶν ἀδήλων πίστιν ἔχειν1 φάσκουσιν, ἀπιστίαν τοσαύτην καὶ ἀσάφειαν ἐν τοῖς φαινομένοις ὁρῶντες. ἀλλὰ μῦθος μέν ἐστιν ἡ ἀπειρία καὶ τὰ εἴδωλα, προπέτειαν δὲ καὶ λαμυρίαν ἐμποιεῖ νέοις ὁ περὶ Πυθοκλέους οὔπω γεγονότος ὀκτωκαίδεκα ἔτη γράφων οὐκ εἶναι φύσιν ἐν ὅλῃ τῇ Ἑλλάδι ἀμείνω καὶ τερατικῶς αὐτὸν εὖ ἀπαγγέλλειν, καὶ πάσχειν αὐτὸς τὸ τῶν γυναικῶν εὐχόμενος ἀνεμέσητα πάντα εἶναι καὶ ἀνεπίφθονα τῆς ὑπερβολῆς τοῦ νεανίσκου σοφισταὶ δʼ εἰσὶ καὶ ἀλαζόνες οἱ πρὸς ἄνδρας ἐλλογίμους οὕτως ἀσελγῶς καὶ ὑπερηφάνως γράφοντες;, καίτοι Πλάτων καὶ Ἀριστοτέλης καὶ Θεόφραστος καὶ Δημόκριτος ἀντειρήκασι τοῖς πρὸ αὐτῶν· βιβλίον δὲ τοιαύτην ἐπιγραφὴν ἔχον ὁμοῦ πρὸς ἅπαντας οὐδεὶς ἄλλος ἐξενεγκεῖν ἐτόλμησεν .
因此,关于悬置判断的学说并非如科洛特斯所设想的那样,既非神话,亦非猎取轻浮鲁莽青年的圈套,而是成熟之士防范差错的坚定秉性与意向,他们既不把判断交付给如此受人诟病且动荡不居的感觉,也不随同那些声称“显现之物乃不可见之事的确证”的人一道受欺骗,因为他们看到显现之物中存有如此巨大的不可靠性与晦暗不明。相反,无限的世界与流形表象才是神话;而在青年心中灌输鲁莽与轻浮的,恰恰是那位在论及尚未满十八岁的皮托克勒斯时写道“全希腊都找不出更优异的天资,他表达得异乎寻常地好”,并且写道“自己有着妇人般的感受,祈求一切莫因这青年的卓越而招致天谴与嫉恨”的人。那些对名门硕学之士著书立说时如此放荡傲慢之徒,才是真正的诡辩家与骗子;尽管柏拉图、亚里士多德、泰奥弗拉斯托斯和德谟克利特也曾反驳过前人,但从未有任何人敢于刊行一部对所有人一网打尽并冠以此类题目的著作。
ὅθεν, ὥσπερ οἱ περὶ τὸ θεῖον πλημμελήσαντες, ἐξαγορεύων τὰ ἑαυτοῦ κακὰ τελευτῶντος ἤδη τοῦ βιβλίου φησὶν ὅτι τὸν βίον οἱ νόμους διατάξαντες καὶ νόμιμα καὶ τὸ βασιλεύεσθαι τὰς πόλεις καὶ ἄρχεσθαι καταστήσαντες εἰς πολλὴν ἀσφάλειαν καὶ ἡσυχίαν ἔθεντο καὶ θορύβων ἀπήλλαξαν εἰ δέ τις ταῦτα ἀναιρήσει, θηρίων βίον βιωσόμεθα καὶ ὁ προστυχὼν τὸν ἐντυχόντα μονονοὺ κατέδεται τοῦτο γὰρ ὁ Κωλώτης αὐταῖς λέξεσιν ἐκπεφώνηκεν, οὐ δικαίως οὐδʼ ἀληθῶς. ἂν γὰρ ἀνελών τις τοὺς νόμους τὰ Παρμενίδου καὶ Σωκράτους καὶ Ἡρακλείτου καὶ Πλάτωνος ἀπολίπῃ δόγματα, πολλοῦ δεήσομεν ἀλλήλους κατεσθίειν2 καὶ θηρίων βίον ζῆν· φοβησόμεθα γὰρ τὰ αἰσχρὰ καὶ τιμήσομεν ἐπὶ τῷ καλῷ δικαιοσύνην, θεοὺς ἄρχοντας ἀγαθοὺς καὶ δαίμονας ἔχειν τοῦ βίου φύλακας ἡγούμενοι καὶ τὸν ὑπὲρ γῆς καὶ ὑπὸ γῆν χρυσὸν ἀρετῆς ἀντάξιον μὴ τιθέμενοι καὶ ποιοῦντες ἑκουσίως διὰ τὸν λόγον, φησι,Ξενοκράτης, ἃ νῦν ἄκοντες διὰ τὸν νόμον. πότʼ οὖν ἔσται θηριώδης καὶ ἄγριος καὶ ἄμικτος ἡμῶν ὁ βίος; ὅταν ἀναιρεθῶσι μὲν οἱ νόμοι, μένωσι δʼ οἱ πρὸς ἡδονὴν παρακαλοῦντες λόγοι, πρόνοια δὲ θεῶν μὴ νομίζηται, σοφοὺς δʼ ἡγῶνται τοὺς τῷ καλῷ προσπτύοντας, ἂν ἡδονὴ μὴ προσῇ χλευάζωσι δὲ ταῦτα καὶ γελῶσιν "ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθʼ ὁρᾷ" καί "πέλας γὰρ ἑστὼς ὁ θεὸς ἐγγύθεν βλέπει "καὶ ὁ μὲν θεός, ὥσπερ δὴ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντὸς εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος τῷ δʼ ἕπεται Δίκη, τῶν ἀπολειπομένων τιμωρὸς τοῦ θείου νόμου. οἱ γὰρ τούτων καταφρονοῦντες ὡς μύθων καὶ περὶ γαστέρα τἀγαθὸν ἡγούμενοι καὶ τοὺς ἄλλους πόρους διʼ ὧν ἡδονὴ παραγίνεται, νόμου δέονται καὶ φόβου καὶ πληγῆς καὶ βασιλέως τινὸς καὶ ἄρχοντος ἐν χειρὶ τὴν δίκην ἔχοντος, ἵνα μὴ τοὺς πλησίον κατεσθίωσιν ὑπὸ λαιμαργίας ἀθεότητι θρασυνομένης. καὶ γὰρ ὁ τῶν θηρίων βίος τοιοῦτός ἐστιν, ὅτι τῆς ἡδονῆς οὐδὲν ἐπίσταται κάλλιον οὐδὲ δίκην θεῶν οἶδεν οὐδὲ σέβεται τῆς τὸ κάλλος, ἀλλʼ εἴ τι θαρραλέον αὐτοῖς ἢ πανοῦργον ἢ δραστήριον ἐκ φύσεως ἔνεστι, τούτῳ πρὸς ἡδονὴν σαρκὸς καὶ ἀποπλήρωσιν ὀρέξεως χρῆται· καθάπερ οἴεται δεῖν ὁ σοφὸς Μητρόδωρος, λέγων τὰ καλὰ πάντα καὶ σοφὰ καὶ περιττὰ τῆς ψυχῆς ἐξευρήματα τῆς κατὰ σάρκα ἡδονῆς ἕνεκα καὶ τῆς ἐλπίδος τῆς ὑπὲρ ταύτης συνεστάναι καὶ πᾶν εἶναι κενὸν ἔργον, ὃ μὴ εἰς τοῦτο κατατείνει. τούτοις τοῖς διαλογισμοῖς καὶ φιλοσοφήμασιν ἀρθέντων τῶν νόμων,3 ὄνυχες λύκων ἐνδέουσι καὶ δόγματα; λεόντων καὶ γαστέρες βοῶν καὶ τράχηλοι καμήλων καὶ ταῦτα τὰ πάθη καὶ τὰ δόγματα λόγων καὶ γραμμάτων ἀπορίᾳ τὰ θηρία βρυχήμασι καὶ χρεμετισμοῖς καὶ καὶ πᾶσα φωνὴ γαστρός ἐστιν αὐτοῖς καὶ σαρκὸς ἡδονὴν ἀσπαζομένη καὶ σαίνουσα παροῦσαν ἢ μέλλουσαν, εἰ μή τι φύσει φιλόφωνόν ἐστι καὶ κωτίλον.
因此,正如触犯神明之人一样,他在临近全书末尾交代自己的罪衍时说道:“那些制定法律与规范、确立城邦由君王与官吏统治之人,使人类生活处于巨大的安定与平静之中,免除了骚乱;但若有人废除这些,我们便将过着野兽般的生活,任何一个人一旦遇上别人,几乎就会将其吞噬。” 因为科洛特斯正是用这些原话宣告的,但此话既非公允,亦非真确。因为倘若有人废除了法律,却保留了巴门尼德、苏格拉底、赫拉克利特和柏拉图的学说,我们绝不至于相互吞噬并过上野兽的生活;因为我们将会畏惧可耻之事,为了高尚而崇尚正义,认定有良善的神明作为统治者,有神灵作为我们生活的守护者,不会把地表与地下的金子看得比德性更有价值,并且正如色诺克拉底所说,会出于理性而自愿去行如今因法律才勉强去行之事。那么,我们的生活在何时才会变得形同野兽、凶残且不可与人共处呢?正是在法律被废除,而召唤人追逐快乐的言论依然盛行,神明之眷顾不被承认,人们把那些“若无快乐附着便唾弃高尚之物”的人奉为智者,并对以下这些名言冷嘲热讽之时: “有正义之眼,明察万物,”以及: “因神明立于近旁,切近审视,”以及: “神明正如古训所言,握有万物的始端、中道与终末,依循自然周旋巡行,径直走完其途;而正义紧随其后,专司惩戒背离神圣律法之人。” 因为那些蔑视这些训诫视其为神话,认定善仅在于口腹及其他输入快乐的通道之人,确实需要法律、恐惧、责打以及手握裁判权的君王和官吏,以免他们因无神论所助长的饕餮贪婪而将邻人吞噬。野兽的生活之所以正是如此,乃因它们不知何为比快乐更高尚之物,不知神明的正义,亦不敬重德性的美好;凡是它们本性中所具备的凶悍、狡黠或敏捷,全都用于肉体的快乐与欲望的满足——正如明智的迈特罗多洛所认为应当的那样,他说灵魂所有美好、智慧与精妙的发明,全都是为了肉体的快乐及其指望而建立起来的,凡不指向这一目的的一切工作皆为空虚徒劳。若在树立起这些盘算与哲学说教的同时废除了法律,所欠缺的无非就是豺狼的利爪与狮子的獠牙、牛的肚腹与骆驼的咽喉罢了;而由于缺乏言辞与文字,野兽用咆哮与嘶鸣表达这些情欲与定见,对它们而言一切声音都是肚腹的声音,是在迎合、摇尾乞怜于当下或未来的肉体快乐,除非某种动物天生喜好鸣叫与聒噪。
- 29τὰ φαινόμενα τῶν ἀδήλων πίστιν ἔχειν
属格 τῶν ἀδήλων 用作名词 πίστιν 的宾格性属格,构成伊壁鸠鲁学派认识论准则的表述(源自并改造了阿那克萨哥拉的名言 ὄψις τῶν ἀδήλων τὰ φαινόμενα),意为“显现之物为不可见/不可知之事物提供凭信与确证”。
- 30πολλοῦ δεήσομεν ἀλλήλους κατεσθίειν
属于成语性表达 πολλοῦ δεῖ(“远未达到……”、“绝不至于……”)的人称构词转化,此处用作第一人称复数将来时直陈语气 δεήσομεν,后接补足不定词 κατεσθίειν,表示“我们绝不会落到相互吞食的地步”。
- 30τούτοις τοῖς διαλογισμοῖς καὶ φιλοσοφήμασιν ἀρθέντων τῶν νόμων
ἀρθέντων τῶν νόμων 为属格独立结构(“法律被废止之时”)。前面的与格短语 τούτοις τοῖς διαλογισμοῖς καὶ φιλοσοφήμασιν 表示伴随情况或依据(“伴随着这些思量与哲学命题”),作为主节省略性陈述的前提,引出后文“所欠缺的仅是野兽的爪牙与体腔”这一生动譬喻。
