← 普鲁塔克

驳科罗特斯

§26-27

阿尔克西拉乌斯的悬置判断与行动辩护

普鲁塔克反驳了伊壁鸠鲁和科洛忒斯对阿尔克西拉乌斯的毁谤,论证了学园派的悬置判断并不否定感觉与指向行动的自然冲动,而仅仅排除了滋生错误的狂妄同意与意见;进而反唇相讥,指出真正动摇公认信念与显然事实的恰恰是伊壁鸠鲁学派自己。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

ἀλλὰ ταῦτα μὲν ὅσης ἐστὶ μεστὰ ταραχῆς καὶ μάχης πρὸς ἑαυτά, τί δεῖ λέγειν ἐν τῷ παρόντι; τοῦ δʼ Ἀρκεσιλάου τὸν Ἐπίκουρον οὐ μετρίως ἔοικεν ἡ δόξα παραλυπεῖν,1 ἐν τοῖς τότε χρόνοις μάλιστα τῶν φιλοσόφων ἀγαπηθέντος μηδὲν γὰρ αὐτὸν ἴδιον λέγοντά φησιν ὑπόληψιν ἐμποιεῖν καὶ δόξαν ἀνθρώποις ἀγραμμάτοις ἅτε δὴ πολυγράμματος αὐτὸς ὢν καὶ μεμουσωμένος. ὁ δʼ Ἀρκεσίλαος τοσοῦτον ἀπέδει τοῦ καινοτομίας τινὰ δόξαν ἀγαπᾶν καὶ ὑποποιεῖσθαί τι τῶν παλαιῶν, ὥστʼ ἐγκαλεῖν τοὺς τότε σοφιστάς, ὅτι προστρίβεται Σωκράτει καὶ Πλάτωνι καὶ Παρμενίδῃ καὶ Ἡρακλείτῳ τὰ περὶ τῆς ἐποχῆς δόγματα καὶ τῆς ἀκαταληψίας, οὐδὲν δεομένοις, ἀλλʼ οἷον ἀναγωγὴν καὶ βεβαίωσιν αὐτῶν εἰς ἄνδρας ἐνδόξους ποιούμενος. ὑπὲρ μὲν οὖν τούτου Κωλώτῃ χάρις καὶ παντὶ τῷ τὸν Ἀκαδημαϊκὸν λόγον ἄνωθεν ἣκειν εἰς Ἀρκεσίλαον ἀποφαίνοντι. τὴν δὲ περὶ πάντων ἐποχὴν οὐδʼ οἱ πολλὰ πραγματευσάμενοι καὶ κατατείναντες εἰς τοῦτο συγγράμματα καὶ λόγους ἐκίνησαν· ἀλλʼ ἐκ τῆς Στοᾶς αὐτῆς τελευτῶντες ὥσπερ Γοργόνα τὴν ἀπραξίαν ἐπάγοντες ἀπηγόρευσαν, ὡς πάντα πειρῶσι καὶ στρέφουσιν αὐτοῖς οὐχ ὑπήκουσεν ἡ ὁρμὴ γενέσθαι συγκατάθεσις2 οὐδὲ τῆς ῥοπῆς ἀρχὴν ἐδέξατο τὴν αἴσθησιν, ἀλλʼ ἐξ ἑαυτῆς ἀγωγὸς ἐπὶ τὰς πράξεις ἐφάνη, μὴ δεομένη τοῦ προστίθεσθαι. νόμιμοι γὰρ οἱ πρὸς ἐκείνους ἀγῶνές εἰσι, καὶ "ὁπποῖὸν κʼ εἴπῃσθα ἔπος, τοῖὸν κʼ ἐπακούσαις." Κωλώτῃ δʼ οἶμαι τὰ περὶ ὁρμῆς καὶ συγκαταθέσεως ὄνῳ λύρας ἀκρόασιν εἶναι. λέγεται δὲ τοῖς συνεπομένοις καὶ ἀκούουσιν, ὅτι, τριῶν περὶ τὴν ψυχὴν κινημάτων ὄντων, φανταστικοῦ καὶ ὁρμητικοῦ καὶ συγκαταθετικοῦ, τὸ μὲν φανταστικὸν οὐδὲ βουλομένοις ἀνελεῖν ἔστιν, ἀλλʼ ἀνάγκη προεντυγχάνοντας τοῖς πράγμασι τυποῦσθαι καὶ πάσχειν ὑπʼ αὐτῶν· τὸ δʼ ὁρμητικὸν ἐγειρόμενον ὑπὸ τοῦ φανταστικοῦ πρὸς τὰ οἰκεῖα πρακτικῶς κινεῖ τὸν ἄνθρωπον, οἷον ῥοπῆς ἐν τῷ ἡγεμονικῷ καὶ νεύσεως γινομένης οὐδὲ τοῦτʼ οὖν ἀναιροῦσιν οἱ περὶ πάντων ἐπέχοντες, ἀλλὰ χρῶνται τῇ ὁρμῇ φυσικῶς ἀγούσῃ πρὸς τὸ φαινόμενον οἰκεῖον. τί οὖν φεύγουσι μόνον; ᾧ μόνῳ ψεῦδος ἐμφύεται καὶ ἀπάτη, τὸ δοξάζειν καὶ προπίπτειν τὴν συγκατάθεσιν,3 εἶξιν οὖσαν ὑπʼ ἀσθενείας τῷ φαινομένῳ, χρήσιμον δʼ οὐδὲν ἔχουσαν. ἡ γὰρ πρᾶξις δυεῖν δεῖται, φαντασίας τοῦ οἰκείου καὶ πρὸς τὸ φανὲν οἰκεῖον ὁρμῆς, ὧν οὐδέτερον τῇ ἐποχῇ μάχεται· δόξης γὰρ οὐχ ὁρμῆς οὐδὲ φαντασίας ὁ λόγος ἀφίστησιν. ὅταν οὖν φανῇ τὸ ἡδὺ οἰκεῖον, οὐδὲν δεῖ πρὸς τὴν ἐπʼ αὐτὸ κίνησιν καὶ φορὰν δόξης, ἀλλʼ ἦλθεν εὐθὺς ἡ ὁρμή, κίνησις οὖσα καὶ φορὰ τῆς ψυχῆς.

然而,这些言论充满了何等混乱与自相矛盾,在眼下又何须多言?但是,阿尔克西拉乌斯的名声似乎令伊壁鸠鲁深感痛苦,因为在那个时代,阿尔克西拉乌斯在哲学家中最受爱戴。伊壁鸠鲁宣称,阿尔克西拉乌斯虽然没有说出任何属于自己的创见,却在目不识丁的大众中博得了过高的评价和名望,毕竟伊壁鸠鲁自己俨然是饱读诗书且深受文艺熏陶的。然而,阿尔克西拉乌斯非但绝无标新立异或僭取古人之说的虚荣,以至于当时的智者们竟指责他把关于悬置判断与不可把握性的教义强加给苏格拉底、柏拉图、巴门尼德和赫拉克利特——这些古人本不需要如此,而他却是在把这些学说归宿并确证于显赫的先贤。因此,在这个问题上正该感谢科洛忒斯,以及每一位表明阿卡德米学园的论说乃是古已有之而下传至阿尔克西拉乌斯的人。此外,关于一切事物的悬置判断,即便是那些为此穷极著述与辩驳、倾尽心力的人也未能予以撼动;相反,从斯多亚学派自身走出来的人,最终搬出如同戈尔贡头颅般的“无法行动”来加以攻讦,却也只得作罢,因为无论他们如何尝试与百般倒转,冲动始终没有顺从地变成同意,也不曾将感觉接纳为其倾斜的始源,反而显出无需附加上同意便能自发地导向行动。因为与那些人的较量是合乎规矩的,且“你说出怎样的话,便会听到怎样的回音”。 但对于科洛忒斯而言,我认为关于冲动与同意的理论无异于对牛弹琴。而对于那些能够顺应并聆听的人,道理是这样讲的:关于灵魂存在着三种运动——表象运动、冲动运动与同意运动。其中,表象运动是人们即便想要消除也无法消除的,凡是预先遭逢事物的人,必然会受到印刻并承受其影响;而冲动运动由表象运动所唤起,在实践上将人引向切身适宜之物,就如同在支配部位中产生了某种倾向与指向。因此,关于一切事物悬置判断的人也绝不消除冲动,而是顺其自然地运用导向显现为切身适宜之物的冲动。那么他们唯一避开的是什么?唯一滋生虚假与欺骗之物——即抱持意见,以及同意的轻率冒进;同意不过是因软弱而屈从于显现之物,毫无任何益处。因为行动只需要两样东西:对切身适宜之物的表象,以及向着显现为适宜之物的冲动,这两者均不与悬置判断相抵触;因为理性让我们脱离的是意见,而非冲动或表象。因此,当快乐显现为适宜之物时,向着它运动与趋赴根本不需要意见,作为灵魂之运动与趋赴的冲动便会立即降临。

§27

καὶ μὴν αὐτῶν γε τούτων ὡς αἴσθησιν ἔχειν δεῖ καὶ σάρκινον εἶναι, καὶ φανεῖται ἡδονὴ ἀγαθόν οὐκοῦν καὶ τῷ ἐπέχοντι ἀγαθὸν φανεῖται καὶ γὰρ αἰσθήσεως μετέχει καὶ σάρκινός ἐστι· καὶ λαβὼν ἀγαθοῦ φαντασίαν ὀρέγεται καὶ ὁρμᾷ, πάντα πράττων ὅπως οὐ διαφεύξεται αὐτόν, ἀλλʼ ὡς ἀνυστὸν ἀεὶ συνέσται τῷ οἰκείῳ, φυσικαῖς, οὐ γεωμετρικαῖς ἑλκόμενος ἀνάγκαις ἄνευ διδασκάλου γὰρ αὐτὰ προκαλεῖται τὰ καλὰ ταῦτα καὶ λεῖα καὶ προσηνῆ κινήματα τῆς σαρκός, ὡς αὐτοί φασιν οὗτοι, καὶ τὸν πάνυ μὴ φάσκοντα μηδʼ ὁμολογοῦντα κάμπτεσθαι καὶ μαλάσσεσθαι τούτοις. ἀλλὰ πῶς οὐκ εἰς ὄρος ἄπεισι τρέχων ὁ ἐπέχων ἀλλʼ εἰς βαλανεῖον, οὐδὲ πρὸς τὸν τοῖχον ἀλλὰ πρὸς τὰς θύρας ἀναστὰς βαδίζει, βουλόμενος εἰς ἀγορὰν προελθεῖν; τοῦτʼ ἐρωτᾷς, ἀκριβῆ τὰ αἰσθητήρια λέγων εἶναι καὶ τὰς; φαντασίας ἀληθεῖς; ὅτι φαίνεται δήπουθεν αὐτῷ βαλανεῖον οὐ τὸ ὄρος ἀλλὰ τὸ βαλανεῖον, καὶ θύρα οὐχ ὁ τοῖχος ἀλλʼ ἡ θύρα· καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον. ὁ γὰρ τῆς ἐποχῆς λόγος οὐ παρατρέπει τὴν αἴσθησιν, οὐδὲ τοῖς ἀλόγοις πάθεσιν αὐτῆς καὶ κινήμασιν ἀλλοίωσιν ἐμποιεῖ διαταράττουσαν τὸ φανταστικόν, ἀλλὰ τὰς δόξας μόνον ἀναιρεῖ χρῆται τοῖς ἄλλοις ὡς πέφυκεν ἀλλʼ ἀδύνατον τὸ μὴ συγκατατίθεσθαι τοῖς ἐναργέσι τὸ ἀρνεῖσθαι τὰ πεπιστευμένα τοῦ μήτʼ ἀρνεῖσθαι μήτε τιθέναι παραλογώτερον. τίς οὖν κινεῖ τὰ πεπιστευμένα καὶ μάχεται τοῖς ἐναργέσιν; οἱ μαντικὴν ἀναιροῦντες καὶ πρόνοιαν ὑπάρχειν θεῶν φάσκοντες μηδὲ τὸν ἥλιον ἔμψυχον εἶναι μηδὲ τὴν σελήνην, οἷς πάντες ἄνθρωποι θύουσι καὶ προσεύχονται καὶ σέβονται τὸ φύσει περιέχεσθαι τὰ τεκόντα τῶν γειναμένων οὐχὶ πᾶσι φαινόμενον ἀναιρεῖτε; τὸ δὲ πόνου καὶ ἡδονῆς μηδὲν εἶναι μέσον οὐκ ἀποφαίνεσθε παρὰ τὴν πάντων αἴσθησιν, ἥδεσθαι τὸ μὴ ἀλγεῖν καὶ πάσχειν τὸ μὴ λέγοντες;4

况且这些伊壁鸠鲁学派自己也说:“只要拥有感觉并具备肉身,快乐便会显现为善。”既然如此,对悬置判断者而言快乐同样会显现为善;因为他也分享感觉且具备肉身;而在接受了善的表象之后,他便会渴望并产生冲动,竭尽全力使之不致脱逃,而尽可能长久地与切身适宜之物同在,这是被自然的必然性而非几何学的必然性所牵引。因为正如这些人自己所言,这些美好而“平滑且宜人的肉体运动”无需导师,自身便会召唤哪怕是断然否认与不肯承认自己被这些运动所折服与软化的人。 “但是,悬置判断者为何不奔向大山而是走向浴室,若想前往广场,为何起身后不走向墙壁而是迈向房门?”你说着感觉器官精准且表象皆为真实,却提出这样的疑问?那自然是因为向他显现为浴室的,不是大山而是浴室,向他显现为房门的,不是墙壁而是房门;其余每一件事物亦复如此。因为悬置判断的论理并未扭曲感觉,也未曾对感觉的非理性情感与运动施加扰乱表象能力的变质,而仅仅是清除了意见,其余一切则顺从其本性而加以运用。 “然而,面对昭然若揭的事物不予同意是不可能的”;否定已被信奉的事物,比既不否定也不肯定更为荒谬悖理。那么,究竟是谁在动摇已被信奉的事物、并与昭然若揭之事相对抗?不正是那些废除占卜、否认神明存有护佑,并声称全人类为之献祭、祈祷与敬奉的太阳和月亮皆无灵魂的人吗?难道不是你们抹杀了生养者对亲生子嗣的天生关爱这一人人皆见的事实吗?难道不是你们违背所有人的感觉,断言痛苦与快乐之间绝无中间状态,硬说不觉痛苦便是享受快乐吗?

语法注4 条
  1. 26τοῦ δʼ Ἀρκεσιλάου τὸν Ἐπίκουρον οὐ μετρίως ἔοικεν ἡ δόξα παραλυπεῖν

    句首的属格 τοῦ Ἀρκεσιλάου 在句法上作主语 ἡ δόξα 的领属属格,但通过跨置法(hyperbaton)被移置于句首,置于宾格补足语 τὸν Ἐπίκουρον 之前。句子的核心结构为 ἔοικεν ἡ δόξα τοῦ Ἀρκεσιλάου παραλυπεῖν τὸν Ἐπίκουρον(“阿尔克西拉乌斯的名声似乎使伊壁鸠鲁颇感苦恼”)。

  2. 26ὡς πάντα πειρῶσι καὶ στρέφουσιν αὐτοῖς οὐχ ὑπήκουσεν ἡ ὁρμὴ γενέσθαι συγκατάθεσις

    分词与格短语 πάντα πειρῶσι καὶ στρέφουσιν αὐτοῖς 充当与动词 οὐχ ὑπήκουσεν 相关的关涉与格或让步性情状与格(“尽管他们竭力尝试并百般倒转”)。不定式 γενέσθαι 作 ὑπήκουσεν 的补足语,表语名词 συγκατάθεσις 则与主语 ἡ ὁρμή 保持主格一致。

  3. 26προπίπτειν τὴν συγκατάθεσιν

    动词 προπίπτειν 用作不及物动词,意为“轻率前冲、仓促冒进”,宾格 τὴν συγκατάθεσιν 用作该不定式的主格性宾格(即逻辑主语,“同意之冒进”)。它与前方的冠词不定式 τὸ δοξάζειν 构成并列,作为 ᾧ μόνῳ 的同位成分。

  4. 27ἥδεσθαι τὸ μὴ ἀλγεῖν καὶ πάσχειν τὸ μὴ λέγοντες

    该句呈现精练的省略对仗结构:在 καὶ πάσχειν τὸ μὴ 之后,承接前文省略了 ἀλγεῖν 或 χαίρειν。结合伊壁鸠鲁派主张“没有痛苦即是享受快乐”的论战语境,此处的 τὸ μὴ [ἀλγεῖν] 同时受 ἥδεσθαι 与 πάσχειν 统辖,意为“声称不经受痛苦便是享受快乐并承受此种状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:26-27