← 普鲁塔克

驳科罗特斯

§25

伊壁鸠鲁学派在感觉与外部现实区分上的自相矛盾

普鲁塔克指出伊壁鸠鲁学派自身也区分感觉的情感与外部现实(如折桨与圆塔的例子),以此揭露科洛忒斯嘲弄昔兰尼学派时的自相矛盾与缺乏逻辑一贯性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

ὁ δὲ Κωλώτης; ἔοικε ταὐτὸ πάσχειν τοῖς νεωστὶ γράμματα μανθάνουσι τῶν παίδων, οἳ τοὺς χαρακτῆρας ἐν τοῖς πυξίοις ἐθιζόμενοι λέγειν, ὅταν ἔξω γεγραμμένους ἐν ἑτέροις ἴδωσιν, ἀμφιγνοοῦσι καὶ ταράττονται καὶ γὰρ οὗτος, οὓς ἐν τοῖς Ἐπικούρου γράμμασιν ἀσπάζεται καὶ ἀγαπᾷ λόγους, οὐ συνίησιν οὐδὲ γιγνώσκει λεγομένους ὑφʼ ἑτέρων. οἱ γάρ, εἰδώλου προσπίπτοντος ἡμῖν περιφεροῦς ἑτέρου δὲ κεκλασμένου,1 τὴν μὲν αἴσθησιν ἀληθῶς τυποῦσθαι λέγοντες, προσαποφαίνεσθαι δʼ οὐκ ἐῶντες ὅτι στρογγύλος ὁ πύργος ἐστὶν ἡ δὲ κώπη κέκλασται, τὰ πάθη τὰ αὑτῶν καὶ τὰ φαντάσματα βεβαιοῦσι τὰ δʼ ἐκτὸς οὕτως ἔχειν ὁμολογεῖν οὐκ ἐθέλουσιν ἀλλʼ ὡς ἐκείνοις τὸ ἱπποῦσθαι καὶ τὸ τοιχοῦσθαι λεκτέον οὐχ ἵππον οὐδὲ τοῖχον, οὕτως ἄρα τὸ στρογγυλοῦσθαι καὶ τὸ σκαληνοῦσθαι τὴν ὄψιν, οὐ σκαληνὸν οὐδὲ στρογγύλον ἀνάγκη τὴν κώπην καὶ τὸν πύργον λέγειν· τὸ γὰρ εἴδωλον, ὑφʼ οὗ πέπονθεν ἡ ὄψις, κεκλασμένον ἐστίν· ἡ κώπη δʼ ἀφʼ ἧς τὸ εἴδωλον οὔκ ἐστι κεκλασμένη. διαφορὰν οὖν τοῦ πάθους πρὸς τὸ ὑποκείμενον ἐκτὸς ἔχοντος, ἢ μένειν ἐπὶ τοῦ πάθους δεῖ τὴν πίστιν ἢ τὸ εἶναι τῷ φαίνεσθαι προσαποφαινομένην ἐλέγχεσθαι. τὸ δὲ δὴ βοᾶν αὐτοὺς καὶ ἀγανακτεῖν2 ὑπὲρ τῆς αἰσθήσεως, ὡς οὐ λέγουσι τὸ ἐκτὸς εἶναι θερμὸν ἀλλὰ τὸ ἐν αὐτῇ πάθος γεγονέναι τοιοῦτον· ἆρʼ οὐ ταὐτόν ἐστι τῷ λεγομένῳ περὶ τῆς γεύσεως, ὅτι τὸ ἐκτὸς οὒ φασιν εἶναι γλυκὺ πάθος δέ τι καὶ κίνημα περὶ αὐτὴν γεγονέναι τοιοῦτον; ὁ δὲ λέγων ἀνθρωποειδῆ φαντασίαν λαμβάνειν, εἰ δʼ ἄνθρωπός ἐστι μὴ αἰσθάνεσθαι, πόθεν εἴληφε τὰς ἀφορμάς; οὐ παρὰ τῶν λεγόντων καμπυλοειδῆ φαντασίαν λαμβάνειν, εἰ δὲ καμπύλον ἐστί, μὴ προσαποφαίνεσθαι τὴν ὄψιν μηδʼ ὅτι στρογγύλον, ἀλλʼ ὅτι φάντασμα περὶ αὐτὴν καὶ τύπωμα στρογγυλοειδὲς γέγονε; νὴ Δία, φήσει τις, ἀλλʼ ἐγὼ τῷ πύργῳ προσελθὼν καὶ τῆς κώπης ἁψάμενος ἀποφανοῦμαι τὴν μὲν εὐθεῖαν εἶναι τὸν δὲ πολύγωνον· ἐκεῖνος δέ, κἂν ἐγγὺς γένηται, τὸ δοκεῖν καὶ τὸ φαίνεσθαι, πλέον δʼ οὐδὲν ὁμολογήσει. ναὶ μὰ Δία σοῦ γε μᾶλλον, ὦ βέλτιστε, τὸ ἀκόλουθον ὁρῶν καὶ φυλάττων, τὸ πᾶσαν εἶναι φαντασίαν ὁμοίως ἀξιόπιστον3 ὑπὲρ ἑαυτῆς, ὑπὲρ ἄλλου δὲ μηδεμίαν ἀλλʼ ἐπίσης ἔχειν. σοὶ δʼ οἴχεται τὸ πάσας ὑπάρχειν ἀληθεῖς, ἄπιστον δὲ καὶ ψευδῆ μηδεμίαν, εἰ ταύταις μὲν οἴει δεῖν προσαποφαίνεσθαι περὶ τῶν ἐκτός, ἐκείναις δὲ τοῦ πάσχειν πλέον οὐδὲν ἐπίστευες. εἰ μὲν γὰρ ἐπίσης ἔχουσιν ἐγγύς τε γενόμεναι καὶ μακρὰν οὖσαι πρὸς πίστιν, ἢ πάσαις δίκαιόν ἐστιν ἢ μηδὲ ταύταις ἕπεσθαι τὴν προσαποφαινομένην τὸ εἶναι κρίσιν εἰ δὲ γίγνεται διαφορὰ τοῦ πάθους ἀποστᾶσι καὶ προσελθοῦσι, ψεῦδός ἐστι τὸ μήτε φαντασίαν μήτʼ αἴσθησιν σιν ἑτέρας ἑτέραν ἐναργεστέραν ὑπάρχειν καθάπερ ἃς λέγουσιν ἐπιμαρτυρήσεις καὶ ἀντιμαρτυρήσεις οὐθέν εἰσι πρὸς τὴν αἴσθησιν4 ἀλλὰ πρὸς τὴν δόξαν· ὥστʼ εἰ ταύταις ἑπομένους ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς κελεύουσι, τῆς δόξης κρῖμα τὸ εἶναι τῆς δʼ αἰσθήσεως πάθος τὸ φαινόμενον ποιοῦντες, ἀπὸ τοῦ πάντως ἀληθοῦς τὴν κρίσιν ἐπὶ τὸ διαπῖπτον πολλάκις μεταφέρουσιν.

那么科洛忒斯又如何呢?他似乎与那些刚开始学认字的孩子们陷入了同样的境地,这些孩子习惯了在自己的书写板上认读字母,一旦看到写在别处的字母便困惑不安。因为对于他在伊壁鸠鲁的著述中欣然接受并赞赏的理论,一旦由别人说出,他便无法理解也无法认出了。事实上,那些主张当一个圆形影像落在我们身上、另一次是一个弯曲影像落下时,感觉确实受到了真实印刻,却不容许附带断言“塔是圆的”或“桨是弯的”的人,是在确证自身的情感与表象,却不肯承认外部事物亦是如此。相反,正如对那些〔昔兰尼派〕人而言必须说“被马化”和“被墙化”而非“马”或“墙”一样,在此也必然要说视觉“被变圆”和“被变歪”,而非说桨或塔是“歪的”或“圆的”;因为视觉所承受的影像确实是弯曲的,而影像所由产生的桨本身却并不是弯曲的。既然情感与外部主体之间存在差异,那么确信要么必须停留在情感上,要么就因在“显得如此”之外附带断言“是如此”而遭受驳斥。再者,当人们只是说并非外部事物是热的、而是感觉中的情感变成了如此时,他们却为感觉大声叫嚷并愤愤不平,这难道不恰恰与关于味觉所说的一模一样吗——即他们否认外部事物是甜的,只承认关于味觉产生了某种如此的情感和运动?而那个声称接受到人形表象、却感知不到是否为人之人,若非出自那些主张视觉接受到弯曲状表象、却不附带断言其是否弯曲,也不断言它是圆的、而只断言关于它产生了表象和似圆形的印记的人,又是从何处获得立论依据的呢?“凭宙斯起誓,”有人会说,“但我若走近塔并摸到桨,便会断言桨是直的、塔是多边形的;而那个人即便走近,也只会承认‘似乎如此’和‘显得如此’,绝不会承认更多。”确实凭宙斯起誓,最优秀的朋友啊,他比你更好地看清并坚守了逻辑的一贯性,即每一个表象就其自身而言都是同等可靠的,但对其他事物而言则无一可靠,而是全无区别。但对你而言,如果你认为依据这些〔切近的〕表象应当对外部事物作出附带断言,却对那些〔远距离的〕表象除了承受情感之外不给予更多信任,那么“一切表象皆为真实,无一不可信或虚假”的前提就荡然无存了。因为如果无论近处还是远处产生的表象在可信度上完全同等,那么附带断言“是如此”的判定就理应要么顺从所有表象,要么连这些〔切近的〕表象也不顺从。但如果对于退后与走近的人而言情感产生了差异,那么“表象与感觉绝无一种比另一种更为明晰”的命题就是虚假的。同样,他们所说的事后见证与反向见证并不针对感觉、而是针对意见;因此,如果他们命令人们顺从这些去对外部事物作出断言,将“是如此”归为意见的判决,而将“显得如此”归为感觉的情感,他们便是把判定从绝对真实之物转移到了屡屡出错之物上。

语法注4 条
  1. 25οἱ γάρ, εἰδώλου προσπίπτοντος ἡμῖν περιφεροῦς ἑτέρου δὲ κεκλασμένου

    定冠词 οἱ 作主格,与随后的分词短语(λέγοντες, οὐκ ἐῶντες)结合,作为主动词 βεβαιοῦσι 和 οὐκ ἐθέλουσιν 的主语。此处的 οἱ 指代伊壁鸠鲁学派学者,用于指出他们自身也将感官承受的影像与外部实体区分开来。

  2. 25τὸ δὲ δὴ βοᾶν αὐτοὺς καὶ ἀγανακτεῖν

    带冠词的不定式短语 τὸ ... βοᾶν ... καὶ ἀγανακτεῖν 置于句首,充当主语性的论题先行成分,与谓语部分 ἆρʼ οὐ ταὐτόν ἐστι τῷ λεγομένῳ 相连接,构成反问句的核心结构:“他们大声叫嚷并愤愤不平,这难道不正是与关于……所说的完全同一吗?”

  3. 25τὸ ἀκόλουθον ὁρῶν καὶ φυλάττων, τὸ πᾶσαν εἶναι φαντασίαν ὁμοίως ἀξιόπιστον

    由第二个冠词 τό 引导的不定式从句(τὸ πᾶσαν εἶναι φαντασίαν...)充当先前名词短语 τὸ ἀκόλουθον(逻辑的一贯性/推论)的同位语,具体阐明这种一贯性究竟所指为何。

  4. 25καθάπερ ἃς λέγουσιν ἐπιμαρτυρήσεις καὶ ἀντιμαρτυρήσεις οὐθέν εἰσι πρὸς τὴν αἴσθησιν

    先行词 ἐπιμαρτυρήσεις καὶ ἀντιμαρτυρήσεις 被吸引到关系代词 ἃς 的格(宾格,作 λέγουσιν 的宾语)中,并并入关系从句内部(先行词的格吸引与并入)。其句意等同于:αἱ ἐπιμαρτυρήσεις καὶ ἀντιμαρτυρήσεις ἃς λέγουσιν οὐθέν εἰσι πρὸς τὴν αἴσθησιν(“他们所说的见证与反见证与感觉无涉”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:25