- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:23-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克澄清了斯提尔波关于述谓的论辩仅仅是对言语习惯的质疑而非颠覆现实生活,揭露了科洛忒斯攻击同代哲学家却不敢署其名的怯懦,并纠正了他对昔兰尼派感官情感理论的恶意歪曲。
οὐ μὴν ἀλλὰ τὸ ἐπὶ τοῦ Στίλπωνος τοιοῦτόν ἐστιν. εἰ περὶ ἵππου τὸ τρέχειν κατηγοροῦμεν, οὔ φησι ταὐτὸν εἶναι τῷ περὶ οὗ κατηγορεῖται τὸ κατηγορούμενον ἀλλʼ ἕτερον· οὐδʼ εἰ περὶ ἀνθρώπου τὸ ἀγαθὸν εἶναι, ἀλλʼ ἕτερον μὲν ἀνθρώπῳ τοῦ τί ἦν εἶναι τὸν λόγον,1 ἕτερον δὲ τῷ ἀγαθῷ· καὶ πάλιν τὸ ἵππον εἶναι τοῦ τρέχοντα εἶναι διαφέρειν· ἑκατέρου γὰρ ἀπαιτούμενοι τὸν λόγον οὐ τὸν αὐτὸν ἀποδίδομεν ὑπὲρ ἀμφοῖν ὅθεν ἁμαρτάνειν τοὺς ἕτερον ἑτέρου κατηγοροῦντας εἰ μὲν γὰρ ταὐτόν ἐστι τἀνθρώπῳ τἀγαθὸν καὶ τῷ ἵππῳ τὸ τρέχειν, πῶς καὶ σιτίου καὶ φαρμάκου τἀγαθὸν, καὶ νὴ Δία πάλιν λέοντος καὶ κυνὸς τὸ τρέχειν κατηγοροῦμεν; εἰ δʼ ἕτερον, οὐκ ὀρθῶς ἄνθρωπον ἀγαθὸν καὶ ἵππον τρέχειν λέγομεν. εἴπερ οὖν ἐν τούτοις ἐξαιμάξει πικρῶς ὁ Στίλπων, τῶν ἐν ὑποκειμένῳ καὶ καθʼ ὑποκειμένου λεγομένων μηδεμίαν ἀπολιπὼν συμπλοκὴν πρὸς τὸ ὑποκείμενον, ἀλλʼ ἕκαστον αὐτῶν, εἰ μὴ κομιδῇ ταὐτὸν ᾧ συμβέβηκε λέγεται, μηδʼ ὡς συμβεβηκὸς οἰόμενος δεῖν περὶ αὐτοῦ λέγεσθαι, φωναῖς τισι δυσκολαίνων καὶ πρὸς τὴν συνήθειαν ἐνιστάμενος, οὐ τὸν βίον ἀναιρῶν οὐδὲ τὰ πράγματα δῆλός ἐστι.2
话虽如此,斯提尔波的情形其实是这样的。 如果我们述谓马“在奔跑”,他说被述谓者与承受述谓者并非同一,而是各异的;如果述谓人“是善的”,情况亦非同一,而是人之为其所是的本质定义是一回事,善的本质定义则是另一回事;同样,“作为马”与“作为奔跑者”也有所分别;因为当被要求给出各自的定义时,我们并不会为二者给出相同的定义。 因此他说,那些将一物述谓另一物的人是错误的。因为如果“善”与人是同一的,“奔跑”与马是同一的,那我们又怎能把“善”述谓食物和药物,又凭宙斯作证,把“奔跑”述谓狮子和狗呢?但如果二者各异,我们说“人是善的”或“马在奔跑”便是不正确的。因此,即便斯提尔波在这些论点上展开激烈抨击,完全不保留在主体之中并被用来述谓主体的属性与主体自身的结合,并且认为其中的每一个属性,除非被说成与承受附性之物完全同一,否则甚至不应当作为附性被用来述谓该物,他也显然只是在对某些字句吹毛求疵并抗拒日常语用习惯,而非在摧毁生活或现实事物。
γενόμενος δʼ οὖν ὁ Κωλώτης ἀπὸ τῶν παλαιῶν τρέπεται πρὸς τοὺς καθʼ ἑαυτὸν φιλοσόφους, οὐδενὸς τιθεὶς ὄνομα· καίτοι καλῶς εἶχε καὶ τούτους ἐλέγχειν ἐπʼ ὀνόματος ἢ μηδὲ τοὺς παλαιούς. ὁ δὲ τὸν Σωκράτην καὶ τὸν Πλάτωνα καὶ τὸν Παρμενίδην τοσαυτάκις θέμενος ὑπὸ τὸ γραφεῖον δῆλός ἐστιν ἀποδειλιάσας πρὸς τοὺς ζῶντας, οὐ μετριάσας ὑπʼ αἰδοῦς, ἣν τοῖς κρείττοσιν οὐκ ἔνειμε. βούλεται δὲ προτέρους μέν, ὡς ὑπονοῶ, τοὺς Κυρηναϊκοὺς ἐλέγχειν, δευτέρους δὲ τοὺς περὶ Ἀρκεσίλαον Ἀκαδημαϊκούς. οὗτοι γὰρ ἦσαν οἱ περὶ πάντων ἐπέχοντες ἐκεῖνοι δὲ τὰ πάθη καὶ τὰς φαντασίας ἐν αὑτοῖς τιθέντες οὐκ ᾤοντο τὴν ἀπὸ τούτων πίστιν εἶναι διαρκῆ πρὸς τὰς ὑπὲρ τῶν πραγμάτων καταβεβαιώσεις· ἀλλʼ ὥσπερ ἐν πολιορκίᾳ τῶν ἐκτὸς ἀποστάντες, εἰς τὰ πάθη κατέκλεισαν αὑτούς, τὸ φαίνεται τιθέμενοι τὸ δʼ ἐστί μηκέτι προσαποφαινόμενοι3 περὶ τῶν ἐκτός. διό φησιν αὐτοὺς ὁ Κωλώτης μὴ δύνασθαι ζῆν μηδὲ χρῆσθαι τοῖς πράγμασιν εἶτα κωμῳδῶν οὗτοι φησὶν ἄνθρωπον εἶναι καὶ ἵππον καὶ τοῖχον οὐ λέγουσιν, αὑτοὺς δὲ τοιχοῦσθαι καὶ ἱπποῦσθαι καὶ ἀνθρωποῦσθαι πρῶτον αὐτοῖς, ὥσπερ οἱ συκοφάνται, κακούργως χρώμενος τοῖς ὀνόμασιν. ἕπεται μὲν γὰρ ἀμέλει καὶ ταῦτα τοῖς ἀνδράσιν ἔδει δέ, ὡς ἐκεῖνοι διδάσκουσι, δηλοῦν τὸ γιγνόμενον γλυκαίνεσθαι γὰρ λέγουσι καὶ πικραίνεσθαι καὶ ψύχεσθαι καὶ θερμαίνεσθαι καὶ φωτίζεσθαι καὶ σκοτίζεσθαι, τῶν παθῶν τούτων ἑκάστου τὴν ἐνέργειαν οἰκείαν ἐν αὑτῷ καὶ ἀπερίσπαστον ἔχοντος· εἰ δὲ γλυκὺ τὸ μέλι καὶ πικρὸς ὁ θαλλὸς καὶ ψυχρὰ ἡ χάλαζα καὶ θερμὸς ὁ ἄκρατος καὶ σκοτεινὸς ὁ τῆς νυκτὸς ἀήρ, ὑπὸ πολλῶν ἀντιμαρτυρεῖσθαι, καὶ θηρίων καὶ πραγμάτων καὶ ἀνθρώπων, τῶν μὲν δυσχεραινόντων τὸ μέλι, τῶν δὲ προσιεμένων τὴν θαλλίαν καὶ ἀποκαομένων ὑπὸ τῆς χαλάζης καὶ καταψυχομένων ὑπʼ οἴνου καὶ πρὸς ἥλιον ἀμβλυωττόντων καὶ νύκτωρ βλεπόντων. ὅθεν ἐμμένουσα τοῖς πάθεσιν ἡ δόξα διατηρεῖ τὸ ἀναμάρτητον, ἐκβαίνουσα δὲ καὶ πολυπραγμονοῦσα τῷ κρίνειν καὶ ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς αὑτήν τε πολλάκις ταράσσει καὶ μάχεται πρὸς ἑτέρους ἀπὸ τῶν αὐτῶν ἐναντία πάθη καὶ διαφόρους φαντασίας λαμβάνοντας.
无论如何,科洛忒斯在论述完古人之后,便转向与他同时代的哲学家,却没有写出任何一人的名字;然而,要么指名道姓地驳斥这些人,要么就也不该指名道姓地驳斥古人,这才是正当的做法。可是,这个曾屡次将苏格拉底、柏拉图和巴门尼德诉诸笔端之人,显然是对活着的人心生怯懦,而绝非出于敬畏而有所克制——他本就未曾将这种敬畏给予更伟大的人物。据我推测,他是企图先驳斥昔兰尼学派,继而驳斥围绕阿耳克西拉奥斯的阿卡德米学派学者。因为后者是对万事悬置判断的人,而前者则将情感与表象置于自身内部,并不认为源自这些的信念足以对现实事物作出确凿断言;他们就像在围城战中放弃了外部事物一样,将自己封闭在诸情感之中,确立“显得如此”,却不再对外部事物断言“是如此”。因此科洛忒斯断言他们既无法生活也无法行事,随后更戏剧性地嘲讽道:“这些人不说有人、有马、有墙,却说自己被‘墙壁化’、被‘马化’、被‘人化’。” 首先,他像诬告者一样,居心不良地曲解对方的用词。因为尽管这些推论固然可以从他们的话引申出来,但他本应按照那些人的教义,揭示真正发生的情形。因为他们说自己是“被变甜”、“被变苦”、“被变冷”、“被变热”、“被照亮”和“被变暗”,这些情感中的每一项都在其自身内部拥有一种属于其固有且不容怀疑的作用;但至于蜂蜜是否甜、嫩枝是否苦、冰雹是否冷、纯酒是否热、夜气是否暗,则受到许多野兽、事物和人的反向见证——有的讨厌蜂蜜,有的喜欢嫩枝,有的被冰雹灼伤,被酒冰镇,面对太阳眼花缭乱而在夜间视物。因此,信念只要停留在情感之中便能保持无谬,但一旦逾越界限,多管闲事地去对外部事物进行判定和断言,它便常常使自身陷入混乱,并与那些从完全相同之物中获得相反情感和不同表象的人发生争执。
- 23τοῦ τί ἦν εἶναι τὸν λόγον
亚里士多德哲学中表示“本质”的经典术语 τὸ τί ἦν εἶναι,在此以带冠词属格 τοῦ τί ἦν εἶναι 作 τὸν λόγον 的定语,意为“表述本质的定义/命题”。全句构成 ἕτερον... ἀνθρώπῳ τοῦ τί ἦν εἶναι τὸν λόγον, ἕτερον δὲ τῷ ἀγαθῷ(对于人而言,其本质定义是一回事,对于善而言则是另一回事)的对称结构。
- 23εἴπερ οὖν ἐν τούτοις ἐξαιμάξει πικρῶς ὁ Στίλπων... δῆλός ἐστι
长难句及倒装结构。条件从句以 εἴπερ οὖν 开始,谓语动词为 ἐξαιμάξει(严厉抨击),后接两个主格分词 ἀπολιπών 和 οἰόμενος;主句位于句末(φωναῖς τισι δυσκολαίνων... δῆλός ἐστι),其中人称结构 δῆλός ἐστι 支配其补充成分主格分词 δυσκολαίνων、ἐνιστάμενος 以及 οὐ... ἀναιρῶν(“显而易见他只是对言词挑剔……而非摧毁……”)。
- 24τὸ φαίνεται τιθέμενοι τὸ δʼ ἐστί μηκέτι προσαποφαινόμενοι
动词第三人称单数直陈式 φαίνεται(显现)与 ἐστί(是/存在)分别前置中性单数冠词 τό 而名词化,作分词 τιθέμενοι(设定/确立)和 προσαποφαινόμενοι(附加断言)的直接宾语。这一结构精确概括了昔兰尼学派仅承认主观感受(“显得如此”),而拒绝对外在实在作出判断(“是如此”)的认识论立场。
