← 普鲁塔克

驳科罗特斯

§21-22

苏格拉底的自我探究与斯提尔波辩护

普鲁塔克为苏格拉底辩护,指出省察自身与灵魂本性并未破坏生活,并驳斥了科洛忒斯对斯提尔波关于述谓的辩证游戏所作的夸大指责;进而反唇相讥,指出正是伊壁鸠鲁派否定神明的尊号与“可表述之物”(lekta),才真正摧毁了宗教生活与理性认识。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

ἀλλὰ διδόντες αὐτῷ τὸ μηδὲν οὕτως ἄχρηστον εἶναι μηδὲ φορτικὸν ὡς τὸ ζητεῖν αὑτόν, ἐρώμεθα τίς αὕτη τοῦ βίου σύγχυσίς ἐστιν ἢ πῶς ἐν τῷ ζῆν οὐ δύναται διαμένειν ἀνήρ, ὅτε τύχοι, πρὸς ἑαυτὸν ἀναλογιζόμενος φέρε, τίς ὢν οὗτος ὁ ἐγὼ τυγχάνω; πότερον ὡς κρᾶμά τι μεμιγμένον ἔκ τε τῆς ψυχῆς καὶ τοῦ σώματος· ἢ μᾶλλον ἡ ψυχὴ τῷ σώματι χρωμένη, καθάπερ ἱππεὺς ἀνὴρ ἵππῳ χρώμενος, οὐ τὸ ἐξ ἵππου καὶ ἀνδρός; ἢ τῆς ψυχῆς τὸ κυριώτατον, ᾧ φρονοῦμεν καὶ λογιζόμεθα καὶ πράττομεν, ἕκαστος ἡμῶν ἐστι, τὰ δὲ λοιπὰ καὶ ψυχῆς μόρια πάντα καὶ σώματος ὄργανα τῆς τούτου δυνάμεως; ἢ τὸ παράπαν οὐκ ἔστιν οὐσία ψυχῆς ἀλλʼ αὐτὸ τὸ σῶμα κεκραμένον ἔσχηκε τὴν τοῦ φρονεῖν καὶ ζῆν δύναμιν; ἀλλὰ τούτοις μὲν οὐκ ἀναιρεῖ τὸν βίον ὁ Σωκράτης, ἃ δὴ πάντες οἱ φυσικοὶ ζητοῦσιν· ἐκεῖνα δʼ ἦν τὰ ἐν Φαίδρῳ δεινὰ καὶ ταρακτικὰ τῶν πραγμάτων, αὑτὸν οἰομένου δεῖν ἀναθεωρεῖν,1 εἴτε Τυφῶνός ἐστι θηρίον πολυπλοκώτερον καὶ μᾶλλον ἐπιτεθυμμένον εἴτε θείας τινὸς καὶ ἀτύφου μοίρας φύσει μετέχον ἀλλὰ τούτοις γε τοῖς ἐπιλογισμοῖς οὐ τὸν βίον ἀνῄρει, τὴν δʼ ἐμβροντησίαν ἐκ τοῦ βίου καὶ τὸν τῦφον ἐξήλαυνε καὶ τὰς ἐπαχθεῖς καὶ ὑπερόγκους κατοιήσεις καὶ μεγαλαυχίας· ταῦτα γὰρ ὁ Τυφών ἐστιν, ὃν πολὺν ὑμῖν ἐνεποίησεν ὁ καθηγεμὼν καὶ θεοῖς πολεμῶν καὶ θείοις ἀνδράσι.

然而,即便我们向他让步,承认没有任何事情像探求自己那样无用且沉重,我们也不妨发问:当一个人偶尔在心中反省道:“且慢,我自己究竟是什么人?是由灵魂和身体混合而成的某种复合物吗?抑或是使用身体的灵魂,正如骑手使用马匹一样,而非由马和人共同构成的存在?还是说,我们借以思考、推理和行动的灵魂中最核心的部分才是我们各自的本质,而灵魂的所有其余部分以及身体的器官,不过是服务于这一部分机能的工具?抑或灵魂根本就没有实在本质,而是身体本身经过调和而获得了思考与生活的机能?”——试问这究竟会造成何种生活的混乱,或者一个人又怎会因此而无法继续生存呢? 然而,苏格拉底并未因这些所有自然哲学家都在探求的论题而破坏生活;相反,在科洛忒斯眼中真正可怖且扰乱世事的,乃是《斐德罗篇》中的那些话,即苏格拉底认为自己应当审察: “自己究竟是比提丰更为错综复杂、更为狂烈膨胀的怪兽,还是在天性上分有某种神圣且无傲慢之命运的造物。” 可是,苏格拉底通过这些反思并未摧毁生活,而是把昏聩的愚妄、傲慢以及令人难以忍受且膨胀虚浮的自负与夸大狂从生活中驱逐出去;因为这些正是你们的导师在向神明和神圣之人开战时,大量灌输给你们的那头提丰。

§22

μετὰ δὲ Σωκράτην καὶ Πλάτωνα προσμάχεται Στίλπωνι καὶ τὰ μὲν ἀληθινὰ δόγματα καὶ τοὺς λόγους τάνδρός, οἷς ἑαυτόν τε κατεκόσμει καὶ πατρίδα καὶ φίλους καὶ τῶν βασιλέων τοὺς περὶ αὐτὸν σπουδάσαντας, οὐ γέγραφε, οὐδʼ ὅσον ἦν φρόνημα τῇ ψυχῇ μετὰ πραότητος καὶ μετριοπαθείας· ὧν δὲ παίζων καὶ χρώμενος γέλωτι πρὸς.; τοὺς σοφιστὰς λογαρίων προύβαλεν αὐτοῖς, ἑνὸς μνησθεὶς2 καὶ πρὸς τοῦτο μηδὲν εἰπὼν μηδὲ λύσας τὴν πιθανότητα, τραγῳδίαν ἐπάγει τῷ Στίλπωνι καί τὸν βίον ἀναιρεῖσθαὶ φησιν ὑπʼ αὐτοῦ, λέγοντος ἕτερον ἑτέρου μὴ κατηγορεῖσθαι. πῶς γὰρ βιωσόμεθα, μὴ λέγοντες ἄνθρωπον ἀγαθὸν μηδʼ ἄνθρωπον στρατηγὸν ἀλλʼ ἄνθρωπον ἄνθρωπον χωρὶς καὶ ἀγαθὸν ἀγαθὸν καὶ στρατηγὸν στρατηγόν, μηδʼ ἱππεῖς μυρίους μηδὲ πόλιν ἐχυράν, ἀλλʼ ἱππεῖς ἱππεῖς, καὶ μυρίους μυρίους, καὶ τἄλλα ὁμοίως; τίς δὲ διὰ ταῦτα χεῖρον ἐβίωσεν ἀνθρώπων; τίς δὲ τὸν λόγον ἀκούσας οὐ συνῆκεν, ὅτι παίζοντός ἐστιν εὐμούσως ἢ γύμνασμα τοῦτο προβάλλοντος ἑτέροις διαλεκτικόν; οὐκ ἄνθρωπον, ὦ Κωλῶτα, μὴ λέγειν ἀγαθὸν οὐδʼ ἱππεῖς μυρίους δεινόν ἐστιν· ἀλλὰ τὸν θεὸν μὴ λέγειν θεὸν μηδὲ νομίζειν, ὃ πράττετε ὑμεῖς μήτε Δία γενέθλιον μήτε Δήμητρα θεσμοφόρον εἶναι μήτε Ποσειδῶνα φυτάλμιον ὁμολογεῖν ἐθέλοντες, οὗτος ὁ χωρισμὸς τῶν ὀνομάτων πονηρὸς ἐστι καὶ τὸν βίον ἐμπίπλησιν ὀλιγωρίας ἀθέου καὶ θρασύτητος, ὅταν τὰς συνεζευγμένας τοῖς θεοῖς προσηγορίας ἀποσπῶντες συναναιρῆτε θυσίας μυστήρια πομπὰς ἑορτάς. τίνι γὰρ προηρόσια θύσομεν; τίνι σωτήρια; πῶς δὲ φωσφόρεια, βακχεῖα, προτέλεια γάμων ἄξομεν, μὴ ἀπολιπόντες μηδὲ βακχεῖς καὶ φωσφόρους καὶ προηροσίους καὶ σωτῆρας; ταῦτα γὰρ ἅπτεται τῶν κυριωτάτων καὶ μεγίστων, ἐν πράγμασιν ἔχοντα τὴν ἀπάτην, οὐ περὶ φωνάς τινας οὐδὲ λεκτῶν σύνταξιν οὐδʼ ὀνομάτων συνήθειαν. ὡς εἴ γε καὶ ταῦτα τὸν βίον ἀνατρέπει, τίνες μᾶλλον ὑμῶν πλημμελοῦσι περὶ τὴν διάλεκτον, οἳ τὸ τῶν λεκτῶν γένος οὐσίαν τῷ λόγῳ παρέχον ἄρδην ἀναιρεῖτε,3 τὰς φωνὰς καὶ τὰ τυγχάνοντα μόνον ἀπολιπόντες, τὰ δὲ μεταξὺ σημαινόμενα πράγματα, διʼ ὧν γίγνονται μαθήσεις διδασκαλίαι προλήψεις νοήσεις ὁρμαὶ συγκαταθέσεις, τὸ παράπαν οὐδʼ εἶναι λέγοντες;

在抨击了苏格拉底和柏拉图之后,他又攻击斯提尔波。对于斯提尔波借以光耀自身、城邦、友人以及热忱对待他的诸位君王之真正学说与论述,以及他那兼具温和与节制的灵魂是何等高尚,科洛忒斯只字不提;反而在斯提尔波戏谑并用笑声嘲弄诡辩家时抛给他们的那些小逻辑题中,科洛忒斯仅仅提及其中一个,既未针对它说出任何反驳,也未能破解其说服力,却对斯提尔波大肆夸张构陷,宣称由于斯提尔波主张“一物不可述谓另一物”,“生活已被他所摧毁”。 因为科洛忒斯问道:“如果我们不说‘人是善的’,也不说‘人是将军’,而是分别称‘人为人’、‘善为善’、‘将军为将军’,也不说‘万名骑兵’或‘坚固的城池’,而是只说‘骑兵为骑兵’、‘万为万’,其余皆依此类推,那我们还如何生活呢?” 然而,世人当中有谁因这些话而生活得更糟了呢?听闻此论者,又有谁不明白他是在巧妙地开玩笑,或是在向他人提出一个辨证的练习题呢?科洛忒斯啊,不把人称为善的,或者不说万名骑兵,并不是什么可怕的事;可怕的是不把神称为神,也不信奉神——这正是你们所做的事,你们不愿承认宙斯是诞生之神,得墨忒耳是立法之神,波塞冬是繁育之神。这种对于名称的分离才是邪恶的,当你们撕裂与诸神相联结的称谓、从而一并废除祭祀、密仪、游行和节日时,它就让生活充满了无神的轻蔑与狂妄。因为我们将向谁献上耕前祭?又向谁献上平安祭?如果我们不承认任何巴克科斯之神、执炬之神、耕前之神与救主之神,我们又如何举行执炬节、酒神节以及婚礼前的奠祭呢?因为这些关涉到最根本、最重大的事务,其欺瞒存在于真实事物之中,而非关乎某些声音、可表述之物的句法或名称的习用。退一步说,如果连这些言语都会颠覆生活,那么又有谁在语言上的过失会比你们更严重呢?你们将赋予言论以本质的可表述之物这一类别彻底根除,仅仅留下了声音和承载物,却宣称介于二者之间、赖以产生学习、教学、前概念、思想、冲动与同意的被表意事物根本就不存在。

语法注3 条
  1. 21αὑτὸν οἰομένου δεῖν ἀναθεωρεῖν

    属格分词 οἰομένου 构成属格独立结构,以苏格拉底(ὁ Σωκράτης)为逻辑主语,用于解释紧接前文 ἐκεῖνα δʼ ἦν τὰ ἐν Φαίδρῳ δεινὰ καὶ ταρακτικὰ τῶν πραγμάτων 所指的具体背景和因由。

  2. 22ὧν δὲ παίζων καὶ χρώμενος γέλωτι πρὸς τοὺς σοφιστὰς λογαρίων προύβαλεν αὐτοῖς, ἑνὸς μνησθεὶς

    此处为一个倒置与离隔(hyperbaton)句式,关系代词 ὧν 与其名词 λογαρίων 被提前。其句法骨架为 ἑνὸς μνησθεὶς τῶν λογαρίων ὧν... προύβαλεν(“提及了他抛给诡辩家们的那些小逻辑题中的一个”),作 μνησθεὶς 宾语的属格 ἑνός 支配充当部分属格的前置关系从句。

  3. 22τὸ τῶν λεκτῶν γένος οὐσίαν τῷ λόγῳ παρέχον ἄρδην ἀναιρεῖτε

    λεκτά(可表述之物 / 意谓体)是斯多亚派逻辑学的核心术语。普鲁塔克在此抨击伊壁鸠鲁派仅承认声音(φωνή)和外在承担物(τυγχάνον),却取消了居间非肉身性的“被表意之物”(λεκτόν),从而在根本上摧毁了语言和论辩的基础。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:21-22