← 普鲁塔克

驳科罗特斯

§19-20

依循显现的行为与对灵魂本质探求的辩护

普鲁塔克指出,根据伊壁鸠鲁学派唯有智者才拥有不动摇之坚信的教条,科洛忒斯自身在日常生活中也仅是依循显现行事,因而毫无资格指责苏格拉底。此外,针对科洛忒斯嘲讽苏格拉底对“人是什么”这一灵魂本质的探求,作者援引赫拉克利特、德尔斐神谕以及伊壁鸠鲁学派自身将灵魂最高功能归为“不可名状之性质”的困境进行了驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

ταῦτα μὲν οὖν πρὸς τὰς βλασφημίας. ὅτι δέ, οἷς ἐγκαλεῖ περὶ τῶν ἐναργῶν, ἔνοχος αὐτός ἐστιν, οὐ συνεῖδεν.1 ἓν γάρ ἐστι τῶν Ἐπικούρου δογμάτων, τὸ μηδὲν ἀμεταπείστως πεπεῖσθαι μηδένα πλὴν τὸν σοφόν. ἐπεὶ τοίνυν ὁ Κωλώτης οὐκ ἦν σοφὸς οὐδὲ μετὰ τὰς σεβάσεις ἐκείνας, ἐρωτάτω πρῶτον ἐκεῖνα τὰ ἐρωτήματα,2 πῶς σιτία προσάγεται καὶ οὐ χόρτον ἐπιτήδειος ὢν, καὶ τὸ ἱμάτιον τῷ σώματι καὶ οὐ τῷ κίονι περιτίθησι, μήθʼ ἱμάτιον εἶναι τὸ ἱμάτιον μήτε σιτίον τὸ σιτίον ἀμεταπείστως πεπεισμένος. εἰ δὲ καὶ ταῦτα πράττει καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, ποσὶν οὐ διέρχεται, καὶ τοὺς ὄφεις φεύγει καὶ τοὺς λύκους, μηδὲν εἶναι τούτων οἷον φαίνεται πεπεισμένος ἀμεταπείστως, ἀλλὰ πράττων ἕκαστα κατὰ τὸ φαινόμενον· οὐδὲ Σωκράτει δήπουθεν ἐμποδὼν ἦν ἡ περὶ τῶν αἰσθήσεων δόξα τοῦ χρῆσθαι τοῖς φαινομένοις ὁμοίως. οὐ γὰρ Κωλώτῃ μὲν ὁ ἄρτος ἄρτος ἐφαίνετο καὶ χόρτος ὁ χόρτος, ὅτι τοὺς διοπετεῖς ἀνεγνώκει Κανόνας· ὁ δὲ Σωκράτης ὑπʼ ἀλαζονείας ἄρτου μὲν ὡς χόρτου χόρτου δʼ ὡς ἄρτου φαντασίαν ἐλάμβανε. δόγμασι γὰρ ἡμῶν καὶ λόγοις οὗτοι χρῶνται βελτίοσιν οἱ σοφοί· τὸ δʼ αἰσθάνεσθαι καὶ τυποῦσθαι πρὸς τὰ φαινόμενα κοινόν ἐστι πάθος ἀλόγοις περαινόμενον αἰτίαις. ὁ δὲ τὰς αἰσθήσεις λόγος ἐπαγόμενος,3 ὡς οὐκ ἀκριβεῖς οὐδʼ ἀσφαλεῖς πρὸς πίστιν οὔσας, οὐκ ἀναιρεῖ τὸ φαίνεσθαι τῶν πραγμάτων ἡμῖν ἕκαστον, ἀλλὰ χρωμένοις κατὰ τὸ φαινόμενον ἐπὶ τὰς πράξεις ταῖς αἰσθήσεσι τὸ πιστεύειν ὡς ἀληθέσι πάντῃ καὶ ἀδιαπτώτοις οὐ δίδωσιν αὐταῖς τὸ γὰρ ἀναγκαῖον ἀρκεῖ καὶ χρειῶδες ἀπʼ αὐτῶν, ὅτι βέλτιον ἕτερον οὐκ ἔστιν· ἣν δὲ ποθεῖ φιλόσοφος ψυχὴ λαβεῖν ἐπιστήμην περὶ ἑκάστου καὶ γνῶσιν, οὐκ ἔχουσι.

以上就是对那些诽谤的答复。然而,科洛忒斯却没有察觉到,对于自己在明见事物上所提出的控告,他自己正是应当承担责任的。因为伊壁鸠鲁的教条之一便是:除了智者之外,没有任何人对任何事物持有不可动摇的坚信。既然科洛忒斯即便在那些顶礼膜拜之后也并非智者,那么不妨让他先向自己提出那些质问:既然他不曾不可动摇地坚信外袍就是外袍、食物就是食物,那么作为一个正常人,他又如何摄取粮食而非青草,将外袍披在自己身上而非柱子上?如果他在做着这些事,并且在河水宽广时不徒步涉水,逃避毒蛇与豺狼,同时又并未不可动摇地确信其中任何事物正如其显现的那样,而只是依据显现进行每一项活动;那么显而易见,苏格拉底关于感觉的见解同样不会阻碍他依照显现来行事。因为科洛忒斯并不是由于读过了从天而降的《准则》,面包在他眼中才显得是面包,青草显得是青草;而苏格拉底也不是出于傲慢,才把面包作为青草、把青草作为面包来接受表象的。因为这些智者运用的是比我们更好的教条与论证;但依照显现去感知和受模印,乃是由无理性的原因所导致的共同被动体验。而审查诸感觉的论证,因为指明它们在确证上既不精确也不稳固,并未取消具体事物向我们的显现,只是对于那些在行动中依照显现运用感觉的人,不准许将感觉视作完全真实且绝无差错而予以信赖。因为从感觉中所获得的必需和实用功能已经足够,毕竟并无其他更好的手段;然而,哲学的心灵所渴望获得的关于每一事物的科学认识与真知,感觉却并不具备。

§20

περὶ μὲν οὖν τούτων καὶ πάλιν ὁ Κωλώτης εἰπεῖν παρέξει, ταὐτὰ πολλοῖς ἐγκεκληκώς. ἐν οἷς δὲ κομιδῇ διαγελᾷ καὶ φλαυρίζει τὸν Σωκράτην ζητοῦντα τί ἄνθρωπός ἐστι καὶ νεανιευόμενον, ὥς φησιν, ὅτι μηδʼ αὐτὸς εἰδείη, δῆλος μέν ἐστιν αὐτὸς οὐδέποτε πρὸς τούτῳ γενόμενος· ὁ δʼ Ἡράκλειτος ὡς μέγα τι καὶ σεμνὸν διαπεπραγμένος ἐδιζησάμην φησὶν ἐμεωυτόν, καὶ τῶν ἐν Δελφοῖς γραμμάτων θειότατον ἐδόκει τὸ γνῶθι σαυτόν ὃ δὴ καὶ Σωκράτει ἀπορίας καὶ ζητήσεως ταύτης ἀρχὴν ἐνέδωκεν, ὡς Ἀριστοτέλης ἐν τοῖς Πλατωνικοῖς εἴρηκε· Κωλώτῃ δὲ γελοῖον δοκεῖ. τί οὖν οὐ καταγελᾷ καὶ τοῦ καθηγεμόνος, τοῦτʼ αὐτὸ πράττοντος, ὁσάκις γράφοι καὶ διαλέγοιτο περὶ οὐσίας ψυχῆς καὶ τοῦ ἀθρόου τῆς καταρχῆς;4 εἰ γὰρ τὸ ἐξ ἀμφοῖν, ὡς ἀξιοῦσιν αὐτοί, σώματος τοιοῦδε καὶ ψυχῆς, ἄνθρωπός ἐστιν, ὁ ζητῶν ψυχῆς φύσιν ἀνθρώπου ζητεῖ φύσιν ἐκ τῆς κυριωτέρας ἀρχῆς. ὅτι δʼ αὕτη λόγῳ δυσθεώρητος αἰσθήσει δʼ ἄληπτός ἐστι, μὴ παρὰ Σωκράτους σοφιστοῦ καὶ ἀλαζόνος ἀνδρός, ἀλλὰ παρὰ τῶν σοφῶν τούτων λάβωμεν, οἳ μέχρι τῶν περὶ σάρκα τῆς ψυχῆς δυνάμεων, αἷς θερμότητα καὶ μαλακότητα καὶ τόνον παρέχει τῷ σώματι, τὴν οὐσίαν συμπηγνύντες αὐτῆς ἔκ τινος θερμοῦ καὶ πνευματικοῦ καὶ ἀερώδους οὐκ ἐξικνοῦνται πρὸς τὸ κυριώτατον ἀλλʼ ἀπαγορεύουσι. τὸ γὰρ ᾧ κρίνει καὶ μνημονεύει καὶ φιλεῖ καὶ μισεῖ, καὶ ὅλως τὸ φρόνιμον καὶ λογιστικὸν ἔκ τινος φησιν ἀκατονομάστου ποιότητος ἐπιγίνεσθαι. καὶ ὅτι μὲν αἰσχυνομένης ἐστὶν ἀγνοίας τουτὶ τὸ ἀκατονόμαστον ἐξομολόγησις, οὐκ ἔχειν ὀνομάσαι φασκόντων ὃ μὴ δύνανται καταλαβεῖν, ἴσμεν· ἐχέτω δὲ συγγνώμην καὶ τοῦτο ὡς λέγουσι.5 φαίνεται γὰρ οὐ φαῦλον οὐδὲ ῥᾴδιον οὐδὲ τοῦ τυχόντος εἶναι καταμαθεῖν ἀλλʼ ἐνδεδυκὸς ἀπόρῳ τινὶ τόπῳ καὶ δεινῶς ἀποκεκρυμμένον, ᾧ γʼ ὄνομα μηδὲν ἐν τοσούτοις πρὸς δήλωσιν οἰκεῖόν ἐστιν. οὐ Σωκράτης οὖν ἀβέλτερος, ὅστις εἴη ζητῶν ἑαυτόν, ἀλλὰ πάντες, οἷς ἔπεισί τι τῶν ἄλλων πρὸ τούτου ζητεῖν, ὅτι τὴν γνῶσιν ἀναγκαίαν ἔχον οὕτως εὑρεθῆναι χαλεπόν ἐστιν· οὐ γὰρ ἂν ἐλπίσειεν ἑτέρου λαβεῖν ἐπιστήμην, ὃν διαπέφευγε τῶν ἑαυτοῦ τὸ κυριώτατον καταλαβεῖν.

关于这些问题,科洛忒斯既然对许多人提出了同样的指控,日后还会给我们再次论述的机会。但是,他在对苏格拉底竭力嘲弄与贬低、斥责其追问人是什么并如他所言以连他自己也不知道而傲慢张狂这一点上,显然是他自己从未涉足过这种探求。赫拉克利特仿佛完成了一件崇高而伟大的业绩般说道:“我探求了我自己”;而在德尔斐的铭文中,最神圣的被认为是“认识你自己”,正如亚里士多德在谈论柏拉图的著作中所言,正是这句格言为苏格拉底的困惑与追问提供了开端;但科洛忒斯却觉得这十分可笑。那么,他为什么不嘲笑自己的导师呢?导师在每次著述和论及灵魂的本质和初生的聚结时,所做的不正是这件事吗?因为正如他们自己所主张的,如果由特定的身体和灵魂这两者构成的事物就是人,那么探求灵魂本性的人,就是从更为根本的本原出发探求人的本性。而这种本性用理性难以观察、用感觉无法把握,我们且不必从苏格拉底这个“诡辩者和夸大狂”那里,而是从这些智者本身那里来领会吧:他们将灵魂的本质构造成某种热气、气息和空气般的东西,直到灵魂关于肉体的诸般能力——借此给身体提供热度、柔软与张力——为止,却无法达致最核心的部分,最终只得放弃。 因为他说,灵魂赖以判断、记忆、爱、恨,以及整体上用以明智思考和推理的部分,是从某种“不可名状的性质”中产生的。我们也知道,对于那些自称无法为不可理解之物命名的人而言,这句“不可名状”乃是羞惭的无知的表白;但是,“正如人们所说,这也情有可原吧”。因为这似乎绝非寻常、轻易或普通人所能领会之事,而是深陷于难解之境且隐藏得极深,以至于在如此繁多的语词中竟然没有一个适于表述它。因此,探求自己究竟是谁的苏格拉底并非愚昧,相反,那些在此之前反而去探求其他事物的人才全都是愚蠢的,因为尽管这一认识至关重要,要发现它却如此艰难;一个人若连属于自己最核心的部分都未能把握,又怎能指望获得关于其他事物的知识呢?

语法注5 条
  1. 19ὅτι δέ, οἷς ἐγκαλεῖ περὶ τῶν ἐναργῶν, ἔνοχος αὐτός ἐστιν, οὐ συνεῖδεν

    关系代词 οἷς 融合了先行词 τούτοις(由形容词 ἔνοχος 所要求的与格补足语),原本作为从句动词 ἐγκαλεῖ 的宾格宾语,在此被吸引为与格(关系词格吸引)。整个 ὅτι... ἔνοχος αὐτός ἐστιν 引导的从属从句充当主句动词 οὐ συνεῖδεν 的宾语从句。

  2. 19ἐπεὶ τοίνυν ὁ Κωλώτης οὐκ ἦν σοφὸς οὐδὲ μετὰ τὰς σεβάσεις ἐκείνας, ἐρωτάτω πρῶτον ἐκεῖνα τὰ ἐρωτήματα

    ἐρωτάτω 为第三人称单数现在时祈使语气,充当由 ἐπεί 引导的原因从句(“既然科洛忒斯并不是智者……”)之后的统领主动词,带有劝诫或挑战的意味(“让他先问问自己……”);紧随其后由 πῶς 引导的间接疑问从句与 ἐκεῖνα τὰ ἐρωτήματα 构成同格关系。

  3. 19ὁ δὲ τὰς αἰσθήσεις λόγος ἐπαγόμενος

    中动态分词 ἐπαγόμενος 修饰名词 λόγος,采用了交错语序(hyperbaton),意为“引入/检验诸感觉的论证”。ὡς οὐκ ἀκριβεῖς οὐδʼ ἀσφαλεῖς πρὸς πίστιν οὔσας 带有分词 οὔσας,作为宾格补充成分,说明该论证认为感觉“不精确亦不可靠”的主张与根据。

  4. 20τοῦ ἀθρόου τῆς καταρχῆς

    伊壁鸠鲁学派的技术术语。τὸ ἀθρόον 指原子的集合体或团块(conglomerate),καταρχή 则指最初的起源或构成;整个短语指灵魂与肉体在生命诞生之初的“始生原聚体”或“初生原子的集合”。

  5. 20ἐχέτω δὲ συγγνώμην καὶ τοῦτο ὡς λέγουσι

    ἐχέτω 为第三人称单数现在时祈使语气,表达让步或许可(“这也情有可原吧 / 就照样予以宽容吧”)。ὡς λέγουσι 则是插入语,意为“正如人们所说”或“正如他们[伊壁鸠鲁派]所说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:19-20