- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:17-18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克针对科洛忒斯斥责德尔斐神谕为粗俗并指责苏格拉底言行不一的观点进行驳斥,揭露了伊壁鸠鲁学派内部盲目个人崇拜与神圣化的闹剧,并指出苏格拉底一生的坚定行径恰恰证明了他言行的高度一致。
ἀλλʼ ἐπεὶ τὸν Σωκράτην μετὰ τὸν Παρμενίδην ὑπερέβημεν, ἀναληπτέος εὐθὺς οὖν τὸν ἀφʼ ἱερᾶς κεκίνηκεν1 ὁ Κωλώτης· καὶ διηγησάμενος ὅτι χρησμὸν ἐκ Δελφῶν περὶ Σωκράτους ἀνήνεγκε Χαιρεφῶν, ὃν ἴσμεν ἅπαντες, ταῦτʼ ἐπείρηκε τὸ μὲν οὖν τοῦ Χαιρεφῶντος διὰ τὸ τελέως σοφιστικὸν καὶ φορτικὸν διήγημα εἶναι παρήσομεν φορτικὸς οὖν ὁ Πλάτων ὁ τοῦτον ἀναγράψας τὸν χρησμόν, ἵνα τοὺς ἄλλους ἐάσω.2 φορτικώτεροι δὲ Λακεδαιμόνιοι, τὸν περὶ Λυκούργου χρησμὸν ἐν ταῖς παλαιοτάταις ἀναγραφαῖς ἔχοντες σοφιστικὸν δʼ ἦν διήγημα τὸ Θεμιστοκλέους, ᾧ πείσας Ἀθηναίους τὴν πόλιν ἐκλιπεῖν κατεναυμάχησε τὸν βάρβαρον φορτικοὶ δʼ οἱ τῆς Ἑλλάδος νομοθέται, τὰ μέγιστα καὶ πλεῖστα τῶν ἱερῶν πυθόχρηστα καθιστάντες. εἰ τοίνυν ὁ περὶ Σωκράτους, ἀνδρὸς εἰς ἀρετὴν θεολήπτου γενομένου, χρησμὸς ἀνενεχθεὶς ὡς σοφοῦ, φορτικὸς ἦν καὶ σοφιστικός, τίνι προσείπωμεν ἀξίως ὀνόματι τοὺς ὑμετέρους βρόμους καὶ ὀλολυγμούς καὶ κροτοθορύβους καὶ σεβάσεις καὶ ἐπιθειάσεις, αἷς προστρέπεσθε καὶ καθυμνεῖτε τὸν ἐφʼ ἡδονὰς παρακαλοῦντα συνεχεῖς καὶ πυκνάς; ὃς ἐν τῇ πρὸς Ἀνάξαρχον ἐπιστολῇ ταυτὶ γέγραφεν ἐγὼ δʼ ἐφʼ ἡδονὰς συνεχεῖς παρακαλῶ καὶ οὐκ ἐπʼ ἀρετάς, κενὰς καὶ ματαίας καὶ ταραχώδεις ἐχούσας τῶν καρπῶν τὰς ἐλπίδας. ἀλλʼ ὅμως ὁ μὲν Μητρόδωρος τὸν Τίμαρχον παρακαλῶν φησι ποιήσωμέν τι καλὸν ἐπὶ καλοῖς, μονονοὺ καταδύντες ταῖς ὁμοιοπαθείαις καὶ ἀπαλλαγέντες ἐκ τοῦ χαμαὶ βίου εἰς τὰ Ἐπικούρου ὡς ἀληθῶς θεόφαντα ὄργια Κωλώτης δʼ αὐτὸς ἀκροώμενος Ἐπικούρου φυσιολογοῦντος ἄφνω τοῖς γόνασιν αὐτοῦ προσέπεσε, καὶ ταῦτα γράφει σεμνυνόμενος αὐτὸς Ἐπίκουρος ὡς σεβομένῳ γάρ σοι τὰ τόθʼ ὑφʼ ἡμῶν λεγόμενα προσέπεσεν ἐπιθύμημα ἀφυσιολόγητον τοῦ περιπλακῆναι ἡμῖν γονάτων ἐφαπτόμενον καὶ πάσης τῆς εἰθισμένης ἐπιλήψεως γίγνεσθαι, κατὰ τὰς σεβάσεις τιμῶν καὶ λιτάς· ἐποίεις οὖν φησί, καὶ ἡμᾶς ἀνθιεροῦν σὲ αὐτὸν καὶ ἀντισέβεσθαι συγγνωστὰ νὴ Δία τοῖς λέγουσιν ὡς παντὸς ἂν πρίαιντο τῆς ὄψεως ἐκείνης εἰκόνα γεγραμμένην θεάσασθαι, τοῦ μὲν προσπίπτοντος εἰς γόνατα καὶ περιπλεκομένου τοῦ δʼ ἀντιλιτανεύοντος καὶ ἀντιπροσκυνοῦντος. οὐ μέντοι τὸ θεράπευμα τοῦτο, καίπερ εὖ τῷ Κωλώτῃ συντεθέν, ἔσχε καρπὸν ἄξιον· οὐ γὰρ ἀνηγορεύθη σοφὸς ἀλλὰ μόνον ἄφθαρτός μοι περιπάτει φησὶ καὶ ἡμᾶς ἀφθάρτους διανοοῦ.
然而,既然我们在巴门尼德之后略过了苏格拉底,就必须重新回过头来谈他。于是科洛忒斯立刻亮出了他的杀手锏;在讲述了大家都知道的凯勒丰从德尔斐带回关于苏格拉底的神谕之后,他补充了这样一段话: “至于凯勒丰的故事,因为完全是一则诡辩且粗俗的传闻,我们就略过不提了。” 那么,且不说其他人,单是记述了这条神谕的柏拉图就是粗俗的吗?在最古老的文献中保存了关于吕库古神谕的斯巴达人就更为粗俗;地米斯托克利借以劝说雅典人弃城并在海战中击溃蛮族的故事则是诡辩;而将绝大多数也是最重大的祭仪确立为遵奉阿波罗神谕的希腊立法者们也全都是粗俗的了?那么,关于苏格拉底这位在美德上得神感召之人、以其为智者而被带回的神谕,若是粗俗而诡辩的,我们又当用何种恰当的名号来称呼你们的狂呼、尖叫、掌声雷动、顶礼膜拜以及神圣化呢?你们正是用这些方式来祈求并赞美那位号召大家享受持续且密集快乐的人。他在致阿那克萨库斯的信中写道:“我号召大家享受持续的快乐,而不是追求美德,因为美德对其果实的期盼是空洞、徒劳且动荡不安的。” 尽管如此,美特罗多罗在勉励提马库斯时却说:“让我们为美好的目标做一番美好的事业吧,即便几乎要受同类情感的折磨,也要从这匍匐于地的生活中解脱出来,进入伊壁鸠鲁那真正如神灵显现般的秘仪之中。” 而科洛忒斯本人在听伊壁鸠鲁讲解自然哲学时,突然跪倒在他的膝下,伊壁鸠鲁本人还得意洋洋地写道: “因为当你崇敬我们当时所说的话时,一种不合乎自然之理的欲望袭击了你,使你想要抱住我们,抓住我们的膝盖,并做出一切在崇敬与祈求中惯有的抓持举动;因此你使我们,”他说,“也反过来将你奉为神圣并反向膜拜你。” 凭宙斯起誓,那些说无论付出什么代价都想看到描绘那一景象的画作的人是完全可以理解的:一人跪倒在地紧紧抱住对方,另一人则回拜并反向祈请!然而,这种讨好逢迎虽然被科洛忒斯安排得十分周密,却没有结出相称的果实;因为他并没有被宣告为智者,而只是被告知:“在我的眼中作为不朽者行走吧,”他说,“并且将我们也视为不朽者。”
τοιαῦτα μέντοι ῥήματα καὶ κινήματα καὶ πάθη συνειδότες αὑτοῖς ἑτέρους φορτικοὺς ἀποκαλοῦσι. καὶ δῆτα καὶ προθεὶς ὁ Κωλώτης τὰ σοφὰ ταῦτα καὶ καλὰ περὶ τῶν αἰσθήσεων, ὅτι σιτία προσαγόμεθα καὶ οὐ χόρτον, καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, πλοίοις διαπερῶμεν, ὅταν δʼ εὐδιάβατοι γένωνται, τοῖς ποσίν, ἐπιπεφώνηκεν ἀλλὰ γὰρ ἀλαζόνας ἐπετήδευσας λόγους, ὦ Σώκρατες καὶ ἕτερα μὲν διελέγου τοῖς ἐντυγχάνουσιν ἕτερα δʼ ἔπραττες. πῶς γὰρ οὐκ ἀλαζόνες οἱ Σωκράτους λόγοι, μηδὲν αὐτοῦ εἰδέναι φάσκοντος ἀλλὰ μανθάνειν ἀεὶ καὶ ζητεῖν τἀληθές; εἰ δὲ τοιαύταις, ὦ Κωλῶτα, Σωκράτους φωναῖς περιέπεσες, οἵας Ἐπίκουρος γράφει πρὸς Ἰδομενέα πέμπε οὖν ἀπαρχὰς ἡμῖν εἰς τὴν τοῦ ἱεροῦ σώματος θεραπείαν ὑπέρ τε αὑτοῦ καί τέκνων· οὕτω γάρ μοι λέγειν ἐπέρχεται τίσιν ἂν ῥήμασιν ἀγροικοτέροις ἐχρήσω; καὶ μὴν ὅτι Σωκράτης ἄλλα μὲν ἔλεγεν ἄλλα δʼ ἔπραττε, θαυμαστῶς μαρτυρεῖ σοι τὰ ἐπὶ Δηλίῳ τὰ ἐν Ποτιδαίᾳ τὰ ἐπὶ τῶν τριάκοντα τὰ πρὸς Ἀρχέλαον τὰ πρὸς τὸν δῆμον ἡ πενία ὁ θάνατος· οὐ γὰρ ἄξια ταῦτα τῶν Σωκρατικῶν λόγων.3 ἐκεῖνος ἦν, ὦ μακάριε, κατὰ Σωκράτους ἔλεγχος ἕτερα μὲν λέγοντος ἕτερα δὲ πράττοντος, εἰ τὸ ἡδέως ζῆν τέλος ἐκθέμενος οὕτως ἐβίωσε.4
然而,他们明知自己有着这样的言辞、举动和狂热,却把别人斥为粗俗!不仅如此,科洛忒斯在提出了这些关于感觉的明智而美妙的论点——即“我们吃的是粮食而不是青草;大河宽广时我们乘船渡过,水浅易渡时则徒步涉水”——之后,竟然高声喊道: “然而苏格拉底啊,你习惯于说大话,你对所遇见的人说的与你所做的截然不同!” 苏格拉底坚称自己一无所知,只是始终在学习和探求真理,他的言辞怎么就成了夸夸其谈呢?科洛忒斯啊,如果你遇见过苏格拉底说过类似伊壁鸠鲁写给伊多墨纽斯信中的话:“因此,为了供养这具神圣的躯体,请为你自己和你的孩子们向我们送来初熟的供品;因为我心中正是浮现出要这样说的念头”——你又会用何等更粗野的话语来痛骂呢?而且,关于苏格拉底说一套做一套,你在德利翁的战役、波提狄亚的战役、三十僭主时期的作为、对阿尔刻拉奥斯的态度、对大众的举止、他的赤贫以及他的从容就义中,都得到了极好的见证;难道这些作为都配不上苏格拉底的言辞吗?好心人啊,倘若他把安乐的生活当作最终目的,却以这种方式度过了一生,那才真正构成了对苏格拉底言行不一的驳斥呢!
- 17τὸν ἀφʼ ἱερᾶς κεκίνηκεν
源自棋类博弈的成语,字面意为“移动了神圣线上的棋子”,比喻“使出了杀手锏”或“走出了决定性的一步”。此处普鲁塔克带讽刺意味地指科洛忒斯拿出了抨击苏格拉底的最重磅王牌(德尔斐神谕)。
- 17ἵνα τοὺς ἄλλους ἐάσω
形式上为目的从句,但实际充当修辞性的插入语,意为“且不说其他人”或“其他人暂且不论”。
- 18οὐ γὰρ ἄξια ταῦτα τῶν Σωκρατικῶν λόγων
强烈的反讽句。字面意义为“因为这些作为配不上苏格拉底的言辞”,但结合语境,其真正意图是反诘:“难道能说他在战役中的勇敢、面对僭主与民众的不屈以及坦然赴死等伟大德行,反而配不上他的学说吗?”
- 18ἐκεῖνος ἦν, ὦ μακάριε, κατὰ Σωκράτους ἔλεγχος... εἰ... ἐβίωσε
与过去事实相反的虚拟条件句。归结从句使用了不带 ἄν 的未完成过去时直陈式 ἦν,生动而断定地指出“那才真正算得上是驳斥”,配合条件从句中的不定过去时直陈式(εἰ... ἐβίωσε),构成对过去未发生之事的假设。
