← 普鲁塔克

驳科罗特斯

§15-16

科洛忒斯对柏拉图实体与分有论的误读

普鲁塔克指出,柏拉图将可感事物称作“非真实存在”并非否定其存在,而是为了辨析永恒实体与可变分有者之间的本性差异,并借助斯多亚派与伊壁鸠鲁派自身的学说,有力驳斥了科洛忒斯的无端指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

ἀλλὰ δὴ Πλάτων φησὶ τοὺς ἵππους ὑφʼ ἡμῶν ματαίως ἵππους εἶναι καὶ τοὺς ἀνθρώπους καὶ ποῦ τοῦτο τῶν Πλάτωνος συγγραμμάτων ἀποκεκρυμμένον εὗρεν ὁ Κωλώτης; ἡμεῖς γὰρ ἐν πᾶσιν ἀναγινώσκομεν καὶ τὸν ἄνθρωπον ἄνθρωπον καὶ τὸν ἵππον ἵππου καὶ πῦρ τὸ πῦρ ὑπʼ αὐτοῦ δοξαζόμενον· καὶ δοξαστὸν ὀνομάζει τούτων ἕκαστον. ὁ δʼ οἷα δὴ σοφίας οὐδʼ ἀκαρὲς ἀπέχων ὡς ἓν καὶ ταὐτὸν ἔλαβε τὸ μὴ εἶναι τὸν ἄνθρωπον καὶ τὸ εἶναι μὴ ὂν τὸν ἄνθρωπον.1 τῷ Πλάτωνι δὲ θαυμαστῶς ἐδόκει διαφέρειν τὸ μὴ εἶναι τοῦ μὴ ὂν εἶναι· τῷ μὲν γὰρ ἀναίρεσιν οὐσίας πάσης τῷ δʼ ἑτερότητα δηλοῦσθαι τοῦ μεθεκτοῦ καὶ τοῦ μετέχοντος. ἣν οἱ μὲν ὕστερον εἰς γένους καὶ εἴδους καὶ κοινῶς τινων καὶ ἰδίων λεγομένων ποιῶν διαφορὰν ἔθεντο μόνον, ἀνωτέρω δʼ οὐ προῆλθον, εἰς λογικωτέρας ἀπορίας ἐμπεσόντες. ἔστι δὲ τοῦ μεθεκτοῦ πρὸς τὸ μετέχον λόγος, ὃν αἰτία τε πρὸς ὕλην ἔχει καὶ παράδειγμα πρὸς εἰκόνα καὶ δύναμις πρὸς πάθος. ᾧ γε δὴ μάλιστα τὸ καθʼ αὑτὸ καὶ ταὐτὸν ὂν ἀεὶ διαφέρει τοῦ διʼ ἕτερον καὶ μηδέποτʼ ὡσαύτως ἔχοντος· ὅτι τὸ μὲν οὔτʼ ἔσται ποτὲ μὴ ὂν οὔτε γέγονε, καὶ διὰ τοῦτο πάντως καὶ ὄντως ὄν ἐστι· τῷ δʼ οὐδʼ ὅσον ἀπʼ ἄλλου συμβέβηκε μετέχειν τοῦ εἶναι βέβαιόν ἐστιν, ἀλλʼ ἐξίσταται διʼ ἀσθένειαν, ἅτε τῆς ὕλης περὶ τὸ εἶδος ὀλισθανούσης καὶ πάθη πολλὰ καὶ μεταβολὰς εἶναι τὴν εἰκόνα τῆς οὐσίας, ὥστε κινεῖσθαι καὶ σαλεύεσθαι, δεχομένης. ὥσπερ οὖν ὁ λέγων Πλάτωνα μὴ εἶναι τὴν εἰκόνα τοῦ Πλάτωνος, οὐκ ἀναιρεῖ τὴν ὡς εἰκόνος αἴσθησιν αὐτῆς καὶ ὕπαρξιν, ἀλλʼ ἐνδείκνυται καθʼ αὑτό τινος ὄντος καὶ πρὸς ἐκεῖνο ἑτέρου γεγονότος διαφοράν· οὕτως οὔτε φύσιν οὔτε χρῆσιν οὔτʼ αἴσθησιν ἀνθρώπων ἀναιροῦσιν οἱ κοινῆς τινος οὐσίας μετοχῇ καὶ ἰδέᾳ γιγνόμενον ἡμῶν ἕκαστον εἰκόνα τοῦ παρασχόντος τὴν ὁμοιότητα τῇ γενέσει προσαγορεύοντες οὐδὲ γὰρ ὁ πῦρ μὴ λέγων εἶναι τὸν πεπυρωμένον σίδηρον ἢ τὴν σελήνην ἥλιον, ἀλλὰ κατὰ Παρμενίδην "νυκτιφαὲς περὶ γαῖαν ἀλώμενον, ἀλλότριον φῶς," ἀναιρεῖ σιδήρου χρῆσιν ἢ σελήνης· φύσιν· ἀλλʼ εἰ μὴ λέγοι σῶμα μηδὲ πεφωτισμένον, ἤδη μάχεται ταῖς αἰσθήσεσιν, ὥσπερ ὁ σῶμα καὶ ζῷον καὶ γένεσιν καὶ αἴσθησιν μὴ ἀπολείπων. ὁ δὲ ταῦθʼ ὑπάρχειν τῷ μετεσχηκέναι καὶ ὅσον ἀπολείπεται τοῦ ὄντος ἀεὶ καὶ τὸ εἶναι παρέχοντος αὐτοῖς ὑπονοῶν οὐ παρορᾷ τὸ αἰσθητὸν ἀλλὰ παρορᾷ τὸ νοητόν, οὐδʼ ἀναιρεῖ τὰ γιγνόμενα καὶ φαινόμενα περὶ ἡμᾶς τῶν παθῶν ἀλλʼ ὅτι βεβαιότερα τούτων ἕτερα καὶ μονιμώτερα πρὸς οὐσίαν ἐστὶ τῷ μήτε γίγνεσθαι μήτʼ ἀπόλλυσθαι μήτε πάσχειν μηδέν, ἐνδείκνυται τοῖς ἑπομένοις, καὶ διδάσκει καθαρώτερον τῆς διαφορᾶς ἁπτομένους τοῖς ὀνόμασι τὰ μὲν ὄντα τὰ δὲ γιγνόμενα προσαγορεύειν. τοῦτο δὲ καὶ τοῖς νεωτέροις συμβέβηκε· πολλὰ γὰρ καὶ μεγάλα πράγματα τῆς τοῦ ὄντος; ἀποστεροῦσι προσηγορίας, τὸ κενὸν τὸν χρόνον τὸν τόπον, ἁπλῶς τὸ τῶν λεκτῶν γένος, ἐν ᾧ καὶ τἀληθῆ πάντʼ ἔνεστι· ταῦτα γὰρ ὄντα μὲν μὴ εἶναι τινὰ δ’ εἶναι λέγουσι,2 χρώμενοι δʼ αὐτοῖς ὡς ὑφεστῶσι καὶ ὑπάρχουσιν ἐν τῷ βίῳ καὶ τῷ φιλοσοφεῖν διατελοῦσιν.

科洛忒斯声称:“然而柏拉图确实说过,马和人对于我们而言徒然是马和人。”可是科洛忒斯究竟是在柏拉图著作的何处偏僻角落找到了这番话呢?因为我们在他的全部著作中都读到,他将人认作人,将马认作马,将火认作火,皆视为意见的对象;并且他将其中每一项都称作“可被意见所把握者”。然而科洛忒斯自命离智慧连须臾之差都没有,竟把“人不存在”与“人并非真实存在之物”当成了同一种意思。但在柏拉图看来,“不存在”与“作为非真实存在而存在”有着惊人的差异;因为前者意味着否定一切实质存在,而后者则指明了被分有者与分有者之间的殊异。后世学者仅仅将这种差异归结为属与种、或是所谓的共同性质与固有性质之间的分别,陷入了更为烦琐的逻辑疑难之中,再未能进一步深入。然而被分有者与分有者之间的关系,正如原因之于质料、范型之于肖像、主动能力之于受动。这也正是那依自身存在且始终同一之物,与那因他者而存在且绝不处于相同状态之物之间的根本差异所在:因为前者既绝不会成为非存在,也从未生成过,因此它是全然且真实的存在;而后者甚至连依凭他者而分有的那一点存在也并不稳固,反而因脆弱而发生偏离,因为质料围绕着形式滑动,并且承受着诸多受动与变化,以致实体的肖像始终处于动荡摇摆之中。因此,正如声称柏拉图的肖像并不是柏拉图的人,并未取消该肖像作为肖像的感知和存在,而是指明了依自身存在之物与相对于前者而生成之物之间的差异;同样地,那些因我们每个人通过分有某种共同实体与理念而生成,从而将我们称为赋予生成以相似性者的肖像的人,也丝毫没有取消人的本性、功用或感觉。因为否认烧红的铁是火、或者依巴门尼德所言称月亮不是太阳而是“在夜间发光、环绕大地漫游的外来之光”的人,并未取消铁的功用或月亮的本性;但若有人说它既非物体亦未被照亮,那才是与感觉相抗抗争,而未曾取消身体、生物、生成和感觉的人则绝非如此。至于那认为这些事物之所以存在乃因参与了分有,并思及它们与那常在且赋予其存在者相比有多大差距的人,他不仅没有忽视感觉对象,反而是注视着理知对象;他也并未取消围绕我们生成并显现的受动现象,而是向追随者们指出,另有事物由于既不生成、亦不毁灭、更不受任何变易,而在实体层面上比这些受动更加牢固持久,并教导他们在更纯粹地把握这种差异的同时,通过名称将前者称为“存在者”,将后者称为“生成者”。这种情况同样发生在新近的哲学家(斯多亚学派)身上:他们从许多重大的事物中剥夺了“存在者”的称号,例如虚空、时间、空间,以及概括而言包罗一切真理的“可言说者”之类;他们声称这些事物不是“存在者”,而是“某物”,然而在生活与哲学探究中,他们却始终将它们作为真实确立并现存之物加以运用。

§16

ἀλλʼ αὐτὸν ἡδέως ἂν ἐροίμην τὸν κατήγορον, εἰ τοῖς ἑαυτῶν πράγμασι τὴν διαφορὰν οὐκ ἐνορῶσι ταύτην,3 καθʼ ἣν τὰ μὲν μόνιμα καὶ ἄτρεπτα ταῖς οὐσίαις ἐστίν, ὡς λέγουσι καὶ τὰς ἀτόμους ἀπαθείᾳ καὶ στερρότητι πάντα χρόνον ὡσαύτως ἔχειν, τὰ δὲ συγκρίματα πάντα ῥευστὰ καὶ μεταβλητὰ καὶ γιγνόμενα καὶ ἀπολλύμεν εἶναι, μυρίων μὲν εἰδώλων ἀπερχομένων ἀεὶ καὶ ῥεόντων, μυρίων δʼ ὡς εἰκὸς ἑτέρων ἐκ τοῦ περιέχοντος ἐπιρρεόντων καὶ ἀναπληρούντων τὸ ἄθροισμα, ποικιλλόμενον ὑπὸ τῆς ἐξαλλαγῆς ταύτης καὶ μετακεραννύμενον, ἅτε δὴ καὶ τῶν ἐν βάθει τοῦ συγκρίματος ἀτόμων οὐδέποτε λῆξαι κινήσεως οὐδὲ παλμῶν πρὸς ἀλλήλας δυναμένων ὥσπερ αὐτοὶ λέγουσιν· ἀλλʼ ἔστι μὲν ἐν τοῖς πράγμασιν ἡ τοιαύτη διαφορὰ τῆς οὐσίας· σοφώτερος δὲ τοῦ Πλάτωνος ὁ Ἐπίκουρος, πάνθʼ ὁμοίως ὄντα προσαγορεύει, τὸ ἀναφὲς κενόν, τὸ ἀντερεῖδον σῶμα, τὰς ἀρχάς, τὰ συγκρίματα κοινῆς ναὶ μὰ Δίʼ ἡγούμενος οὐσίας μετέχειν τὸ ἀίδιον τῷ γιγνομένῳ, τὸ ἀνώλεθρον τῷ φθειρομένῳ, τὰς ἀπαθεῖς καὶ διαρκεῖς καὶ ἀμεταβλήτους καὶ μηδέποτε τοῦ εἶναι δυναμένας ἐκπεσεῖν φύσεις ταύταις ὧν ἐν τῷ πάσχειν καὶ μεταβάλλειν τὸ εἶναι, ταῖς μηδένα χρόνον ὡσαύτως; ἐχούσαις. εἰ δὲ δὴ καὶ ὡς ἔνι μάλιστα διήμαρτε τούτοις ὁ Πλάτων, ὀνομάτων ὤφειλε συγχύσεως εὐθύνας ὑπέχειν τοῖς ἀκριβέστερον ἑλληνίζουσι τούτοις καὶ καθαρώτερον διαλεγομένοις, οὐχ ὡς ἀναιρῶν τὰ πράγματα καὶ τοῦ ζῆν ἐξάγων ἡμᾶς αἰτίαν ἔχειν, ὅτι τὰ γιγνόμενα οὐκ ὄντα, καθάπερ οὗτοι, προσηγόρευσεν.

但我倒很想问问这位告发者本人,他们难道没有在自己的学说对象中看出这种差异吗?依照他们的说法,一方面,原子因其不可受动性与坚固性而在一切时间中都处于相同状态,因而在其实体上是恒常不动的;而另一方面,一切复合物都是流变、易逝、经历生成与毁灭的,无数的影像不断流逝离去,周围环境中又必然有另外无数的影像涌入以补充这个集合体,使之在这场更替中不断变换并重新混杂,而且正如他们自己所说,复合物深处的原子也绝不可能停止相互之间的运动与震颤。事物中确实存在着如此显著的实体差异;然而伊壁鸠鲁却自以为比柏拉图更高明,将一切都一概称作“存在者”——不可捉摸的虚空、具有抗力的物体、始基、复合物皆然。凭宙斯起誓,他居然认为永恒之物与生成之物、不朽之物与毁灭之物、不可受动且持久不变而绝不可能脱离存在的本性,与那些存在本身就在于承受变化、绝不在任何时间内保持同一状态的事物,分有同一种实体!即便退一步讲,柏拉图在这些问题上真的犯下了天大的错误,他也无非应当向这些希腊语讲得更精确、论辩更纯正的人承担混淆名辞的责任,而绝不应当仅仅因为他没有像这些人一样把生成之物称为“存在者”,就背负消灭万物、将我们赶出生活的罪名。

语法注3 条
  1. 15τὸ μὴ εἶναι τὸν ἄνθρωπον καὶ τὸ εἶναι μὴ ὂν τὸν ἄνθρωπον

    此处借由否定词 μή 的修饰位置展现存在论上的关键差异。在 τὸ μὴ εἶναι τὸν ἄνθρωπον 中,μή 直接否定不定词 εἶναι,意指“人完全不存在”;而在 τὸ εἶναι μὴ ὂν τὸν ἄνθρωπον 中,μή 紧接在分词 ὂν 之前作表语否定,意指“人作为非真实存在(非永恒实体)而存在”。科洛忒斯将二者混为一谈构成了本段反驳的核心焦点。

  2. 15ταῦτα γὰρ ὄντα μὲν μὴ εἶναι τινὰ δʼ εἶναι λέγουσι

    由 λέγουσι 引导的“宾格加不定词”结构,反映了斯多亚学派的专门术语体系:ταῦτα 为不定词的主格语义载体,ὄντα 作为被否定的不定词(μὴ εἶναι)的表语,τινά 则作为第二个 εἶναι 的表语。这指涉了斯多亚派的学说:无体物(虚空、时间、空间、可言说者)并非“存在者”(ὄντα,仅指物体),但属于最广范畴的“某物”(τινά)。

  3. 16εἰ τοῖς ἑαυτῶν πράγμασι τὴν διαφορὰν οὐκ ἐνορῶσι ταύτην

    连词 εἰ 在此引导依附于潜在希求法主句 ἡδέως ἂν ἐροίμην(“我很乐意去问……是否……”)的间接疑问从句。随后由 καθʼ ἣν 引导的长大关系从句充实了“这种差异”(τὴν διαφορὰν... ταύτην)的具体内容,对比了伊壁鸠鲁派理论中原子的恒常不坏与复合物的流变生灭。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:15-16