- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克批驳了科洛忒斯关于亚里士多德及其后继漫步学派学者完全追随柏拉图学说的说法,列举了他们在自然哲学与理念论上激烈反驳柏拉图的著作与学说,从而指责科洛忒斯的无知与轻率。
διὸ καὶ τὰ πρὸς τοῦτον εἰρημένα δοκεῖ μοι λαβεῖν ἐφεξῆς. καὶ πρῶτόν γε τὴν ἐπιμέλειαν καὶ πολυμάθειαν τοῦ φιλοσόφου σκεψώμεθα, λέγοντος ὅτι τούτοις τοῖς δόγμασι τοῦ Πλάτωνος ἐπηκολουθήκασιν Ἀριστοτέλης καὶ Ξενοκράτης καὶ Θεόφραστος καὶ πάντες οἱ Περιπατητικοί. ποῦ γὰρ ὢν τῆς ἀοικήτου τὸ βιβλίον ἔγραφες, ἵνα ταῦτα συντιθεὶς τὰ ἐγκλήματα μὴ τοῖς ἐκείνων συντάγμασιν ἐντύχῃς1 μηδʼ ἀναλάβῃς εἰς χεῖρας Ἀριστοτέλους τὰ περὶ Οὐρανοῦ καὶ τὰ περὶ Ψυχῆς, Θεοφράστου δὲ τὰ πρὸς τοὺς Φυσικούς, Ἡρακλείδου δὲ τὸν Ζωροάστρην, τὸ περὶ τῶν ἐν Ἅιδου, τὸ περὶ τῶν Φυσικῶς ἀπορουμένων, Δικαιάρχου δὲ τὰ περὶ Ψυχῆς, ἐν οἷς πρὸς τὰ κυριώτατα καὶ μέγιστα τῶν φυσικῶν ὑπεναντιούμενοι τῷ Πλάτωνι καὶ μαχόμενοι διατελοῦσι; καὶ μὴν τῶν ἄλλων Περιπατητικῶν ὁ κορυφαιότατος Στράτων οὔτʼ Ἀριστοτέλει κατὰ πολλὰ συμφέρεται καὶ Πλάτωνι τὰς ἐναντίας ἔσχηκε δόξας περὶ κινήσεως περὶ νοῦ καὶ περὶ ψυχῆς καὶ περὶ γενέσεως· καὶ τελευτῶν τὸν κόσμον αὐτὸν οὐ ζῷον εἶναί φησι, τὸ δὲ κατὰ φύσιν ἕπεσθαι τῷ κατὰ τύχην· ἀρχὴν γὰρ ἐνδιδόναι τὸ αὐτόματον, εἶθʼ οὕτω περαίνεσθαι τῶν φυσικῶν παθῶν ἕκαστον. τάς γε μὴν ἰδέας, περὶ ὧν ἐγκαλεῖ τῷ Πλάτωνι, πανταχοῦ κινῶν ὁ Ἀριστοτέλης2 καὶ πᾶσαν ἐπάγων ἀπορίαν αὐταῖς ἐν τοῖς ἠθικοῖς ὑπομνήμασιν ἐν τοῖς μετὰ τὰ φυσικὰ ἐν τοῖς φυσικοῖς διὰ τῶν ἐξωτερικῶν διαλόγων, φιλονεικότερον ἐνίοις ἔδοξεν ἢ φιλοσοφώτερον ἐκ τῶν δογμάτων τούτων, ὡς προθέμενος τὴν Πλάτωνος ὑπερείπειν φιλοσοφίαν οὕτω μακρὰν ἦν τοῦ ἀκολουθεῖν. τίνος οὖν εὐχερείας ἐστὶ3 τὰ δοκοῦντα τοῖς ἀνδράσι μὴ μαθόντα καταψεύδεσθαι τὰ μὴ δοκοῦντα; καὶ πεπεισμένον ἐλέγχειν ἑτέρους αὐτόγραφον ἐξενεγκεῖν ἀμαθίας ἔλεγχον καθʼ αὑτοῦ καὶ θρασύτητος, ὁμολογεῖν Πλάτωνι φάσκοντα τοὺς διαφερομένους καὶ ἀκολουθεῖν τοὺς ἀντιλέγοντας;
因此,我认为接下来应当考察针对这位哲人所说的话。首先,让我们来检视一下这位“哲学家”的严谨与博学,他居然声称亚里士多德、色诺克拉底、泰奥弗拉斯托斯以及所有的漫步学派门人,都追随了柏拉图的这些学说。你到底是在荒无人烟之地的何处写下了这部著作,以至于在编排这些指控时,竟没有读到他们的著作,也未曾亲手翻开亚里士多德的《论天》与《论灵魂》、泰奥弗拉斯托斯的《反自然学家》、赫拉克利德的《琐罗亚斯德》、《论冥界之物》、《论自然学中的疑难》,以及狄凯阿库斯的《论灵魂》?在这些著作中,他们在自然哲学最根本、最重大的问题上始终与柏拉图对立并激烈交锋。更有甚者,其他漫步学派学者中最杰出的斯特拉图,在许多问题上与亚里士多德并不一致,并且在运动、理智、灵魂以及生成等问题上持有与柏拉图完全相反的观点;最后他甚至声称宇宙本身并不是一个活物,凡合乎本性之物都顺从于合乎偶然之物,因为自发性提供了开端,尔后每一种自然受动才得以如此完成。不仅如此,关于〔科洛忒斯〕据以指责柏拉图的“理念”,亚里士多德在各处对其加以抨击,并在伦理学著述、形而上学著作、自然哲学诸篇以及通俗对话录中,向理念提出了种种质疑,以至于因这些学说上的争辩,在某些人看来,他的做法甚至显得好胜争辩多于哲学探讨,仿佛立志要摧毁柏拉图的哲学,由此可见他离“追随”柏拉图有多么遥远。那么,在没有弄清楚先贤们真实见解的情况下,将他们并不持有的见解强加给他们;自以为在驳斥他人,却亲笔拿出了针对自身无知与狂妄的反驳证据,声称持有异见者赞同柏拉图,声称提出反驳者追随柏拉图——这究竟是何等轻浮妄为之举啊!
- 14ποῦ γὰρ ὢν τῆς ἀοικήτου τὸ βιβλίον ἔγραφες, ἵνα ταῦτα συντιθεὶς τὰ ἐγκλήματα μὴ τοῖς ἐκείνων συντάγμασιν ἐντύχῃς
τῆς ἀοικήτου 是依附于 ποῦ 的部分属格,省略了 γῆς 或 χώρας 等词(意为“在荒无人烟之地的何处”)。接在过去事实的疑问句之后的 ἵνα 引导从句,带有结果或情态后果的意味(“你究竟身在何处,以至于在写作指控时竟然没有遇上……”)。
- 14τάς γε μὴν ἰδέας, περὶ ὧν ἐγκαλεῖ τῷ Πλάτωνι, πανταχοῦ κινῶν ὁ Ἀριστοτέλης
句首的 τάς γε μὴν ἰδέας 属于主题前置(倒装),作后续分词 κινῶν 的直接宾语。整个句子的语法主语是 ὁ Ἀριστοτέλης,其后插入了多重分词短语和介词短语,直至主要动词 ἔδοξεν。
- 14τίνος οὖν εὐχερείας ἐστὶ
属格短语 τίνος εὐχερείας 是充当表语的性质属格(“属于何种轻率之举”),后续的不定词 καταψεύδεσθαι 和 ἐξενεγκεῖν 充当该结构的形式或实际主语。
