← 普鲁塔克

驳科罗特斯

§13

巴门尼德的一与可感及理智对象的区分

作者转向反驳科洛忒斯对巴门尼德的指责,阐明巴门尼德主张存在为“一”并非取消可感世界,而是确立了可变之意见对象与常住之理智对象之间的本体区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ἐπεὶ δʼ ὁ μὲν Κωλώτης ἐφεξῆς τῷ Δημοκρίτῳ τὸν Παρμενίδην ἐβούλετο συγκατορύσσειν, ἐγὼ δʼ ὑπερβὰς τὰ ἐκείνου τὰ τοῦ Ἐμπεδοκλέους προέλαβον διὰ τὸ μᾶλλον ἀκολουθεῖν τοῖς πρώτοις ἐγκλήμασιν αὐτοῦ, ἀναλάβωμεν τὸν Παρμενίδην. ἃ μὲν οὖν αὐτόν φησιν αἰσχρὰ σοφίσματα λέγειν ὁ Κωλώτης, τούτοις ἐκεῖνος ὁ ἀνὴρ οὐ φιλίαν ἐποίησεν ἀδοξοτέραν, οὐ φιληδονίαν θρασυτέραν, οὐ τοῦ καλοῦ τὸ ἀγωγὸν ἐφʼ ἑαυτὸ καὶ διʼ ἑαυτὸ τίμιον ἀφεῖλεν, οὐ τὰς περὶ θεῶν δόξας συνετάραξε τὸ δὲ πᾶν ἓν εἰπὼν οὐκ οἶδʼ ὅπως ζῆν ἡμᾶς κεκώλυκε.1 καὶ γὰρ Ἐπίκουρος, ὅταν λέγῃ τὸ πᾶν ἄπειρον εἶναι καὶ ἀγένητον καὶ ἄφθαρτον καὶ μήτʼ αὐξόμενον μήτε μειούμενον, ὡς περὶ ἑνός τινος διαλέγεται τοῦ παντός· ἐν ἀρχῇ δὲ τῆς πραγματείας ὑπειπὼν τὴν τῶν ὄντων φύσιν σώματα εἶναι καὶ κενὸν, ὡς μιᾶς οὔσης εἰς δύο πεποίηται τὴν διαίρεσιν,2 ὧν θάτερον ὄντως μὲν οὐδέν ἐστιν, ὀνομάζεται δʼ ὑφʼ ὑμῶν ἀναφὲς καὶ κενὸν καὶ ἀσώματον ὥστε καὶ ὑμῖν ἓν τὸ πᾶν ἐστιν εἰ μὴ βούλεσθε κεναῖς φωναῖς περὶ κενοῦ χρῆσθαι, σκιαμαχοῦντες πρὸς τοὺς ἀρχαίους ἀλλʼ ἄπειρα, νὴ Δία, πλήθει τὰ σώματα κατʼ Ἐπίκουρόν ἐστι, καὶ γίγνεται τῶν φαινομένων ἕκαστον ἐξ ἐκείνων. ὅρα μὲν οἵας ὑποτίθεσθε πρὸς γένεσιν ἀρχάς, ἀπειρίαν καὶ κενόν ὧν τὸ μὲν ἄπρακτον ἀπαθὲς ἀσώματον, ἡ δʼ ἄτακτος ἄλογος ἀπερίληπτος,3 αὑτὴν ἀναλύουσα καὶ ταράττουσα τῷ μὴ κρατεῖσθαι μηδʼ ὁρίζεσθαι διὰ πλῆθος. ἀλλʼ ὅ γε Παρμενίδης οὔτε πῦρ ἀνῄρηκεν οὔτε ὕδωρ οὔτε κρημνὸν οὔτε πόλεις, ὥς φησι Κωλώτης, ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ κατοικουμένας· ὅς γε καὶ διάκοσμον πεποίηται, καὶ στοιχεῖα μιγνύς, τὸ λαμπρὸν καὶ σκοτεινόν, ἐκ τούτων τὰ φαινόμενα πάντα καὶ διὰ τούτων ἀποτελεῖ· καὶ γὰρ περὶ γῆς εἴρηκε πολλὰ καὶ περὶ οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων, καὶ γένεσιν ἀνθρώπων ἀφήγηται καὶ οὐδὲν ἄρρητον ὡς ἀνὴρ ἀρχαῖος ἐν φυσιολογίᾳ καὶ συνθεὶς γραφὴν ἰδίαν, οὐκ ἀλλοτρίας διαφθοράν, τῶν κυρίων παρῆκεν. ἐπεὶ δὲ καὶ Πλάτωνος καὶ Σωκράτους ἔτι πρότερος συνεῖδεν,4 ὡς ἔχει τι δοξαστὸν ἡ φύσις, ἔχει δὲ καὶ νοητόν· ἔστι δὲ τὸ μὲν δοξαστὸν ἀβέβαιον καὶ πλανητὸν ἐν πάθεσι πολλοῖς καὶ μεταβολαῖς τῷ φθίνειν καὶ αὔξεσθαι καὶ πρὸς ἄλλον ἄλλως ἔχειν καὶ μηδʼ ἀεὶ πρὸς τὸν αὐτὸν ὡσαύτως τῇ αἰσθήσει τοῦ νοητοῦ δʼ ἕτερον εἶδος, "ἔστι γὰρ οὐλομελές τε καὶ ἀτρεμὲς ἠδʼ ἀγένητον," ὡς αὐτὸς εἴρηκε, καὶ ὅμοιον ἑαυτῷ καὶ μόνιμον ἐν τῷ εἶναι ταῦτα συκοφαντῶν ἐκ τῆς φωνῆς ὁ Κωλώτης καὶ τῷ ῥήματι διώκων οὐ τῷ πράγματι τὸν λόγον ἁπλῶς φησι πάντʼ ἀναιρεῖν τῷ ἓν ὂν ὑποτίθεσθαι τὸν Παρμενίδην. ὁ δʼ ἀναιρεῖ μὲν οὐδετέραν φύσιν, ἑκατέρᾳ δʼ ἀποδιδοὺς τὸ προσῆκον εἰς μὲν τὴν τοῦ ἑνὸς καὶ ὄντος ἰδέαν τίθεται τὸ νοητόν, ὂν μὲν ὡς ἀίδιον καὶ ἄφθαρτον ἓν δʼ ὁμοιότητι πρὸς αὑτὸ καὶ τῷ μὴ δέχεσθαι διαφορὰν προσαγορεύσας, εἰς δὲ τὴν ἄτακτον καὶ φερομένην τὸ αἰσθητόν ὧν καὶ κριτήριον ἰδεῖν ἔστιν. "ἠμὲν ἀληθείης εὐπειθέος ἀτρεκὲς ἦτορ" τοῦ νοητοῦ καὶ κατὰ ταὐτὰ ἔχοντος ὡσαύτως ἁπτόμενον, "ἠδὲ βροτῶν δόξας αἷς οὐκ ἔνι πίστις ἀληθής" διὰ τὸ παντοδαπὰς μεταβολὰς καὶ πάθη καὶ ἀνομοιότητας δεχομένοις ὁμιλεῖν πράγμασι. καίτοι πῶς ἂν ἀπέλιπεν αἴσθησιν καὶ δόξαν, αἰσθητὸν μὴ ἀπολιπὼν μηδὲ δοξαστόν, οὐκ ἔστιν εἰπεῖν. ἀλλʼ ὅτι τῷ μὲν ὄντως ὄντι προσήκει διαμένειν ἐν τῷ εἶναι, ταῦτα δὲ νῦν μὲν ἔστι νῦν δʼ οὐκ ἔστιν ἐξίσταται δʼ ἀεὶ καὶ μεταλλάσσει τὴν φύσιν, ἑτέρας ᾤετο μᾶλλον ἢ τῆς ἐκείνου τοῦ ὄντος ἀεὶ δεῖσθαι προσηγορίας. ἦν οὖν ὁ περὶ τοῦ ὄντος ὡς ἓν εἴη λόγος οὐκ ἀναίρεσις τῶν πολλῶν καὶ αἰσθητῶν, ἀλλὰ δήλωσις αὐτῶν τῆς πρὸς τὸ νοητὸν διαφορᾶς· ἣν ἔτι μᾶλλον ἐνδεικνύμενος Πλάτων τῇ περὶ τὰ εἴδη πραγματείᾳ καὶ αὐτὸς ἀντίληψιν τῷ Κωλώτῃ παρέσχε.

既然科洛忒斯企图紧接着德谟克利特将巴门尼德也一同埋葬,而我越过了他〔巴门尼德〕的事理,先处理了恩培多克勒的事理——因为这更紧扣他最初的控诉——,那么现在就让我们来重新审视巴门尼德吧。科洛忒斯声称巴门尼德讲述了可鄙的诡辩,但那位先贤并未因此使友谊变得更不光彩,也未使贪图享乐变得更肆无忌惮,并未剥夺美好之物引人归己的力量及其因自身而享有的尊严,更未扰乱关于诸神的信念。至于他把万物说成是“一”,我实在不知道这怎么就妨碍了我们的生活。事实上,每当伊壁鸠鲁说万物是无限的、未生成的、不灭的、既不增加也不减少时,他也是把全宇宙作为一个单一之物来论述的;而在他的专著开头,他设定存在之物的本性是物体与虚空,仿佛它是单一的一般,将其划分为二,其中之一在实际上什么都不是,却被你们称为无从触碰、虚空与无形体。因此,对你们而言全宇宙也是“一”,除非你们想要关于虚空使用空洞的言辞,与古人做无谓的影子之战。指天发誓,你们会说,按照伊壁鸠鲁的看法,物体在数量上是无限的,显象中的每一件事物都是由它们生成的。那么且看你们为生成设定了怎样的始基:无限与虚空!这两者中,虚空无所作为、不受影响且无形体;而无限则杂乱无序、不可理喻、无法把捉,因其数量庞大不受支配也不受规定,从而瓦解自身、扰乱自身。 然而巴门尼德至少并没有像科洛忒斯所说的那样,取消火、水、峭壁,或是欧洲与亚洲有人居住的城邦;他甚至建构了一个宇宙秩序,并且通过混合光明与黑暗这两种元素,由它们且通过它们完成了所有显象之物。确实,关于大地、苍天、太阳、月亮与星辰,他论述甚多,还叙述了人类的生成;作为一位在自然哲学领域撰写了独创著作而非窜改他人之作的古人,他没有漏掉任何主要的论题。而且他比柏拉图和苏格拉底还要更早看清:本性既有作为意见对象的部分,也有作为理智对象的部分;意见的对象是不确定的,在衰亡、增长、对不同之人呈现出不同状态以及在感觉中对同一之人也绝非始终如一的过程中,徘徊于诸多的受动与变异之中;而理智对象则是另一种形式: “因为它全肢全备、不动不摇且未曾生成,”正如他自己所言,理智对象自身同一且在存在中保持常驻。科洛忒斯就这些诗句借题发挥,依凭字句而非实质去抨击这一论述,声称巴门尼德仅仅因为假定存在是一,就一揽子取消了一切事物。然而巴门尼德并没有取消这两种本性中的任何一种;相反,他将恰如其分之物赋予两者,将理智对象置于“一”与“存在”的理念之下——将其称为“存在”是因其永恒且不灭,称为“一”是因其自身同一且不容差异——,而将感觉对象置于无序与流变的范畴之中。人们还可以看出它们的评判准则: “其一是令人信服的真理之坚固核心,”它触及的是可理智思考且始终保持如一的事物;“其二是凡人的意见,其中并无真正的确信,”因为它交往的是接受各种变化、受动与不相似性的事物。然而,如果他既不承认感觉对象也不承认意见对象,他又怎能承认感觉与意见呢?这实乃无从说起。相反,正因为真正存在之物适宜于长留于存在之中,而这些感觉之物此刻存在、此刻又不存在,总是背离并改变其本性,所以他认为它们始终更需要一种不同于那个“存在”的称谓。因此,关于存在者是“一”的论述,并非取消众多的、感觉的事物,而是表明它们与理智对象的差异;柏拉图在关于理念的专著中更清楚地揭示了这种差异,他本人也同样为科洛忒斯提供了非难的把柄。

语法注4 条
  1. 13τὸ δὲ πᾶν ἓν εἰπὼν οὐκ οἶδʼ ὅπως ζῆν ἡμᾶς κεκώλυκε

    分词短语 τὸ δὲ πᾶν ἓν εἰπών 修饰主语巴门尼德,作让步或条件性修饰;句首的 δέ 标志着从伦理美德转向生活实际可能性的论题。短语 οὐκ οἶδʼ ὅπως(我不知如何)用作修辞性弱化表达,带有强烈的反问意味,意为“绝无可能妨碍”。

  2. 13ὡς μιᾶς οὔσης εἰς δύο πεποίηται τὴν διαίρεσιν

    ὡς 接独立属格(μιᾶς οὔσης),承接前文单数的“存在之物的本性(ἡ τῶν ὄντων φύσις)”,指出伊壁鸠鲁在逻辑上的自相矛盾:在预设其本性仿佛为单一之物的前提下,却做出了二分(物体与虚空)。

  3. 13ὧν τὸ μὲν ἄπρακτον ἀπαθὲς ἀσώματον, ἡ δʼ ἄτακτος ἄλογος ἀπερίληπτος

    关系代词 ὧν 指向前文设定的两个始基(ἀπειρία 与 κενόν)。其分配采用交错排列(chiasmus):中性的 τὸ μέν 指称中性的 κενόν,而阴性的 ἡ δέ 指称阴性的 ἀπειρία。语法性别的分配与各自的先行词严格对应。

  4. 13ἐπεὶ δὲ καὶ Πλάτωνος καὶ Σωκράτους ἔτι πρότερος συνεῖδεν

    由 ἐπεὶ δὲ 引导的从属从句构成了一个长篇周期句(period),其中嵌套了对意见对象与理智对象的详细对比及诗行引文,一直延续到主句 ταῦτα συκοφαντῶν ... ὁ Κωλώτης ... ἁπλῶς φησι πάντʼ ἀναιρεῖν。主句的主语是 ὁ Κωλώτης,主动词是 φησί。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg140.humanitext-grc2:13