← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§9-10

肉体快乐的空虚与心灵愉悦的纯粹

作者批判了伊壁鸠鲁学派所自矜的肉体快乐之空虚,指出源于沉思、求索真理以及研读历史与文学的心灵快乐才是真正纯粹而恒久的善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

ἃ μὲν οὖν λέγουσιν αὑτοῖς ὑπὸ σοφίας παρεσκευασμένα, τοιαῦτ’ ἐστιν ὧν δʼ ἑαυτοὺς ἀφαιροῦνται καὶ ἀπελαύνουσιν, ἤδη σκοπῶμεν. τὰς μὲν γὰρ ἐπὶ σαρκὸς εὐπαθείᾳ τῆς ψυχῆς διαχύσεις, ἐὰν ὦσι μέτριαι, μηδὲν ἐχούσας μέγα μηδʼ ἀξιόλογον· ἐὰν δʼ ὑπερβάλλωσι, πρὸς τῷ κενῷ καὶ ἀβεβαίῳ φορτικὰς φαινομένας καὶ θρασείας οὐδὲ ψυχικὰς ἄν τις οὐδὲ χαράς, ἀλλὰ σωματικὰς ἡδονὰς καὶ οἷον ἐπιμειδιάσεις καὶ συνεπιθρύψεις προσείποι1 τῆς ψυχῆς. ἃς δʼ ἄξιον καὶ δίκαιον εὐφροσύνας καὶ χαρὰς νομίζεσθαι, καθαραὶ μέν εἰσι2 τοῦ ἐναντίου καὶ σφυγμὸν οὐδένα κεκραμένον οὐδὲ δηγμὸν οὐδὲ μετάνοιαν ἔχουσιν οἰκεῖον δὲ τῇ ψυχῇ καὶ ψυχικὸν ἀληθῶς καὶ γνήσιον καὶ οὐκ ἐπείσακτον αὐτῶν τἀγαθόν ἐστιν οὐδʼ ἄλογον, ἀλλʼ εὐλογώτατον ἐκ τοῦ θεωρητικοῦ καὶ φιλομαθοῦς ἢ πρακτικοῦ καὶ φιλοκάλου τῆς διανοίας φυόμενον. ὧν ὅσας ἑκάτερον καὶ ἡλίκας ἡδονὰς ἀναδίδωσιν, οὐκ ἄν τις ἀνύσειε διελθεῖν προθυμούμενος· ὑπομνῆσαι δὲ βραχέως αἳ θʼ ἱστορίαι πάρεισι πολλὰς μὲν ἐπιτερπεῖς διατριβὰς ἔχουσαι, τὸ δʼ ἐπιθυμοῦν ἀεὶ τῆς ἀληθείας ἀκόρεστον καταλείπουσαι καὶ ἄπληστον ἡδονῆς· διʼ ἣν οὐδὲ τὸ ψεῦδος ἀμοιρεῖ χάριτος, ἀλλὰ καὶ πλάσμασι καὶ ποιήμασι τοῦ πιστεύεσθαι μὴ προσόντος ἔνεστιν ὅμως τὸ πεῖθον.

由此可见,他们声称由智慧为自己备办之物,不过如此而已;至于他们将自己剥夺并拒斥于外的究竟是何物,现在且让我们来考察。因为灵魂因肉体舒适而产生的弛豫,若适度,便毫无伟大或值得称道之处;若过度,除了空洞与不稳定外更显粗俗与傲慢,人们绝不会称其为属于灵魂的或称为欣喜,而只能称其为肉体的快乐,好比灵魂的媚笑与娇宠。相反,那些配得上且理应被视为真正的欢欣与喜悦的事物,则纯然不含相反之物,毫无混杂的脉动、隐痛或悔恨;它们的美善乃是灵魂所固有、真正属于灵魂的、纯正而非外来的,亦非不可理喻,而是源于心灵的沉思求知或实践好美之维,完全合乎理性。这两种倾向所萌生的快乐究竟有多少、有多大,纵有人极其热切地试图穷尽,亦绝不可能办到。但简要提请注意的是,历史就在手边,它固然提供许多悦人的消遣,却始终让追求真理的欲望无法满足、对快乐永无厌足;正因如此,连虚构之词也绝非毫无魅力,相反,在传说与诗作中,即便缺乏可信性,也依然存有令人信服的说服力。

§10

ἐννόει γάρ, ὡς δακνόμενοι τὸν Πλάτωνος ἀναγιγνώσκομεν Ἀτλαντικὸν καὶ τὰ τελευταῖα τῆς Ἰλιάδος, οἷον ἱερῶν κλειομένων ἢ θεάτρων ἐπιποθοῦντες τοῦ μύθου τὸ λειπόμενον. αὐτῆς δὲ τῆς ἀληθείας ἡ μάθησις οὕτως ἐράσμιόν ἐστι καὶ ποθεινόν, ὡς τὸ ζῆν καὶ τὸ εἶναι διὰ τὸ γιγνώσκειν· τοῦ δὲ θανάτου τὰ σκυθρωπότατα λήθη καὶ ἄγνοια καὶ σκότος ᾗ. καὶ νὴ Δία μάχονται τοῖς φθείρουσι τῶν ἀποθανόντων τὴν αἴσθησιν ὀλίγου δεῖν ἅπαντες, ὡς ἐν μόνῳ τῷ αἰσθανομένῳ καὶ γιγνώσκοντι τῆς ψυχῆς τιθέμενοι τὸ ζῆν καὶ τὸ εἶναι καὶ τὸ χαίρειν. ἔστι γὰρ καὶ τοῖς ἀνιῶσι τὸ μεθʼ ἡδονῆς τινος ἀκούεσθαι· καὶ ταραττόμενοι πολλάκις ὑπὸ τῶν λεγομένων καὶ κλαίοντες ὅμως λέγειν κελεύομεν, ὥσπερ οὗτος "" ἀλλὰ τοῦτο μὲν ἔοικε τῆς περὶ τὸ πάντα γιγνώσκειν ἡδονῆς ἀκρασία τις εἶναι καὶ ῥύσις ἐκβιαζομένη τὸν λογισμόν· ὅταν δὲ μηδὲν ἔχουσα βλαβερὸν ἢ λυπηρὸν ἱστορία καὶ διήγησις ἐπὶ πράξεσι καλαῖς καὶ μεγάλαις προσλάβῃ λόγον ἔχοντα δύναμιν καὶ χάριν, ὡς τῶν Ἡροδότου τὰ Ἑλληνικὰ καὶ τὰ Περσικὰ τῶν Ξενοφῶντος "ὅσσα θʼ Ὅμηρος ἐθέσπισε θέσκελα εἰδώς" ἢ τὰς γῆς Περιόδους Εὔδοξος ἢ Κτίσεις καὶ Πολιτείας Ἀριστοτέλης ἢ Βίους ἀνδρῶν Ἀριστόξενος ἔγραψεν, οὐ μόνον μέγα καὶ πολὺ τὸ εὐφραῖνον ἀλλὰ καὶ καθαρὸν καὶ ἀμεταμέλητόν ἐστι. τίς δʼ ἂν φάγοι πεινῶν καὶ πίοι διψῶν τὰ Φαιάκων ἥδιον ἢ διέλθοι τὸν Ὀδυσσέως ἀπόλογον τῆς πλάνης; τίς δʼ ἂν ἡσθείη συναναπαυσάμενος τῇ καλλίστῃ γυναικὶ μᾶλλον προσαγρυπνήσας3 οἷς γέγραφε περὶ Πανθείας Ξενοφῶν ἢ περὶ Τιμοκλείας Ἀριστόβουλος ἢ Θήβης Θεόπομπος;

请试想:当我们怀着揪心之情阅读柏拉图的亚特兰蒂斯篇章以及《伊利亚特》的结尾时,正如庙宇或剧场即将关闭之际,我们是多么渴求故事的剩余部分。而对真理本身的习得是如此可爱且令人神往,以至于活着和存在本身全系于认知;死亡最令人阴郁之处莫过于遗忘、无知与黑暗。指宙斯起誓,几乎所有人都极力反对那些消灭死者感知的人,正是因为他们将活着、存在和欢欣仅仅寄托在灵魂的感知与认知部分。因为即使是令人痛苦之事,听闻起来也带有一种快乐;我们常常为所听到的言语所震撼并流下泪水,却依然催促对方继续说下去,正如这位人物所说: “”然而,这似乎是对知晓一切之快乐的某种无节制,是强迫理性的泛滥奔流;但当毫无害处或痛苦的历史与叙述,将优美而伟大的行为配以兼具力量与典雅的言辞时——正如希罗多德的希腊纪事、色诺芬的波斯纪事,“以及通晓神性之事的荷马所咏出的一切预言”,或欧多克索斯所著的《地球周行记》、亚里士多德的《建城记与国制》、阿里斯托克塞诺斯的《人物传》——其带来的欢欣不仅宏大而丰富,且是纯洁而毫无懊悔的。有谁在饥渴时享用费阿刻斯人的盛宴,会比读完奥德修斯漂泊历险的独白更为畅快?又有谁与绝色佳人同榻共眠的快乐,能胜过彻夜研读色诺芬笔下的潘提亚、阿里斯托布洛斯笔下的提摩克勒亚、或泰奥彭波斯笔下的忒拜之故事?

语法注3 条
  1. 9τὰς μὲν γὰρ ἐπὶ σαρκὸς εὐπαθείᾳ τῆς ψυχῆς διαχύσεις ... προσείποι

    整个句子的骨干结构是由表示潜在的动词 ἄν τις ... προσείποι 支配的双重宾格句式:宾语为宾格短语 τὰς ... διαχύσεις(及其修饰分词 ἐχούσας, φαινομένας),述补宾格为 οὐδὲ ψυχικὰς ... οὐδὲ χαράς, ἀλλὰ σωματικὰς ἡδονὰς ...。插入的两个条件从句 ἐὰν ὦσι μέτριαι 与 ἐὰν δʼ ὑπερβάλλωσι 形成对照,分别带有与之对应的宾格分词短语。

  2. 9ἃς δʼ ἄξιον καὶ δίκαιον εὐφροσύνας καὶ χαρὰς νομίζεσθαι, καθαραὶ μέν εἰσι

    关系代词 ἃς 是不定式 νομίζεσθαι 的宾格逻辑主语,εὐφροσύνας καὶ χαρὰς 为其谓词宾格。进入主句后,该从句指涉的对象转换为主格复数形式(καθαραὶ μέν εἰσι),构成了破格语法(anacoluthon),在功能上相当于前置主题句(“至于那些理应被视为欢欣与喜悦者,它们纯洁……”)。

  3. 10τίς δʼ ἂν ἡσθείη συναναπαυσάμενος τῇ καλλίστῃ γυναικὶ μᾶλλον προσαγρυπνήσας

    此处省略了比较连词 ἤ,比较级副词 μᾶλλον 直接引导后续的分词短语 προσαγρυπνήσας 作为比较对象(“有谁与……同眠之乐,会胜过彻夜研读……之乐?”)。两个分词 συναναπαυσάμενος 与 προσαγρυπνήσας 围绕 μᾶλλον 构成了平行对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:9-10