← 普鲁塔克

依伊壁鸠鲁之见不可能快乐地生活

§8

免除痛苦的中间状态与真正的善

作者援引柏拉图的观点,指出单纯消除痛苦只是一种中间状态而非真正的善,以此批评伊壁鸠鲁派将逃避恶视为快乐的顶峰。此外作者指出,如果终极目的仅仅在于消除对神明和死亡的恐惧,那么毫无此类概念的野兽反而比哲学家更稳固地享有这种安宁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

τὸ γὰρ ἀναγκαῖον οὐκ ἀγαθόν ἐστιν, ἀλλʼ ἐπέκεινα τῆς φυγῆς τῶν κακῶν κεῖται τὸ ἐφετὸν καὶ τὸ αἱρετὸν καὶ νὴ Δία τὸ ἡδὺ καὶ οἰκεῖον, ὡς Πλάτων ἔλεγε, καὶ ἀπηγόρευε τὰς λυπῶν καὶ πόνων ἀπαλλαγὰς ἡδονὰς μὴ νομίζειν,1 ἀλλʼ οἷόν τινα σκιαγραφίαν ἢ μῖξιν οἰκείου καὶ ἀλλοτρίου, καθάπερ λευκοῦ καὶ μέλανος ἀπὸ τοῦ κάτω πρὸς τὸ μέσον ἀναφερομένων, ἀπειρίᾳ δὲ τοῦ κάτω καὶ ἄνω καὶ ἀγνοίᾳ τὸ μέσον ἄκρον ἡγουμένων εἶναι καὶ πέρας·2 ὥσπερ Ἐπίκουρος ἡγεῖται καὶ Μητρόδωρος, οὐσίαν τἀγαθοῦ καὶ ἀκρότητα τὴν τοῦ κακοῦ φυγὴν τιθέμενοι καὶ χαίροντες ἀνδραπόδων τινὰ χαρὰν ἢ δεσμίων ἐξ εἱργμοῦ λυθέντων ἀσμένως ἀλειψαμένων καὶ ἀπολουσαμένων μετὰ τὰς αἰκίας καὶ τὰς μάστιγας, ἐλευθέρας δὲ καὶ καθαρᾶς καὶ ἀμιγοῦς καὶ ἀμωλωπίστου χαρᾶς ἀγεύστων καὶ ἀθεάτων. οὐ γάρ, εἰ τὸ ψωριᾶν τὴν σάρκα καὶ λημᾶν τὸν ὀφθαλμὸν ἀλλότριον, ἤδη καὶ τὸ κνᾶσθαι καὶ τὸ ἀπομάττεσθαι θαυμάσιον οὐδʼ εἰ τὸ ἀλγεῖν καὶ φοβεῖσθαι τὰ θεῖα καὶ ταράττεσθαι τοῖς ἐν Ἅιδου κακόν, ἡ τούτων ἀποφυγὴ μακάριον καὶ ζηλωτόν· ἀλλὰ μικρὸν τινα τόπον καὶ γλίσχρον ἀποφαίνουσι τῆς χαρᾶς, ἐν ᾧ στρέφεται καὶ κυλινδεῖται μέχρι τοῦ μὴ ταράττεσθαι τοῖς ἐν Ἅιδου κακοῖς παρὰ τὰς κενὰς δόξας προϊοῦσα καὶ τοῦτο ποιουμένη τῆς σοφίας τέλος, ὃ δόξειεν ἂν αὐτόθεν ὑπάρχειν τοῖς ἀλόγοις. εἰ γὰρ πρὸς τὴν ἀπονίαν τοῦ σώματος οὐ διαφέρει πότερον διʼ αὑτὸ ἢ φύσει τοῦ πονεῖν ἐκτός ἐστιν, οὐδὲ πρὸς τὴν ἀταραξίαν τῆς ψυχῆς μεῖζόν ἐστι τὸ διʼ αὑτὴν ἢ κατὰ φύσιν οὕτως ἔχειν ὥστε μὴ ταράττεσθαι. καίτοι φήσειεν ἄν τις οὐκ ἀλόγως ἐρρωμενεστέραν εἶναι διάθεσιν τὴν φύσει μὴ δεχομένην τὸ ταράττον ἢ τὴν ἐπιμελείᾳ καὶ λόγῳ διαφεύγουσαν. ἔστω δʼ ἔχειν ἐπίσης· καὶ γὰρ οὕτω φανοῦνται τῶν θηρίων πλέον οὐδὲν ἔχοντες ἐν τῷ μὴ ταράττεσθαι τοῖς ἐν Ἅιδου καὶ περὶ θεῶν λεγομένοις μηδὲ προσδοκᾶν λύπας μηδʼ ἀλγηδόνας ὅρον ἑχούσοις, αὐτὲις γοῦν Ἐπίκουρος εἰπὼν ὡς εἰ μηδὲν ἡμᾶς αἱ ὑπὲρ τῶν μετεώρων ὑποψίαι ἠνώχλουν αἵ τε περὶ θανάτου καὶ ἀλγηδόνων, οὐκ ἄν ποτε προσεδεόμεθα φυσιολογίας εἰς τοῦτʼ ἄγειν ἡμᾶς οἴεται τὸν λόγον, ἐν ᾧ τὰ θηρία φύσει καθέστηκεν οὔτε γὰρ ὑποψίας ἔχει φαύλας περὶ θεῶν οὔτε δόξαις κεναῖς ἐνοχλεῖται τῶν μετὰ θάνατον οὐδʼ ὅλως ἐπινοεῖ τι δεινὸν ἐν τούτοις οὐδʼ οἶδε. καίτοι εἰ μὲν ἐν τῇ προλήψει τοῦ θεοῦ τὴν πρόνοιαν ἀπέλιπον, ἐφαίνοντʼ ἂν ἐλπίσι χρησταῖς πλέον ἔχοντες οἱ φρόνιμοι τῶν θηρίων πρὸς τὸ ἡδέως ζῆν· ἐπεὶ δὲ τέλος ἦν3 τοῦ περὶ θεῶν λόγου τὸ μὴ φοβεῖσθαι θεὸν ἀλλὰ παύσασθαι ταραττομένους, βεβαιότερον οἶμαι τοῦθʼ ὑπάρχειν τοῖς ὅλως μὴ νοοῦσι θεὸν ἢ τοῖς νοεῖν μὴ βλάπτοντα μεμαθηκόσιν· οὐ γὰρ ἀπήλλακται δεισιδαιμονίας ἀλλʼ οὐδὲ περιπέπτωκεν, οὐδʼ ἀποτέθειται τὴν ταράττουσαν ἔννοιαν περὶ τῶν θεῶν ἀλλʼ οὐδʼ εἴληφε. τὰ δʼ αὐτὰ καὶ περὶ τῶν ἐν Ἅιδου λεκτέον· τὸ μὲν γὰρ ἐλπίζειν τι χρηστὸν ἀπʼ ἐκείνων οὐδετέροις ὑπάρχει, τοῦ δʼ ὑποπτεύειν καὶ φοβεῖσθαι τὰ μετὰ τὸν θάνατον ἧττον μέτεστιν οἷς οὐ γίγνεται θανάτου πρόληψις ἢ τοῖς προλαμβάνουσιν ὡς οὐδὲν πρὸς ἡμᾶς ὁ θάνατος πρὸς μέν γε τούτους ἐστίν, ἐφʼ ὅσον περὶ αὐτοῦ διαλογίζονταί τι καὶ σκοποῦσι· τὰ δʼ ὅλως ἀπήλλακται τοῦ φροντίζειν τῶν οὐ πρὸς ἑαυτά, πληγὰς δὲ φεύγοντα καὶ τραύματα καὶ φόνους τοῦτο τοῦ θανάτου δέδοικεν, ὃ καὶ τούτοις φοβερόν ἐστιν.

因为必需之物并非善;相反,正如柏拉图所言,那值得期盼、值得抉择、并且由宙斯作证乃是悦人且契合本性的事物,存在于对恶的逃避之外,柏拉图且告诫人们不要将痛苦与辛劳的解脱当作快乐。相反,柏拉图将这种解脱视为某种光影画,或契合之物与异己之物的混合,正如从底层被带向黑白中间的人,由于对底层与顶层的无知和缺乏经验,便以为中间即是极致与边界。伊壁鸠鲁与迈特罗多洛正是如此设想的,他们将逃避灾祸定为善的本质与顶峰,所享有的不过是一种如同奴隶或从囚禁中获释的囚犯那般的快乐,后者在饱受折磨与鞭笞后欣然涂油沐浴,却对自由、纯粹、未经混杂且不带伤痕的快乐从未尝过也未曾得见。因为,正如肉体患疥癣和眼睛多眵虽属有害异物,但抓痒与擦拭却绝非什么奇妙之事;同样,即使痛苦、畏惧神明以及为冥府之事所扰乱确是灾祸,避开这些也绝不等于至福与令人羡慕。相反,他们所展示的快乐之所是微小而逼仄的,快乐在其中辗转打滚,仅仅推进到不受与虚妄见解相伴的冥府祸患所扰乱为止,并将此立为智慧的终极目的——而这一境界本就是无理性的野兽天生所具有的。因为就肉体的无痛而言,究竟是靠自身还是因天性而免除痛苦并无区别;同样,就灵魂的宁静而言,靠自身处于不被扰乱的状态也并不比循天性如此更为优越。更何况有人会完全合理地主张,天生不接纳扰乱的心境,比起靠关照和理性而逃避扰乱的心境更为刚强有力。不过即便假设两者相等:这样他们也将显然在不被冥府之事和关于神明的传言所扰乱、以及不预期有限度的痛苦与忧伤方面,丝毫不比野兽占优,正如伊壁鸠鲁自己所言:“倘若对天象的疑虑,以及对死亡和痛苦的疑虑丝毫不扰乱我们,我们便绝不需要自然哲学了。”他以为这一论证将我们引向了野兽天生所处的位置。因为野兽既不会对神明怀有不善的猜疑,也不会为死后之事的虚妄见解所困扰,全然不去设想也根本不知晓其中的可怕之处。诚然,如果他们在关于神明的前概念中保留了神意护佑,那么明智之人本可以在快意生活方面凭借美好的希望而胜过野兽;但既然关于神明的论述其终极目的仅仅在于不畏惧神明并停止不安,那么我认为,这种状态更稳固地属于完全不想象神明之辈,而非那些学会想象神明不会害人的人。因为前者并非摆脱了迷信,而是根本未曾陷入迷信;他们并非放下了关于神明的扰乱观念,而是根本未曾接收过。关于冥府之事亦当如此作答:尽管双方都无法从中期待任何益处,但对于死后之事的猜忌与恐惧,在那些对死亡毫无前概念者身上,远少于那些预先抱定死亡与我们毫无关联这一概念的人。因为就后者而言,只要他们就死亡进行思索与考量,死亡便确实与他们有关;而野兽则完全免于去操心与自身无关之事,它们逃避打击、创伤和杀戮,仅仅惧怕死亡中那对哲学家们来说同样可怕的一面。

语法注3 条
  1. 8ἀπηγόρευε τὰς λυπῶν καὶ πόνων ἀπαλλαγὰς ἡδονὰς μὴ νομίζειν

    动词 ἀπαγορεύω(禁止、告诫勿作)后接带有赘加否定词 μή 的不定式补足语。在古典希腊语中,表示阻碍、禁止或否定的动词常带有多余否定词(pleonastic μή),整体依然表达单重否定意义,即“告诫人们不可将痛苦与劳苦的解脱当作快乐”。

  2. 8ἀπειρίᾳ δὲ τοῦ κάτω καὶ ἄνω καὶ ἀγνοίᾳ τὸ μέσον ἄκρον ἡγουμένων εἶναι καὶ πέρας

    分词 ἡγουμένων 与前文的 ἀναφερομένων(被引向中间的人)相呼应,构成属格结构(或以一般人群为逻辑主语的属格绝对结构),意为“由于对下方与上方的无知与不熟悉,而认为中间即是极限与边界”。此句直接承袭柏拉图《理想国》第九卷(584d–e)中的黑白中间色比喻。

  3. 8καίτοι εἰ μὲν ἐν τῇ προλήψει τοῦ θεοῦ τὴν πρόνοιαν ἀπέλιπον, ἐφαίνοντʼ ἂν ... πλέον ἔχοντες ... ἐπεὶ δὲ τέλος ἦν

    这是一个与过去/现在事实相反的条件句结构(εἰ μὲν ... ἀπέλιπον[不定过去时直陈式]... ἐφαίνοντʼ ἄν[未完成过去时直陈式加 ἄν]),表示“假若他们在神明的前概念中保留了神意,他们本会显得更具优势”。紧随其后的 ἐπεὶ δέ(“但既然事实上…”)则引出反驳的现实依据,即伊壁鸠鲁派实际上排除了神意护佑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg139.humanitext-grc2:8